ΨΥΧΟΣΑΒΒΑΤΟΝ

 

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΠΡΟ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ  ΕΣΠΕΡΑΣ

 

ὁ Ἱερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: μήν.

ναγνστης:

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.
  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά.
  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      
  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
  • Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
  • Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
  • Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
  • Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δξα Πατρί... Κα νν ...

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').

ἐλπὶς ἡμῶν, Κύριε, δξα σοι.


Συναπτὴ μεγάλη καὶ ἡ ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα...

ὁ α’ χορός

Ἦχος πλ.β’  Ψαλμς ρμ’ (140)

μήν. Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

ὁ β’ χορός

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στιχηρὰ Μαρτυρικὰ

Ἦχος πλ. β

Στίχ. ὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου, ταῖς αὐτῶν πρεσβείαις ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Οἱ μαρτυρήσαντες διὰ σὲ Χριστέ, πολλὰς βασάνους ὑπέμειναν, πρεσβείαις Κύριε, καὶ εὐχαῖς αὐτῶν, πάντας ἡμᾶς διαφύλαξον.

ὁ α’ χορός

Στίχ. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Οἱ ἀθλοφόροι Μάρτυρες, καὶ οὐρανοπολῖται, ἐπὶ γῆς ἀθλήσαντες, πολλὰς βασάνους ὑπέμειναν, καὶ τέλειον ἀπέλαβον τὸν στέφανον ἐν οὐρανοῖς, ἵνα πρεσβεύωσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος πλ. δ’

ὁ β’ χορός

Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις' καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Ὁ ἐν Ἐδὲμ Παράδεισος

Τῶν ἀπ' αἰῶνος σήμερον νεκρῶν, ἁπάντων κατ' ὄνομα, μετὰ πίστεως ζησάντων εὐσεβῶς, μνήμην τελοῦντες οἱ πιστοί, τὸν Σωτῆρα καὶ Κύριον, ἀνυμνήσωμεν, αἰτοῦντες ἐκτενῶς, τούτους ἐν ὥρᾳ τῆς κρίσεως, ἀπολογίαν ἀγαθήν, δοῦναι αὐτῷ τῷ Θεῷ ἡμῶν, τῷ πᾶσαν κρίνοντι τὴν  γῆν, τῆς δεξιᾶς αὐτοῦ παραστάσεως τυχόντας ἐν χαρᾷ, ἐν μερίδι Δικαίων, καὶ ἐν Ἁγίων κλήρῳ φωτεινῷ, καὶ ἀξίους γενέσθαι, τῆς οὐρανίου βασιλείας αὐτοῦ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

τῷ οἰκείῳ αἵματι Σωτήρ, βροτοὺς ἐκπριάμενος, καὶ θανάτῳ σου, θανάτου τοῦ πικροῦ, ἐκλυτρωσάμενος ἡμᾶς, καὶ ζωὴν τὴν αἰώνιον, παρασχῶν τῇ ἀναστάσει σου ἡμῖν, πάντας ἀνάπαυσον Κύριε, τοὺς κοιμηθέντας εὐσεβῶς, ἢ ἐν ἐρήμοις, ἢ πόλεσιν, ἢ ἐν θαλάσσῃ, ἢ ἐν γῇ, ἢ ἐν παντὶ τόπῳ, βασιλεῖς τε, ἱερεῖς, ἀρχιερεῖς, μοναστὰς καὶ μιγάδας, ἐν ἡλικίᾳ πάση παγγενεῖ, καὶ ἀξίωσον αὐτούς, τῆς οὐρανίου βασιλείας σου.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Τῇ ἐκ νεκρῶν ἐγέρσει σου Χριστέ, οὐκέτι ὁ θάνατος, κυριεύει τῶν θανόντων εὐσεβῶς, διὸ αἰτοῦμεν ἐκτενῶς, τοὺς σοὺς δούλους ἀνάπαυσον, ἐν αὐλαῖς σου, καὶ ἐν κόλποις Ἀβραάμ, τοὺς ἐξ, Ἀδὰμ μέχρι σήμερον, λατρεύσαντάς σοι καθαρῶς, πατέρας καὶ ἀδελφοὺς ἡμῶν, φίλους ὁμοῦ καὶ συγγενεῖς, ἅπαντα ἄνθρωπον, τὰ τοῦ βίου λειτουργήσαντα πιστῶς, καὶ πρὸς σὲ μεταστάντα, πολυειδῶς, καὶ πολυτρόπως ὁ Θεός, καὶ ἀξίωσον τούτους, τῆς οὐρανίου βασιλείας σου.

ὁ α’ χορός

Δξα Πατρί... χος πλ.δ’

Θρηνῶ καὶ ὀδύρομαι, ὅταν ἐννοήσω τὸν θάνατον, καὶ ἴδω ἐν τοῖς τάφοις κειμένην τὴν κατ' εἰκόνα Θεοῦ, πλασθεῖσαν ἡμῖν ὡραιότητα, ἄμορφον, ἄδοξον, μὴ ἔχουσαν εἶδος. Ὤ τοῦ θαύματος! τί τὸ περὶ ἡμᾶς, τοῦτο γέγονε μυστήριον πῶς παρεδόθημεν τῇ φθορᾷ; πῶς συνεζεύχθημεν τῷ θανάτῳ; Ὄντως Θεοῦ προστάξει, ὡς γέγραπται, τοῦ παρέχοντος τοῖς μεταστᾶσι τὴν ἀνάπαυσιν.

ὁ β’ χορός

Κα νν... Θεοτοκίον ἦχος πλ.β’

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τς ψυχς μν.

Ἄνευ Εσόδου

ὁ Προεστὼς ἢ ο Ἀναγνώστης (χῦμα)

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

σπρας Προκεμενον

ὁ α’ χορός

Ἦχος πλ.δ’

λληλούϊα, λληλούϊα, λληλούϊα.

ὁ β’ χορός

Στίχ. Μακάριοι οὓς ἐξελέξω, καὶ προσελάβου, Κύριε.

λληλούϊα, λληλούϊα, λληλούϊα.

 ὁ α’ χορός

Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

λληλούϊα, λληλούϊα, λληλούϊα.

Ὁ Προεστὼς ἢ ὁ ναγνστης:

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μν.

 

Ὁ ἱερεύς:        

  • Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
  • Κύριε ἐλέησον.
  • ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.                                                                                                                                                                                                                                          
  • Κύριε ἐλέησον.
  • Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • γγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα των ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.       
  • Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • Χριστιανὰ τὰ τέλη της ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
  • Σοὶ Κύριε.

τι γαθς κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τοὺς αἰῶνας τῶν αἰώνων.

Χορς: μήν.

 

Εἰρήνη πᾶσι.

Καὶ τῷ πνεύματί σου.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Σοί, Κύριε.

 

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου. Σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ, οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας; οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος, καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν, οὓς διαφύλαξον ἐν παντὶ καιρῷ, καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα, ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργίας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν.

 

Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.



πστιχα

Στιχηρ

Ἦχος πλ. β’

ὁ α’ χορὸς

Μαρτυρικόν

Σταυρός σου Κύριε, τοῖς Μάρτυσι γέγονεν ὅπλον ἀήττητον, ἔβλεπον γὰρ τὸν προκείμενον θάνατον, καὶ προβλέποντες τὴν μέλλουσαν ζωήν, τῇ ἐλπίδι τῇ εἰς σὲ ἐνεδυναμοῦντο, αὐτῶν ταῖς παρακλήσεσιν ἐλέησον ἡμᾶς.

ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.  

Νεκρώσιμον

τίμησας εἰκόνι σου, τὸ τῶν χειρῶν σου Σῶτερ πλαστούργημα, ζωγραφήσας ἐν ὑλικῇ μορφῇ, τῆς νοερᾶς οὐσίας τὸ ὁμοίωμα, ἧς καὶ κοινωνόν με κατέστησας, θέμενος τῶν ἐπὶ γῆς κατάρχειν με τῷ αὐτεξουσίῳ, Λόγε΄ διὸ Σῶτερ τοὺς δούλους σου, ἐν χώρᾳ ζώντων, ἐν σκηναῖς Δικαίων ἀνάπαυσον.

ὁ α’ χορὸς

Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Ἕτερον

να μοι τὸ ἀξίωμα τῆς τῶν λοιπῶν ζωῆς διακρίνηται, κῆπον ἐν τῇ Ἐδέμ, παντοίοις ὡραϊσμένον φυτοῖς ἐφύτευσας, λύπης καὶ μερίμνης ἐλεύθερον, μέτοχον θείας ζωῆς, ἰσάγγελον ἐπὶ γῆς μικτόν με τάξας, διὸ Σῶτερ τοὺς δούλους σου, ἐν χώρα ζώντων, ἐν σκηναῖς Δικαίων ἀνάπαυσον.

ὁ β’ χορὸς

Δόξα Πατρί... Ἦχος πλ.β’

ρχή μοι καὶ ὑπόστασις, τὸ πλαστουργόν σου γέγονε πρόσταγμα, βουληθεὶς γὰρ ἐξ ἀοράτου τε καὶ ὁρατῆς με ζῷον συμπῆξαι φύσεως, γῆθέν μου τὸ σῶμα διέπλασας, δέδωκας δέ μοι ψυχήν, τῇ θείᾳ σου καὶ ζωοποιῷ ἐμπνεύσει, διὸ Σωτὴρ τοὺς δούλους σου, ἐν χώρᾳ ζώντων, ἐν σκηναῖς Δικαίων ἀνάπαυσον.

ὁ α’ χορὸς

Καὶ νῦν... Θεοτοκίον

Πρεσβείαις τῆς τεκούσης σε, Χριστὲ καὶ τῶν Μαρτύρων σου, Ἀποστόλων, Προφητῶν, Ἱεραρχῶν, Ὁσίων καὶ Δικαίων, καὶ πάντων τῶν Ἁγίων, τοὺς κοιμηθέντας δούλους σου ἀνάπαυσον.

 

ὁ προεστὼς: Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων των λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

 

Καὶ εὐθὺς ψάλλεται ἄνευ τῶν εἱρμῶν, ὁ Νεκρώσιμος Κανὼν τοῦ πλ.β’ ἤχου, «Ἐν οὐρανίοις θαλάμοις...».

Κανών Νεκρώσιμος οὗ ἡ ἀκροστιχὶς:

Ἕκτον προσαυδῶ τοῖς ἀπελθοῦσιν μέλος.

Ποίημα Θεοφάνους

ᾠδὴ α’

Ἦχος πλ. β’

ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου, Χριστέ ὁ Θεός, ἀνάπαυσον τάς ψυχάς τῶν δούλων σου.

Ὡς ἐν ἠπείρῳ πεζεύσας

ν οὐρανίοις θαλάμοις διηνεκῶς, οἱ γενναῖοι Μάρτυρες, δυσωποῦσί σε Χριστέ· οὓς ἐκ γῆς μετέστησας πιστούς, αἰωνίων ἀγαθῶν τυχεῖν ἀξίωσον.

ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαί αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Κατακοσμήσας τὰ πάντα, ζῶον μικτόν, μέσον με τὸν ἄνθρωπον ταπεινότητος ὁμοῦ καὶ μεγέθους ἔπλασας· διό, τὰς τῶν δούλων σου ψυχάς, Σωτὴρ ἀνάπαυσον.

ὁ α’ χορὸς

Δξα Πατρί...

Τοῦ Παραδείσου πολίτην καὶ γεωργόν, κατ' ἀρχάς με ἔταξας, παραβάντα δὲ τὴν σήν, ἐντολὴν ἐξώρισας· διὸ τὰς τῶν δούλων σου ψυχὰς Σῶτερ ἀνάπαυσον.

ὁ β’ χορὸς

Καὶ νῦν... Θεοτοκίον

ἐκ πλευρᾶς διαπλάσας Εὔαν τὸ πρίν, τὴν ἡμῶν προμήτορα, ἐξ ἀχράντου σου γαστρὸς σάρκα περιβάλλεται, δι' ἧς, τοῦ θανάτου τὴν ἰσχὺν Ἁγνὴ διέλυσεν.

ᾠδὴ γ

αχορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου, Χριστέ ὁ Θεός, ἀνάπαυσον τάς ψυχάς τῶν δούλων σου.

Οὐκ ἔστιν ἅγιος

Νομίμως ἤθλησαν οἱ σοί, Μάρτυρες Ζωοδότα, καὶ στεφάνῳ τῆς νίκης κοσμηθέντες παρὰ σοῦ, τοῖς μεταστᾶσι πιστοῖς, αἰωνίαν λύτρωσιν βραβεύουσι. 

ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαί αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Παιδεύσας πρότερον πολλοῖς, τέρασι καὶ σημείοις, ἐμὲ τὸν πλανηθέντα, ἐπ΄ ἐσχάτων σεαυτὸν κενώσας ὡς συμπαθὴς καὶ ζητήσας εὗρες καὶ διέσωσας.


ὁ α’ χορὸς

Δξα Πατρί...

εόντων ἄστατον φθοράν, τοὺς πρὸς σὲ διαβάντας, ἐν σκηναῖς αἰωνίοις, κατοικεῖν χαρμονικῶς, ἀξίωσον ἀγαθέ, δικαιώσας πίστει τε καὶ χάριτι.

ὁ β’ χορὸς

Κα νν...

Οὐκ ἔστιν ἄμεμπτος ὡς σύ, πάναγνε Θεομῆτορ· μόνη γὰρ ἐξ αἰῶνος, τὸν Θεὸν τὸν ἀληθῆ, συνέλαβες ἐν γαστρί...

ὁ α’ χορὸς

...τοῦ θανάτου λύσαντα τὴν δύναμιν.

ᾠδὴ δ’

ὁ β’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου, Χριστέ ὁ Θεός, ἀνάπαυσον τάς ψυχάς τῶν δούλων σου.

Χριστός μου δύναμις

Σοφίας μείζονος, δεικνύων γνώρισμα, καὶ τῆς περὶ τὰ δῶρα πολυτελοῦς, Δέσποτα χρηστότητος, τὰς τῶν Μαρτύρων χορείας, τοῖς Ἀγγέλοις συνηρίθμησας.

ὁ α’ χορὸς

Στίχ. Αἱ ψυχαί αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

φράστου δόξης σου, τυχεῖν ἀξίωσον, τοὺς πρὸς σὲ μεταστάντας, ἔνθα Χριστέ, τῶν εὐφραινομένων ἐστὶν ἡ κατοικία, καὶ φωνή, καθαρᾶς ἀγαλλιάσεως.

ὁ β’ χορὸς

Δξα Πατρί...

μνοῦντας πρόσδεξαι, τὸ θεῖον κράτος σου, οὓς ἐκ γῆς προσελάβου, τέκνα φωτός, τούτους ἐργαζόμενος, τῆς ἁμαρτίας τὴν ἀχλύν, ἐκκαθαίρων πολυέλεε.

ὁ α’ χορὸς

Κα νν...

Δοχεῖον ἄχραντον, ναὸν πανάμωμον, κιβωτὸν παναγίαν, παρθενικόν, τόπον ἁγιάσματος, σὲ καλλονὴν τοῦ Ἰακώβ...

ὁ β’ χορὸς

... Δεσπότης ἐξελέξατο.

ᾠδὴ ε’

ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου, Χριστέ ὁ Θεός, ἀνάπαυσον τάς ψυχάς τῶν δούλων σου.

Τῷ θείῳ φέγγει σου

ς ὁλοκάρπωσις ἱερά, καὶ ὡς ἀπαρχὴ τῆς ἀνθρωπίνης οἱ Μάρτυρες φύσεως, τῷ δεδοξασμένῳ προσενεχθέντες Θεῷ, ἡμῖν τὴν σωτηρίαν, ἀεὶ βραβεύουσι.

ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαί αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Τῆς οὐρανίου διαγωγῆς, τῆς διανομῆς τῶν χαρισμάτων, ἀξίωσον Δέσποτα, τοὺς προκοιμηθέντας πιστοὺς οἰκέτας σου, παρέχων τῶν πταισμάτων, τὴν ἀπολύτρωσιν.

ὁ α’ χορὸς

Δξα Πατρί...

μόνος φύσει ζωοποιός, τὸ τῆς ἀγαθότητος ὄντως ἀνεξιχνίαστον πέλαγος, τοὺς τελειωθέντας τῆς βασιλείας τῆς σῆς, ἀξίωσον οἰκτίρμον, μόνε ἀθάνατε.

ὁ β’ χορὸς

Κα νν...

σχὺς καὶ ὕμνησις ὁ ἐκ σοῦ, Δέσποινα τοῦ κόσμου γεννηθείς, καὶ σωτηρία ἐγένετο τοῖς ἀπολλυμένοις, ἐκ τῶν τοῦ ᾍδου πυλῶν...

ὁ α’ χορὸς

...υόμενος τοὺς πίστει σε μακαρίζοντας.

ᾠδὴ ς'

ὁ β’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου, Χριστέ ὁ Θεός, ἀνάπαυσον τάς ψυχάς τῶν δούλων σου.

Τοῦ βίου τὴν θάλασσαν

 Σταυρῷ προσηλούμενος, τῶν Μαρτύρων τοὺς χορούς, πρὸς σεαυτὸν συνήγαγες, μιμουμένους τὸ πάθος σου Ἀγαθέ· διό σου δεόμεθα, τοὺς πρὸς σὲ μεταστάντας διανάπαυσον.

ὁ α’ χορὸς

Στίχ. Αἱ ψυχαί αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

φράστῳ τῇ δόξῃ σου, ὅταν ἔλθης φοβερός, κρῖναι τὸν κόσμον ἅπαντα, ἐν νεφέλαις εὐδόκησον λυτρωτά, φαιδρῶς ὑπαντῆσαί σοι, οὓς ἐκ γῆς προσελάβου πιστοὺς δούλους σου.

ὁ β’ χορὸς

Δξα Πατρί...

Πηγὴ ζωῆς πέφυκας, ἐν ἀνδρείᾳ θεϊκῇ, πεπεδημένους Δέσποτα, ὁ ἐξάγων, τοὺς δούλους σου τοὺς πρὸς σὲ πιστῶς ἐκδημήσαντας, ἐν τρυφῇ Παραδείσου κατασκήνωσον.

ὁ α’ χορὸς

Κα νν...

Εἰς γῆν ἀπεστράφημεν, παραβάντες τοῦ Θεοῦ, τὴν ἐντολὴν τὴν ἔνθεον· διὰ σοῦ δὲ Παρθένε πρὸς οὐρανόν, ἐκ γῆς ἀνυψώθημεν...

ὁ β’ χορὸς

...τὴν φθορὰν τοῦ θανάτου ἐκτινάξαντες.

ᾠδὴ ζ'

ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου, Χριστέ ὁ Θεός, ἀνάπαυσον τάς ψυχάς τῶν δούλων σου.

Δροσοβόλον μὲν τὴν κάμινον

Λυτρωθέντες τῷ σῷ αἵματι οἱ Μάρτυρες, τῆς πρώτης παραβάσεως, ῥαντισθέντες δὲ τῷ ἰδίῳ αἵματι, τὴν σὴν σαφῶς εἰκονίζουσι σφαγήν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαί αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Θρασυνόμενον τὸν θάνατον ἐνέκρωσας, Λόγε ζωαρχικώτατε· τοὺς ἐν πίστει δὲ κοιμηθέντας, πρόσδεξαι τανῦν, ὑμνοῦντας καὶ λέγοντας Χριστέ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ὁ α’ χορὸς

Δξα Πατρί...

ψυχώσας με τὸν ἄνθρωπον φυσήματι, θείῳ θεαρχικώτατε, τοὺς μεταστάντας βασιλείας Δέσποτα τῆς σῆς, ἀξίωσον ψάλλειν σοι Σωτήρ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ὁ β’ χορὸς

Κα νν...

περτέρα πάσης κτίσεως πανάμωμε, γέγονας, συλλαβοῦσα Θεόν, τὸν συντρίψαντα τοῦ θανάτου πύλας, καὶ μοχλοὺς συνθλάσαντα· ὅθεν σε Ἁγνή, ὑμνολογοῦμεν οἱ πιστοί...  

ὁ α’ χορὸς

...ς Θεομήτορα.

ᾠδὴ η’

ὁ β’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου, Χριστέ ὁ Θεός, ἀνάπαυσον τάς ψυχάς τῶν δούλων σου.

Ἐκ φλογὸς τοῖς Ὁσίοις

Σταθερῶς τοὺς ἀγῶνας ἐπιδειξάμενοι τῷ τῆς νίκης στεφάνῳ κατεκοσμήθητε, Μάρτυρες Χριστοῦ ἀθλοφόροι, κραυγάζοντες· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

ὁ α’ χορὸς

Στίχ. Αἱ ψυχαί αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ἱερῶς τοὺς τὸν βίον ἀπολιπόντας πιστούς, καὶ πρὸς σὲ τὸν Δεσπότην μεταχωρήσαντας, δέξαι προσηνῶς, ἀναπαύων ὡς εὔσπλαγχνος, σὲ ὑπερυψοῦντας, Χριστὲ εἰς τούς αἰῶνας.


ὁ β’ χορὸς

Δξα Πατρί...

Νῦν ἐν γῇ τῶν πραέων πάντας αὐλίζεσθαι, τοὺς προκεκοιμημένους Σῶτερ, εὐδόκησον, πίστει τῇ εἰς σὲ δικαιώσας καὶ χάριτι, σὲ ὑπερυψοῦντας, εἰς πάντας τούς αἰῶνας.

ὁ α’ χορὸς

Κα νν...

Μακαρίζομεν πάντες σε παμμακάριστε, τὴν τὸν Λόγον τὸν ὄντως ὄντα μακάριον, σάρκα δι' ἡμᾶς γεγονότα γεννήσασαν, ὃν ὑπερυψοῦμεν...

ὁ β’ χορὸς

...εἰς πάντας τοὺς αἰῶνας.  

ᾠδὴ θ'

ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου, Χριστέ ὁ Θεός, ἀνάπαυσον τάς ψυχάς τῶν δούλων σου.

Θεὸν ἀνθρώποις ἰδεῖν

λπὶς Μαρτύρων χοροὺς ἐνεύρωσε καὶ πρὸς τὴν σὴν ἀγάπην διαπύρως ἑπτέρωσε, τῶν μελλόντων τούτοις προτυπώσασα, τὴν μὴ σαλευομένην ὄντως ἀνάπαυσιν, ἧς τούς μεταστάντας ἀγαθὲ τυχεῖν ἀξίωσον.

ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαί αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Λαμπρᾶς καὶ θείας τυχεῖν ἐλλάμψεως, τῆς σῆς Χριστὲ τοὺς πίστει μεταστάντας εὐδόκησον, τὴν ἐν κόλποις Ἀβραὰμ ἀνάπαυσιν, μόνος ὡς ἐλεήμων, τούτοις δωρούμενος, καὶ τῆς αἰωνίου ἀξιῶν μακαριότητος.

ὁ α’ χορὸς

Δξα Πατρί...

ὢν τῇ φύσει χρηστὸς καὶ εὔσπλαγχνος, καὶ θελητὴς ἐλέους εὐσπλαγχνίας ἡ ἄβυσσος, οὓς ἐκ τόπου τούτου τῆς κακώσεως, καὶ σκιᾶς τοῦ θανάτου Σῶτερ μετέστησας, ἔνθα καταλάμπει σου τὸ φῶς, τούτους κατάταξον.

ὁ β’ χορὸς

Κα νν...

Σκηνὴν ἁγίαν Ἁγνὴ γινώσκομεν, καὶ κιβωτὸν καὶ πλάκα σε τοῦ νόμου τῆς χάριτος· διὰ σοῦ γὰρ ἄφεσις δεδώρηται, τοῖς δεδικαιωμένοις διὰ τοῦ αἵματος, τοῦ σωματωθέντος ἐκ τῆς σῆς γαστρὸς πανάμωμε.

ὁ α’ χορὸς

Ὁ εἱρμὸς

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν.

 

ναγνστης: γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ').

Δξα Πατρί... Κα νν...

  • Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
  • Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
  • Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
  • γιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
  • Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δξα Πατρί... Κα νν...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ὁ ἱερεύς:

τι σοῦ στν βασιλεα κα δναμις κα δξα τοῦ Πατρς κα τοῦ Υο κα τοῦ γου Πνεματος, νν κα ε κα ες τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορὸς

πολυτκιον  χος πλ.δ’

μήν. βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων, μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου, ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

ὁ β’ χορὸς

Δξα Πατρί...

ν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

ὁ α’ χορὸς

Κα νν... Θεοτοκον

Σὲ καὶ τεῖχος καὶ λιμένα ἔχομεν, καὶ πρέσβιν εὐπρόσδεκτον, πρός, ὃν ἔτεκες Θεόν, Θεοτόκε ἀνύμφευτε, τν πιστν σωτηρα.

 

ὁ Ἱερεύς:

  • λέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
  • Κύριε ἐλέησον (ἐκ τρίτου).
  • Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).
  • Κύριε ἐλέησον (ἐκ τρίτου).
  • Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν , καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
  • Κύριε ἐλέησον (ἐκ τρίτου).
  • Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων του Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
  • Κύριε ἐλέησον (ἐκ τρίτου)
  • Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
  • Κύριε ἐλέησον (ἐκ τρίτου)
  • Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.
  • Κύριε ἐλέησον (ἅπαξ)

τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

καὶ ψάλλονται τά παρόντα τροπάρια·

χος δ'

ὁ α’ χορὸς

Μετὰ πνευμάτων δικαίων, τετελειωμένων, τὰς ψυχὰς τῶν δούλων σου, Σῶτερ ἀνάπαυσον, φυλάττων αὐτάς, εἰς τὴν μακαρίαν ζωήν, τὴν παρὰ σοὶ φιλάνθρωπε.

ὁ β’ χορὸς

Εἰς τὴν κατάπαυσίν σου Κύριε, ὅπου πάντες οἱ ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον τὰς ψυχὰς τῶν δούλων σου, ὅτι μόνος ὑπάρχεις ἀθάνατος.

ὁ α’ χορὸς

Δξα Πατρί...

Σὺ εἶ ὁ Θεὸς ἡμῶν ὁ καταβὰς εἰς Ἅδην καὶ τὰς ὀδύνας λύσας τῶν πεπεδημένων, αὐτὸς καὶ τὰς ψυχὰς τῶν δούλων σου Σῶτερ ἀνάπαυσον.

ὁ β’ χορὸς

Κα νν... Θεοτοκον

μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεὸν ἀσπόρως κυήσασα, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

τελεῖται δὲ τό μνημόσυνον τῶν κεκοιμημένων ὡς ἑξῆς:  

Ἱερεύς:Ελέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.

ὁ  α’ χορός: Κύριε, ἐλέησον γ´ (χῦμα).

Ἱερεύς: ῎Ετι δεόμεθα ὑπέρ μακαρίας μνήμης καί αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐπ' ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐκ τῶν ἀπ' ἀρχῆς καί μέχρι τῶν ἐσχάτων, καί ὑπέρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καί ἀκούσιον.

ὁ β’ Χορός: Κύριε, ἐλέησον γ´ (χῦμα).

Ἱερεύς: ῞Οπως, Κύριος ὁ Θεός, τάξῃ τάς ψυχάς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τά ἐλέη τοῦ Θεοῦ, τήν βασιλείαν τῶν οὐρανῶν καί ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν παρά Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καί Θεῷ ἡμῶν αἰτησώμεθα.

ὁ α’ Χορός: Κύριε, ἐλέησον γ´ (χῦμα).
Ἱερεύς: Τοῦ Κυρίου δεηθῶμεν
ὁ β’  Χορός: Κύριε, ἐλέησον. ἅπαξ. Εἶθ' οὕτως,
ὁ ῾Ιερεύς:

τήν εὐχήν

῾Ο Θεός τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τόν διάβολον καταπατήσας, τόν δέ θάνατον καταργήσας καί ζωήν τῷ κόσμῳ Σου δωρησάμενος,  Αὐτός, Κύριε, ἀνάπαυσον καί τάς ψυχάς τῶν κεκοιμημένων δούλων Σου, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μονασασῶν καί πάντων τῶν ἀπό περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός· πᾶν ἁμάρτημα τό παρ' αὐτῶν πραχθέν, ἐν λόγῳ ἤ ἔργῳ ἤ διανοίᾳ, ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὅς ζήσεται καί οὐχ ἁμαρτήσει· Σύ γάρ μόνος ἐκτός ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη Σου δικαιοσύνη εἰς τόν αἰῶνα καί ὁ λόγος Σου ἀλήθεια.


Ἱερεύς: Τοῦ Κυρίου δεηθῶμεν.  


ὁ α’ Χορός: Κύριε, ἐλέησον (ἅπαξ).

ὁ ῾Ιερεύς: Οτι Σύ εἶ ἡ ἀνάστασις, ἡ ζωή καί ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστέ ὁ Θεός ἡμῶν καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

οἱ Χοροί ἐναλλάξ: Αἰωνία ἡ μνήμη (γ’). ἐκ τρίτου.

 

Εἶτα·

Ἀπόλυσις

 

 

 

Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ Ζ’ ΕΒΔΟΜΑΔΟΣ

ΗΤΟΙ

ΤΟ ΠΡΟ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ

ΨΥΧΟΣΑΒΒΑΤΟΝ


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετ τν ξψαλμον...

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα...  

καὶ ψλλομεν τετράκις ες χον πλ. δ’ τ,

ὁ α’ χορὸς

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ β’ χορὸς

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ α’ χορὸς

Στχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ β’ χορὸς

Στχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ α’ χορὸς

πολυτκιον  χος πλ. δ'

βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων, μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου, ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

ὁ β’ χορὸς

Δξα Πατρί...

ν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

ὁ α’ χορὸς

Κα νν... Θεοτοκον

Σὲ καὶ τεῖχος καὶ λιμένα ἔχομεν, καὶ πρέσβιν εὐπρόσδεκτον, πρός, ὃν ἔτεκες Θεόν, Θεοτόκε ἀνύμφευτε, τν πιστν σωτηρα.


 

Συναπτ μικρ μεθ' ν κφνησις

τι σν τ κρτος... 

Καθσματα Μαρτυρικ

ὁ α’ χορὸς

χος πλ. β’  γγελικα δυνμεις

θλητικαὶ ἐνστάσεις ἐπὶ τῷ σκάμματι, τυραννικαὶ αἰκίσεις ἐπὶ τοὺς Μάρτυρας, καὶ ἵσταντο χοροὶ τῶν Ἀσωμάτων, βραβεῖα κατέχοντες τῆς νίκης, ἐξέστησαν τυράννους καὶ βασιλεῖς οἱ σοφοὶ καθεῖλον τὸν Βελίαρ ὁμολογίᾳ Χριστοῦ. Ὁ ἐνισχύσας αὐτοὺς Κύριε δόξα σοι.

ὁ β’ χορὸς

Στχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.  

θλητικὸν ἀγῶνα ὑπομείναντες οἱ Ἅγιοι, καὶ βραβεῖα τῆς νίκης παρὰ σοῦ κομισάμενοι, κατήργησαν τὰς ἐπινοίας τῶν παρανόμων, ἐδέξαντο στεφάνους τῆς ἀφθαρσίας, δι' αὐτῶν ὁ Θεὸς σῷσον τὰς ψυχὰς ἡμῶν.  

ὁ α’ χορὸς

Στχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὑτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Τῶν Ἁγίων σου ἡ μνήμη Κύριε, ἀνεδείχθη ὡς Παράδεισος ὁ ἐν Ἐδέμ, ἐν αὐτῇ γὰρ ἀγάλλεται πᾶσα ἡ κτίσις, καὶ παράσχου ἡμῖν, τῇ αὐτῶν παρακλήσει, εἰρήνην καὶ τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

Δξα Πατρὶ... Νεκρσιμον

ν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν, καὶ ἐν χώρᾳ τῶν ζώντων, οὓς προσελάβου Ἰησοῦ, εὐσεβῶς κοιμηθέντας κατάταξον, ὡς εὐδιάλλακτος Θεός, καὶ ἔμπλησον τοῦ ἀνεσπέρου σου φωτός, καὶ τῆς ἐπουρανίου σου χαρᾶς ἀξίωσον.

ὁ α’ χορὸς

Κα νν... Θεοτοκον

τὴν εὐλογημένην καλέσας σου Μητέρα, ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῶ ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις, Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σαφῶς οἰκονομήσας Θεός, δόξα σοι.


τὰ Εὐλογητάρια.

χος πλ. α

ὁ β’ χορὸς

Ελογητς ε, Κριε, δδαξν με τ δικαιματ σου.

Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὓρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας. τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι. ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.

 

ὁ α’ χορὸς

Ελογητς ε, Κριε, δδαξν με τ δικαιματ σου.

πάλαι μέν, (ὁ παλάμῃ) ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ' ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.

ὁ β’ χορὸς

Ελογητς ε, Κριε, δδαξν με τ δικαιματ σου.

Εἰκών εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι. Παραδείσου πάλιν ποιῶν πολίτην με.

ὁ α’ χορὸς

Ελογητς ε, Κριε, δδαξν με τ δικαιματ σου.

νάπαυσον, ὁ Θεὸς τοὺς δούλούς σου, καὶ κατάταξον αὐτοὺς ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τοὺς κεκοιμημένους δούλούς σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα.

ὁ β’ χορὸς

Δξα Πατρί...  Τριαδικν

Τὸ τριλαμπὲς τῆς μιᾶς θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες Ἁγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα. φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.

ὁ α’ χορὸς

Κα νν...

Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι' ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν, διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.

ὁ β’ χορὸς

λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορὸς

λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορὸς

λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

 ὁ α’ χορὸς

Καί ἀνάπαυσον τοὺς δούλους Σου.


ὁ ῾Ιερεύς: ᾽Ελέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.  

ὁ  α’ χορός: Κύριε, ἐλέησον γ´ (χῦμα).

ὁ ῾Ιερεύς: ῎Ετι δεόμεθα ὑπέρ μακαρίας μνήμης καί αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐπ' ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐκ τῶν ἀπ' ἀρχῆς καί μέχρι τῶν ἐσχάτων, καί ὑπέρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καί ἀκούσιον.

ὁ β’ Χορός: Κύριε, ἐλέησον γ´ (χῦμα).

ὁ ῾Ιερεύς: ῞Οπως, Κύριος ὁ Θεός, τάξῃ τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τά ἐλέη τοῦ Θεοῦ, τήν βασιλείαν τῶν οὐρανῶν καί ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν παρά Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καί Θεῷ ἡμῶν αἰτησώμεθα.

ὁ α’ Χορός: Κύριε, ἐλέησον γ´ (χῦμα)...

ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν

ὁ β’  Χορός: Κύριε, ἐλέησον (ἅπαξ.)   

Εἶθ' οὕτως,

ὁ ῾Ιερεύς:

τήν εὐχήν

῾Ο Θεός τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τόν διάβολον καταπατήσας, τόν δέ θάνατον καταργήσας καί ζωήν τῷ κόσμῳ Σου δωρησάμενος, Αὐτός, Κύριε, ἀνάπαυσον καί τάς ψυχάς τῶν κεκοιμημένων δούλων Σου,  βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν καί πάντων τῶν ἀπό περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός· πᾶν ἁμάρτημα τό παρ' αὐτῶν πραχθέν, ἐν λόγῳ ἤ ἔργῳ ἤ διανοίᾳ, ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὅς ζήσεται ἐπί τῆς γῆς καί οὐχ ἁμαρτήσει· Σύ γάρ μόνος ἐκτός ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη Σου δικαιοσύνη εἰς τόν αἰῶνα καί ὁ λόγος Σου ἀλήθεια.
ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α’ Χορός: Κύριε, ἐλέησον  (ἅπαξ).

ὁ ῾Ιερεύς: ῞Οτι Σύ εἶ ἡ ἀνάστασις, ἡ ζωή καί ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστέ ὁ Θεός ἡμῶν καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


 

Καθσματα χος πλ. α'

ὁ β’ χορὸς

μήν.
νάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.

ὁ α’ χορὸς

Δξα Πατρί...

Τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.

ὁ β’ χορὸς

Κα νν...Θεοτοκον

ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ Χριστὲ ὁ Θεός, Υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, λησον μς.


Καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς χῦμα


δ α’  χος πλ. β'

ὁ α’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

ς ν περ πεζεσας

Ψυχῶν πασῶν ὁ Δεσπότης καὶ ποιητής, καὶ κριτὴς καὶ Κύριος, οὗπερ πάντων τῶν ἐν γῇ, ἐν χειρὶ τὰ πέρατα, αὐτός, οὓς μετέστησας πιστοὺς ἐν σοὶ ἀνάπαυσον.

ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

πὲρ παντὸς κοιμηθέντων γένους βροτῶν, ἡλικίας Δέσποτα, ἀξιώματος ὁμοῦ, καὶ μεγέθους, ἅπαντες θερμῶς, δυσωποῦμεν, ὅπως σώσῃς οὓς μετέστησας.

ὁ α’ χορὸς

Δξα Πατρὶ...

Χειρὶ ἀχράντῳ σου Λόγε ὁ ἀπὸ γῆς, πλαστουργήσας μόνος με, καὶ ψυχώσας ὡς Θεός, ζωηρᾷ ἐμπνεύσει σου, αὐτός, οὓς ἐντεῦθεν προσελάβου σῷσον εὔσπλαγχνε.

ὁ β’ χορὸς

Κα νν...Θεοτοκον   

γνὴ Παρθένε τοῦ κόσμου καταφυγή, καὶ στεῤῥὰ ὑπέρμαχε, ἱκεσίαις σου θερμαῖς, ὑπὲρ πάντων πρέσβευε τῶν σέ, κεκτημένων ἐν ἀνάγκαις τεῖχος ἄῤῥηκτον.

 

δ γ'

 ὁ α’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Οκ στιν γιος

σχὺϊ δόξης θεϊκῆς, ὁ τῆς γῆς ἐξ ἐσχάτων, ὡς νεφέλαις ἀνάγων, τῶν πιστῶν πρὸς σὲ ψυχάς, οὓς ἐκ περάτων Χριστέ, προσελάβου δούλους σου ἀνάπαυσον.

ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Σὺ μόνος εἶ ὁ καθιστῶν, βασιλεῖς καὶ δυνάστας, καὶ κριτὰς σὺν τοπάρχαις, ὅθεν πάντων ὡς Θεός, αὐτὸς ἐν κρίσει τῇ σῇ, ῥῦσαι τούτους Σῶτερ τῆς κολάσεως.  

ὁ α’ χορὸς

Δξα Πατρὶ...

πάσης γῆς ὁ ποιητής, σὺν πρεσβύταις παρθένοις, καὶ σὺν νέοις ἐφήβοις, οὓς προσελάβου Χριστέ, τῆς αἰωνίου χαρᾶς, καὶ τρυφῆς σου τούτους καταξίωσον.  

ὁ β’ χορὸς

Κα νν...Θεοτοκον

λπὶς τοῦ κόσμου κραταιά, Δέσποινα Θεοτόκε, μὴ ἀπώσῃ τοὺς πόθῳ, σοὶ προστρέχοντας ἀεί, ἀλλ' ἱκεσίαις ταῖς σαῖς, πάσης ῥῦσαι ζάλης τοὺς τιμῶντάς σε.

ὁ α’ χορὸς

ὁ εἱρμὸς

Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας αὐτούς, ν τ πτρᾳ τς μολογας σου.


Συναπτ μικρ μεθ' ν κφνησις

τι σ ε Θες μν...   

Καθσματα χος πλ. δ’

ὁ β’ χορὸς

Τν Σοφαν κα Λγον

τὰ πάντα ποιήσας νεύματι σῷ, τοὺς ἐν πίστει θανέντας Χριστιανούς, πατέρας προπάτορας, πάππους δὲ καὶ προπάππους τε, ἀδελφοὺς καὶ φίλους, πλουσίους καὶ πένητας, βασιλεῖς καὶ ἄρχοντας, ὁμοῦ καὶ μονάζοντας, ὅπου τῶν Δικαίων καὶ Ἁγίων σου πλήθη, ἁπάντων ἡ οἴκησις, δυσωποῦμεν ἀνάπαυσον, ὡς Θεὸς εὐδιάλλακτος, Δέσποτα Χριστὲ Βασιλεῦ, τῶν πταισμάτων ἄφεσιν παρέχων αὐτοῖς, ὧν ἐξήμαρτον πάντες οἱ δοῦλοί σου.

 

ὁ α’ χορὸς

Δξα Πατρὶ... Κα νν... Θεοτοκον

Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου, σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεὶ με ἐξαίρουσα, ὅθεν ὡς ἐκ μέσης, φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι, Θεοτόκε βοήθει μοι, πρεσβεύουσα Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι, σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.

δ δ' 

ὁ β’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Χριστς μου δναμις

Ποιμαίνων Δέσποτα, ἐν τόπῳ χλόης Σωτήρ, καὶ μετάγων ἐφ' ὕδωρ πάντας πιστούς, τὸ τῆς ἀναπαύσεως, μὴ ἀποπέμψῃς τῆς ἐκεῖ, εὐφροσύνης τοὺς οἰκέτας σου.

ὁ α’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

γγέλων τάγμασιν, αὐτὸς κατάταξον, μοναστῶν σου χορείας ἱεραρχῶν, λειτουργῶν ἁπάντων σου, σοὶ γὰρ ἀνέθεντο ψυχάς, σὺν τοῖς σώμασι φιλάνθρωπε.

ὁ β’ χορὸς

Δξα Πατρὶ...

Σὺ μόνος ἔγνωκας, ὡς πάντων Κύριος, τὰς θανάτου ἐφόδους, μέτρα ζωῆς καὶ τὸ πέρας πάντων βροτῶν, διὸ οἰκτείρησον καὶ νῦν, τοὺς σοὺς δούλους ὑπεράγαθε.

ὁ α’ χορὸς

Κα νν...Θεοτοκον

γίων ἃγιον, Θεὸν κυήσασα, Παναγία Παρθένε θείαις λιταῖς, τοῦτον νῦν δυσώπησον, σκηναῖς Ἁγίων ἐν τρυφῇ...

ὁ β’ χορὸς

...κατατάξαι οὓς μετέστησεν.

δ ε' 

ὁ α’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Τ θεῳ φγγει σου

δοὺ Μαρτύρων θεῖοι χοροί, τάξεις Ἀποστόλων Προφητῶν, καὶ τῶν Δικαίων συστήματα, Σῷτερ σὲ ὑμνοῦντες καθικετεύουσι, τοῦ σῷσαι οὓς περ κόσμου, πάντας προσείληφας.

 

ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Στεῤῥάς σου σάλπιγγος τῇ φωνῇ, ὅταν ἐξανοίγωνται τάφοι νεκρῶν, καὶ γῆ τρέμει φρίττουσα, τότε σὺν προβάτοις ἐκ δεξιῶν σου Χριστέ, κατάταξον σοὺς δούλους, οὓς περ μετέστησας.

ὁ α’ χορὸς

Δξα Πατρί...

νδρῶν τὰ στίφη σὺν γυναιξί, παίδων γηραιῶν ὁμοῦ, πενήτων δούλων πλουσίων τε, τῶν πιστῶς ἐντεῦθεν μετατεθέντων πρὸς σέ, ἀνάπαυσον, καὶ σῷσον ὡς εὐδιάλλακτος.

ὁ β’ χορὸς

Κα νν...Θεοτοκον

Σὲ πάντες Ἄχραντε βοηθόν, ζῶντες καὶ θανόντες εὐσεβῶς, φυλαὶ καὶ γλῶσσαι κεκτήμεθα, ὅθεν τῆς ἐκεῖσε τυχεῖν ἀνέσεως αἰτούμεθα...

ὁ α’ χορὸς

...πρεσβείαις σου ταῖς πρὸς Κύριον.

δ ς' 

ὁ β’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Το βου τν θλασσαν

λάσθητι Δέσποτα, παρακλήθητι Σωτήρ, Καὶ δεῖξόν σου τὸ ἔλεος, δεῖξον σπλάγχνα, καὶ σῷσον ὡς ἀγαθός, τῆς γῆς πάσης ἅπαντας, οὓς πρὸς σὲ μετηγάγου ὡς φιλάνθρωπος.  

ὁ α’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ναμάτων ἐν κλύσμασι, καὶ ἐν ῥείθροις ποταμῶν, καὶ τοὺς ἐξαίφνης θνήξαντας, τοὺς ἐν νάπαις, καὶ ὄρεσι, καὶ ὀπαῖς, τὸν βίον τελέσαντας, μὴ παρίδῃς, ὡς μόνος εὐδιάλλακτος.

ὁ β’ χορὸς

Δξα Πατρὶ...

βλέπων ὡς Κύριος, ἐν θαλάσσῃ, καὶ ἐν γῇ, τοὺς ἐν ἀδήλῳ θνήξαντας, τοὺς πολέμοις καὶ μάχαις καὶ ἐν πληγαῖς, δεινῶς τελευτήσαντας, πάντας οἴκτειρον Σῶτερ, ὡς φιλάνθρωπος.

ὁ α’ χορὸς

Κα νν...Θεοτοκον   

πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτοῖς, τὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην παράσχου τῇ καρδίᾳ μου.

 

ὁ β’ χορὸς

δ ς’

ὁ εἱρμὸς

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι΄Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου, πολυλεε.


Συναπτ μικρά, μεθ' ν κφνησις

Σ γρ ε βασιλες... 

Κοντκιον  χος πλ. δ'

Τοὺς μεταστάντας ἀφ' ἡμῶν ἐκ τῶν προσκαίρων, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν κατασκήνωσον, καὶ μετὰ Δικαίων ἀνάπαυσον, Σῶτερ ἀθάνατε, εἰ γὰρ ὡς ἄνθρωποι ἥμαρτον ἐπὶ γῆς, ἀλλὰ σὺ ὡς ἀναμάρτητος Κύριος, ἄφες αὐτοῖς τὰ ἑκούσια πταίσματα, καὶ τὰ ἀκούσια, μεσιτευούσης τῆς τεκούσης σε Θεοτόκου, ἵνα συμφώνως βοήσωμεν ὑπέρ αὐτῶν, λληλοϊα.

Οκος

Αὐτὸς μόνος ὑπάρχεις ἀθάνατος, ὁ ποιήσας καὶ πλάσας τὸν ἄνθρωπον, οἱ βροτοὶ οὖν ἐκ γῆς διεπλάσθημεν, καὶ εἰς γῆν τὴν αὐτὴν πορευόμεθα, καθὼς ἐκέλευσας ὁ πλάσας με καὶ εἰπὼν μοι, Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ὅπου πάντες βροτοὶ πορευσόμεθα, ἐπιτάφιον θρῆνον ποιοῦντες ᾠδὴν τό, λληλοϊα.

Συναξριον

ΤΚΣΤ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Κάρπου, ἑνὸς τῶν Ἑβδομήκοντα Ἀποστόλων.

Στίχοι

Καρποὺς ἐνεγκών, Κάρπε, δεκτοὺς Κυρίῳ

Φέρεις καθ' ὥραν τὴν τελευτὴν ὡς τρύγην.

Εἰκάδι ἕκτῃ Κάρπος ἀπὸ χθονὸς ἵπτατο μακρῆς.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀλφαίου, καὶ τῶν Ἁγίων Μαρτύρων, Ἀβερκίου καὶ Ἑλένης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνείαν πάντων τῶν ἀπ' αἰῶνος κοιμηθέντων εὐσεβῶς, ἐπ' ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου, οἱ θειότατοι Πατέρες ἐθέσπισαν.

Στίχοι

  • Ἀμνημόνησον πταισμάτων νεκροῖς, Λόγε,
  • Τὰ χρηστὰ νεκρὰ σπλάγχνα σου μὴ δεικνύων.

 

Τὰς τῶν προαναπαυσαμένων ψυχὰς κατάταξον, Δέσποτα Χριστέ, ἐν ταῖς τῶν Δικαίων σου σκηναῖς, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος ἀθάνατος, μήν.


 

βχορὸς

Στίχ. Ανομεν, ελογομεν, προσκυνομεν τν Κριον

 εἱρμὸς ηᾠδῆς

κστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς, ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται, ὃν παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, ες πντας τος αἰῶνας.


ὁ Διάκονος: Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς...

ΤΙΜΙΩΤΕΡΑ

Ἦχος πλ.β’

ὁ α’ χορὸς 

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ.Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν...

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν...

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν...

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν...

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν...

 

ὁ α’ χορός

Εἱρμὸς  θᾠδῆς

 Ἦχος πλ.β’

σπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄσπορος ἡ κύησις. Θεοῦ γὰρ ἡ γέννησις καινοποιεῖ τὰς φύσεις, διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.  

βχορός

Ἦχος ὁ αὐτὸς

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.


Συναπτ μικρά, μεθ' ν κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... 

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

χος γ’

 ὁ α’ χορὸς

ορανν τος στροις

Μνήμην τελοῦντες πάντων, τῶν κοιμηθέντων ἐν Χριστῷ, καὶ τελευταίας ἡμέρας, μνήμην ποιήσωμεν πιστοί, ὑπὲρ ἡμῶν τε κἀκείνων, Χριστὸν ἀεὶ δυσωποῦντες.

ὁ β’ χορὸς

Θεοτοκον

γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τν αωνων βασνων.


ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος πλ.β’  

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

 

Στιχηρ Προσμοια

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ

πεγνωσμνη

Φοβερὸν τὸ τέλος τὸ τοῦ θανάτου, καὶ φρικτὴ ἡ κρίσις ἡ τοῦ Δεσπότου, τὸ πῦρ γὰρ τὸ ἄσβεστον ηὐτρέπισται ἐκεῖσε, σκώληξ ἀκοίμητος κολάζων, καὶ βρυγμὸς τῶν ὀδόντων, σκότος ἐξώτερον ὑπάρχει, καὶ αἰωνία δίκη, διὸ κράξωμεν πρὸς τὸν Σωτῆρα, οὓς ἐξελέξω ἐκ τῶν προσκαίρων ἀνάπαυσον, διὰ τὸ μέγα σου ἔλεος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Πάντες οἱ τῷ βίῳ προστετηκότες, δεῦτε ἐν τοῖς τάφοις ἐξεστηκότες, ἐγκύψατε, ἴδετε τοῦ κόσμου τὴν ἀπάτην, ποῦ νῦν τοῦ σώματος τὸ κάλλος, καὶ ἡ δόξα τοῦ πλούτου; ποῦ δὲ ἡ ἔπαρσις τοῦ βίου; ὄντως μάταια πάντα, διὸ κράξωμεν πρὸς τὸν Σωτῆρα, οὓς ἐξελέξω ἐκ τῶν προσκαίρων ἀνάπαυσον, διὰ τὸ μέγα σου ἔλεος.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Νῦν ἐπὶ τὸν τάφον ὁ ἐπὶ θρόνου, νῦν ὁ ἐν πορφύρᾳ φθορὰν ὑπέδυ, οὐκ ἔτι ἐν θρόνῳ γάρ, ἄλλ' ἐν μνήματι κεῖται, ἴδε, ἐξέλιπε, τὸ βασίλειον κράτος, ἴδε, ὡς ὄναρ, τῶν ἀνθρώπων, παροδεύει ὁ βίος διὸ κράξωμεν πρὸς τὸν Σωτῆρα, οὓς ἐξελέξω ἀνάπαυσον, διὰ τὸ μέγα σου ἔλεος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Πάντας τοὺς ἐνθένδε μετατεθέντας, ἐπὶ αἰωνίου ζωῆς ἐλπίδι, καὶ βίον ἀλλάξαντας παντοίῳ Σῶτερ τρόπῳ, πᾶσαν κατάστασιν καὶ γένος, καὶ πᾶσαν ἡλικίαν, ἄνδρας ὁμοῦ τε καὶ γυναῖκας, καὶ ἀρτίτοκα βρέφη, ὡς φιλάνθρωπος, ἐν κόλποις τάξον, τοῦ Ἀβραάμ τε καὶ ἐν τόποις ἀνέσεως, διὰ τὸ μέγα σου ἔλεος.

ὁ α’ χορὸς

Δξα Πατρί... χος β’

ς ἄνθος μαραίνεται καὶ ὡς ὄναρ παρέρχεται, καὶ διαλύεται πᾶς ἄνθρωπος, πάλιν δὲ ἠχούσης τῆς σάλπιγγος, νεκροὶ ὡς ἐν συσσεισμῷ πάντες ἀναστήσονται, πρός τὴν σὴν ὑπάντησιν Χριστὲ ὁ Θεός, τότε Δέσποτα, οὓς μετέστησας ἐξ ἡμῶν, ἐν ταῖς τῶν Ἁγίων σου κατάταξον σκηναῖς τὰ τούτων ἐγκλήματα παριδὼν ἀγαθέ.

 

ὁ β’ χορὸς

Κα νν... χος πλ.β’

Σὺ εἶ ὁ Θεὸς ἡμῶν ὁ ἐν σοφίᾳ δημιουργήσας τὸ πᾶν, ὁ καὶ τοὺς Προφήτας ἐξαποστείλας ἡμῖν προφητεῦσαί σου τὴν παρουσίαν, καὶ Ἀποστόλους κηρῦξαι σου τὰ μεγαλεῖα, καὶ οἱ μέν, προεφήτευον τὴν ἔλευσίν σου, οἱ δέ, τῷ βαπτίσματι ἐφώτισαν τὰ ἔθνη, Μάρτυρες δὲ ἔτυχον δόξης ἐκ τούτων, καὶ πρεσβεύουσιν ἐκτενῶς σοι τῷ Δεσπότῃ, σὺν τῇ τεκούσῃ σε Μητρί. Ἀνάπαυσον ὁ Θεὸς ψυχάς, ἃς προσελάβου, καὶ ἡμᾶς καταξίωσον τῆς βασιλείας σου, ὁ Σταυρὸν ὑπομείνας δι' ἐμὲ τὸν κατάκριτον, ὁ λυτρωτής μου κα Θες.

Ὁ προεστὼς:

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Ἀναγνώστης χῦμα τὸ

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.


 

Πληρώσωμεν τὴν ἑωθινήν...

Σὸν γὰρ ἐστὶν...

Ες τ πστιχα

Στιχηρ Προσμοια

Ἐκ τῶν τοῦ Θεοφάνους

ὁ α’χορὸς

χος πλ. β’  λην ποθμενοι

χων ἀκατάληπτον, τὴν εἰς ἡμᾶς εὐσπλαγχνίαν καὶ πηγὴν ἀκένωτον, θεϊκῆς χρηστότητος πολυέλεε, τοὺς πρὸς σὲ Δέσποτα, μεταβέβηκας, ἐν γῇ ζώντων κατασκήνωσον, εἰς τὰ σκηνώματα, τὰ ἀγαπητὰ καὶ ποθούμενα, κατάσχεσιν δωρούμενος, τὴν διηνεκῶς διαμένουσαν, σὺ γὰρ ὑπὲρ πάντων, ἐξέχεας τὸ αἷμά σου Χριστέ, καὶ ζωηφόρῳ τιμήματι, κόσμον ἐξηγόρασας.

ὁ β’ χορὸς

Στχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου Κύριε καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

Νέκρωσιν ὑπέμεινας, ζωοποιὸν ἑκουσίως, καὶ ζωὴν ἐπήγασας, καὶ τρυφὴν ἀΐδιον, πιστοῖς δέδωκας, θεϊκῇ Δέσποτα, εὐσπλαγχνίᾳ μόνε, πανοικτίρμον ἀναμάρτητε ἐν ᾗ δεόμεθα, τοὺς κεκοιμημένους κατάταξον, ἐλπίδι ἀναστάσεως, λύσιν τῶν πταισμάτων δωρούμενος, ἵνα διὰ πάντων ὑμνῆταί σου τὸ ὄνομα Χριστέ, καὶ σεσωσμένοι δοξάζωμεν, τὴν φιλανθρωπίαν σου.

ὁ α’ χορὸς 

Στχ. Αἱ ψυχαὶ αὐτῶν, ἐν ἀγαθοῖς αὐλισθήσονται.  

Ζώντων κυριεύοντα, θεαρχικῇ ἐξουσίᾳ, καὶ νεκρῶν δεσπόζοντα, σὲ Χριστὲ γινώσκοντες ἱκετεύομεν, τοὺς πιστοὺς δούλους σου, τοὺς πρὸς σὲ τὸν μόνον, εὐεργέτην ἐκδημήσαντας, αὐτὸς ἀνάπαυσον, σὺν τοῖς ἐκλεκτοῖς σου φιλάνθρωπε, ἐν τόπῳ ἀναψύξεως, ἐν ταῖς τῶν Ἁγίων λαμπρότησι, θελητὴς ἐλέους, ὑπάρχεις γὰρ καὶ σῴζεις ὡς Θεός, οὓς κατ’ εἰκόνα σου ἔπλασας, μόνε πολυέλεε.

ὁ β’ χορὸς

Δξα Πατρί... χος πλ. β’

λγος τῷ Ἀδὰμ ἐχρημάτισεν, ἡ τοῦ ξύλου ἀπόγευσις πάλαι ἐν Ἐδέμ, ὅτε ὄφις ἰὸν ἐξηρεύξατο, δι’ αὐτοῦ γὰρ εἰσῆλθεν ὁ θάνατος, παγγενῆ κατεσθίων τὸν ἄνθρωπον, ἄλλ’ ἐλθὼν ὁ Δεσπότης, καθεῖλε τὸν δράκοντα, καὶ ἀνάστασιν ἡμῖν ἐδωρήσατο, πρὸς αὐτὸν οὖν βοήσωμεν, Φεῖσαι Σωτήρ, καὶ οὓς προσελάβου, μετὰ τῶν ἐκλεκτῶν σου ἀνάπαυσον, ὡς φιλάνθρωπος.

 

ὁ α’ χορὸς 

Κα νν... Θεοτοκον

Ὅλην ἀποθέμενοι

φθης ἐνδιαίτημα, θεοπρεπὲς Παναγία, καὶ Θεὸν ἐχώρησας, καὶ Θεὸν ἐγέννησας ἀπειρόγαμε, καὶ βροτοῖς ὁρώμενον, ἐν δυσὶν οὐσίαις, ἐν μιᾷ δὲ ὑποστάσει ἁγνή, αὐτὸν δυσώπησον, τὸν μονογενῆ καὶ πρωτότοκον, τὸν σὲ παρθένον ἄμωμον καὶ μετὰ τὸν τόκον φυλάξαντα, ψυχὰς ἀναπαῦσαι, τῶν πίστει κοιμηθέντων ἐν φωτί, ἐν ἀκηράτῳ φαιδρότητι, καὶ μακαριτητι.

 

ὁ Προεστώς: Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε, τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

 

Μεθ’ , Τρισγιον. Παναγα Τρις, Πτερ μν, τι σο στιν.

πολυτκιον

 ὁ α’ χορὸς

 χος πλ. δ’

βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων, μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου, ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

ὁ β’ χορὸς

Δξα Πατρί...

ν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

ὁ α’ χορὸς

Κα νν... Θεοτοκον

Σὲ καὶ τεῖχος καὶ λιμένα ἔχομεν, καὶ πρέσβιν εὐπρόσδεκτον, πρός, ὃν ἔτεκες Θεόν, Θεοτόκε ἀνύμφευτε, τν πιστν σωτηρα.


 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ παρόντα

ΑΝΤΙΦΩΝΑ

ντφωνον α’

χος β’

Στχ. α'. γαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

ὁ α’ χορὸς

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 

Στχ. β'. Τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

ὁ β’χορὸς

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

 

Στχ. γ'. τι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

ὁ α’ χορὸς

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Δξα Πατρί... Κα νν...

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

ντφωνον β’

Στίχ. α´. Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.

βχορός

Πρεσβείαις τῶν Ἁγίων σου, σῶσον ἡμᾶς Κύριε.

 

Στίχ. β´. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

αχορός

Πρεσβείαις τῶν Ἁγίων σου, σῶσον ἡμᾶς Κύριε.

 

Στίχ.  γ´. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν.

βχορός

Πρεσβείαις τῶν Ἁγίων σου, σῶσον ἡμᾶς Κύριε.

 

αχορὸς

Δξα Πατρὶ...

βχορὸς

Κα νν...

μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

ντφωνον γ

Στχ. α'. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.

ὁ α’ χορὸς

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.

 

Στχ. β'. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ, ὅτι Θεὸς μέγας, Κύριος καὶ Βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.

ὁ β’ χορὸς

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός...

 

Στχ. γ'. τι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν, ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν, καὶ τὴν ξηράν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.

ὁ α’ χορὸς

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός...

ΕΙΣΟΔΟΣ

ὁ α’ χορὸς

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελῆται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός...

ὁ β’χορὸς

...ψάλλοντάς σοι΄ λληλούϊα.

ὁ α’ χορὸς

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελῆται συλλείτουργον) 

χος πλ. δ’

βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων, μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου, ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν. 

ὁ β’ χορὸς

Τοῦ Ναοῦ  

ὁ α’ χορὸς

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελῆται συλλείτουργον) 

Κοντκιον  χος πλ. δ' ( ἐκ τοῦ Γα κατὰ τριφωνίαν)

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, λλ ζω τελετητος.


Τρισάγιον


᾽Απόστολος

Προκείμενον Ἦχος πλ. β'

Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Στχ. Πρὸς σὲ Κύριε κεκράξομαι ὁ Θεὸς μου.

Πρὸς Θεσσαλονικεῖς Α’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

δελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν περὶ τῶν κεκοιμημένων, ἵνα μή λυπῆσθε καθώς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεός τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας, ὅτι αὐτὸς ὁ Κύριος, ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ, καταβήσεται ἀπ' οὐρανοῦ καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.

ὁ Ἱερεύς: Εἰρήνη σοι.

λληλοϊα  χος πλ.β’

Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου.

Στχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.


Εὐαγγέλιον

 Κατὰ Ἰωάννην (ΚΑ’,15-25)

Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, καὶ λέγει τῷ Σίμωνι Πέτρῳ, Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ, Ναὶ Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ, Βόσκε τὰ ἀρνία μου. λέγει αὐτῷ πάλιν δεύτερον, Σίμων Ἰωνᾶ ἀγαπᾷς με; Λέγει αὐτῷ, Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ, Ποίμαινε τὰ πρόβατά μου. λέγει αὐτῷ τὸ τρίτον, Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος, ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με; καὶ εἶπεν αὐτῷ, Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ Ἰησοῦς, Βόσκε τὰ πρόβατά μου. ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες, ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπών, λέγει αὐτῷ, Ἀκολούθει μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς, ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνω ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε, Κύριε, τίς ἐστιν ὁ παραδιδοὺς σε; τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Κύριε, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ Ἰησοῦς. Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τὶ πρὸς σέ; σύ μοι ἀκολούθει μοι. Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφούς. Ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει, καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνήσκει' ἀλλ' ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων , καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς ἐστὶν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ' ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. μν.

ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.


Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου


 Ες τ, ξαιρτως

αχορός

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.


Κοινωνικν

ὁ β’ χορὸς

Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε, καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. λληλούϊα.

 

ντ το «Εἴδομεν τὸ φῶς...» λγεται τ,

ὁ α’ χορὸς

χος πλ. δ’

βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων, μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου, ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θε μν.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

καὶ ψάλλονται τά παρόντα Τροπάρια·

χος δ'

ὁ α’ χορὸς

Μετὰ πνευμάτων δικαίων, τετελειωμένων, τὰς ψυχὰς τῶν δούλων σου, Σῶτερ ἀνάπαυσον, φυλάττων αὐτάς, εἰς τὴν μακαρίαν ζωήν, τὴν παρὰ σοὶ φιλάνθρωπε.

ὁ β’ χορὸς

Εἰς τὴν κατάπαυσίν σου Κύριε, ὅπου πάντες οἱ ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον τὰς ψυχὰς τῶν δούλων σου, ὅτι μόνος ὑπάρχεις ἀθάνατος.

ὁ α’ χορὸς 

Δξα Πατρί...

Σὺ εἶ ὁ Θεὸς ἡμῶν ὁ καταβὰς εἰς Ἅδην καὶ τὰς ὀδύνας λύσας τῶν πεπεδημένων, αὐτὸς καὶ τὰς ψυχὰς τῶν δούλων σου Σῶτερ ἀνάπαυσον.

ὁ β’ χορὸς

Κα νν... Θεοτοκον

μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεὸν ἀσπόρως κυήσασα, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

τελεῖται δὲ τό μνημόσυνον τῶν κεκοιμημένων ὡς ἑξῆς:  

ὁ Διάκονος: ᾽Ελέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.

ὁ  α’ χορός: Κύριε, ἐλέησον γ´ (χῦμα).

ὁ Διάκονος: ῎Ετι δεόμεθα ὑπέρ μακαρίας μνήμης καί αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐπ' ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐκ τῶν ἀπ' ἀρχῆς καί μέχρι τῶν ἐσχάτων, καί ὑπέρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καί ἀκούσιον.

ὁ β’ Χορός: Κύριε, ἐλέησον γ´ (χῦμα).

ὁ Διάκονος: ῞Οπως, Κύριος ὁ Θεός, τάξῃ τάς ψυχάς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τά ἐλέη τοῦ Θεοῦ, τήν βασιλείαν τῶν οὐρανῶν καί ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν παρά Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καί Θεῷ ἡμῶν αἰτησώμεθα.

ὁ α’ Χορός: Κύριε, ἐλέησον γ´ (χῦμα).
ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
ὁ β’  Χορός: Κύριε, ἐλέησον (ἅπαξ). Εἶθ' οὕτως,
ὁ ῾Ιερεύς:

τήν εὐχήν

῾Ο Θεός τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τόν διάβολον καταπατήσας, τόν δέ θάνατον καταργήσας καί ζωήν τῷ κόσμῳ Σου δωρησάμενος,  Αὐτός, Κύριε, ἀνάπαυσον καί τάς ψυχάς τῶν κεκοιμημένων δούλων Σου, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν καί πάντων τῶν ἀπό περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός· πᾶν ἁμάρτημα τό παρ' αὐτῶν πραχθέν, ἐν λόγῳ ἤ ἔργῳ ἤ διανοίᾳ, ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὅς ζήσεται ἐπί τῆς γῆς καί οὐχ ἁμαρτήσει· Σύ γάρ μόνος ἐκτός ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη Σου δικαιοσύνη εἰς τόν αἰῶνα καί ὁ λόγος Σου ἀλήθεια.
ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.


ὁ α’ Χορός: Κύριε, ἐλέησον (ἅπαξ).

ὁ ῾Ιερεύς: ῞Οτι Σύ εἶ ἡ ἀνάστασις, ἡ ζωή καί ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστέ ὁ Θεός ἡμῶν καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

οἱ Χοροί ἐναλλάξ: Αἰωνία ἡ μνήμη. (ἐκ τρίτου).

Εἶτα·

Ἀπόλυσις ἡ νεκρώσιμος