26 ΜΑΡΤΙΟΥ 2023

ΕΣΠΕΡΙΝΟΣ ΑΠΟΔΟΣΕΩΣ ΕΟΡΤΗΣ ΕΥΑΓΓΕΛΙΣΜΟΥ

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (25/03/23)


ὁ Ἱερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: μήν.

ναγνστης:

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.
  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά.
  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      
  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
  • Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
  • Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
  • Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
  • Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

 

Δξα Πατρί... Κα νν ...

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').

ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

 

ὁ διάκονος:

  • ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
  • ὁ α’ χορός: Κύριε ἐλέησον....
  • Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
  • Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
  • Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (το δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
  • Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
  • Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
  • Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
  • Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
  • α χορς: Σοὶ Κύριε.

τι πρπει σοι, πσα δξα, τιμ κα προσκνησις, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τοὺς αἰῶνας τῶν αἰώνων.

α χορς: μήν.

Καὶ εὐθὺς στιχολογοῦμεν τὸ Α’ Κάθισμα τοῦ Ψαλτηρίου.

(Μακάριος ἀνήρ...)

Συναπτή μικρά.

ὁ α’ χορός

Ἦχος πλ.δ’.  Ψαλμς ρμ’ (140)

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

 

ὁ β’ χορός

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

σπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν, ὅτι ηὐδόκησας, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.

ὁ β’ χορός

Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.

Κύριε, Κύριε, μὴ ἀποῤῥίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλὰ εὐδόκησον, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.

ὁ α’ χορός

Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Χαῖρε Σιὼν ἁγία, Μήτηρ τῶν Ἐκκλησιῶν, Θεοῦ κατοικητήριον, σὺ γὰρ ἐδέξω πρώτη, ἄφεσιν ἁμαρτιῶν, διά τῆς Ἀναστάσεως.

ὁ β’ χορός

Στίχ.  Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

ἐκ Θεοῦ Πατρὸς Λόγος, πρὸ τῶν αἰώνων γεννηθείς, ἐπ' ἐσχάτων δὲ τῶν χρόνων, ὁ αὐτὸς ἐκ τῆς Ἀπειρογάμου σαρκωθείς, βουλήσει σταύρωσιν θανάτου ὑπέμεινε, καὶ τὸν πάλαι νεκρωθέντα ἄνθρωπον ἔσωσε, διὰ τῆς ἑαυτοῦ Ἀναστάσεως.

Στιχηρ Προσμοια τς ορτς γ’

ὁ α’ χορὸς

λην ποθμενοι

Στίχ. ὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Βουλὴν προαιώνιον, ἀποκαλύπτων σοι Κόρη, Γαβριὴλ ἐφέστηκε, σὲ κατασπαζόμενος, καὶ φθεγγόμενος΄ Χαῖρε γῆ ἄσπορε, χαῖρε βᾶτε ἄφλεκτε, χαῖρε βάθος δυσθεώρητον, χαῖρε ἡ γέφυρα, πρὸς τοὺς οὐρανοὺς ἡ μετάγουσα, καὶ κλῖμαξ ἡ μετάρσιος, ἣν ὁ Ἰακὼβ ἐθεάσατο, χαῖρε θεία στάμνε τοῦ Μάννα, χαῖρε λύσις τῆς ἀρᾶς, χαῖρε Ἀδάμ ἡ ἀνάκλησις, μετὰ σοῦ ὁ Κύριος.

 

ὁ β’ χορὸς

Στίχ. νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Φαίνῃ μοι ὡς ἄνθρωπος, φησὶν ἡ ἄφθορος Κόρη, πρὸς τὸν Ἀρχιστράτηγον, καὶ πῶς φθέγγῃ ῥήματα ὑπὲρ ἄνθρωπον, μετ' ἐμοῦ ἔφης γάρ, τὸν Θεὸν ἔσεσθαι, καὶ σκηνώσειν ἐν τῇ μήτρᾳ μου, καὶ πῶς γενήσομαι, λέγε μοι χωρίον εὐρύχωρον, καὶ τόπος ἁγιάσματος, τοῦ τοῖς Χερουβεὶμ ἐπιβαίνοντος; Μὴ με δελεάσῃς ἀπάτῃ, οὐ γὰρ ἔγνων ἡδονήν, γάμου ὑπάρχω ἀμύητος, πῶς οὖν παῖδα τέξομαι! 

ὁ α’ χορὸς

Στίχ. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Θεὸς ὅπου βούλεται, νικᾶται φύσεως τάξις, φησὶν ὁ Ἀσώματος, καὶ τὰ ὑπὲρ ἄνθρωπον διαπράττεται. Τοῖς ἐμοῖς πίστευε, ἀληθέσι ῥήμασι, Παναγία ὑπεράμωμε. Ἡ δὲ ἐβόησε, Γένοιτό μοι νῦν ὡς τὸ ῥῆμά σου, καὶ τέξομαι τὸν ἄσαρκον, σάρκα ἐξ ἐμοῦ δανεισάμενον, ὅπως ἀναγάγῃ τὸν ἄνθρωπον, ὡς μόνος δυνατός, εἰς τὸ ἀρχαῖον ἀξίωμα, διὰ τῆς συγκράσεως.

Στιχηρ Προσμοια το ρχαγγλου γ’

ὁ β’ χορὸς

 χος α’

Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις' καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Πανεφημοι Μρτυρες

Γαβριὴλ ὁ μέγιστος νοῦς, ὁ θεοειδέστατος, ὁ φωταυγὴς καὶ οὐράνιος, φῶς τὸ Τρισήλιον, καθορῶν καὶ βλέπων, σὺν ταῖς ἄνω τάξεσι, τὸ θεῖον καὶ φρικῶδες μυστήριον, εὐηγγελίσατο, τῇ Παρθένῳ ἀφικόμενος, καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Τὸ μέγα μυστήριον τὸ πρίν, τοὶς Ἀγγέλοις ἄγνωστον, καὶ πρὸ αἰώνων ἀπόκρυφον, μόνος πεπίστευσαι, Γαβριὴλ καὶ τοῦτο, τῇ μόνῃ τεθάῤῥηκας, Ἁγνὴ εἰς Ναζαρέτ ἀφικόμενος, μεθ' ἧς ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

Στίχ. τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα.

Φωτὸς ὢν ἀνάπλεως ἀεί, καὶ ποιῶν τὸ θέλημα, καὶ ἐκτελῶν τὰ προστάγματα, τοῦ Παντοκράτορος, Ἀρχηγὲ Ἀγγέλων, Γαβριὴλ πανάριστε, τοὺς πόθῳ σε τιμῶντας περίσῳζε, ἀεὶ αἰτούμενος, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ὁ α’ χορὸς

χος πλ. β’ωννου Μοναχο

Δξα Πατρὶ...

πεστάλη ἐξ οὐρανοῦ Γαβριὴλ ὁ Ἀρχάγγελος, εὐαγγελίσασθαι τῇ Παρθένῳ τὴν σύλληψιν, καὶ ἐλθὼν εἰς Ναζαρέτ, ἐλογίζετο ἐν ἑαυτῷ τὸ θαῦμα ἐκπληττόμενος, ὅτι πῶς ὁ ἐν ὑψίστοις ἀκατάληπτος ὢν, ἐκ Παρθένου τίκτεται! ὁ ἔχων θρόνον οὐρανόν, καὶ ὑποπόδιον τὴν γῆν, ἐν μήτρᾳ χωρεῖται γυναικός! ᾧ τὰ Ἑξαπτέρυγα καὶ Πολυόμματα, ἀτενίσαι οὐ δύνανται, λόγῳ μόνῳ ἐκ ταύτης σαρκωθῆναι ηὐδόκησε! Θεοῦ ἐστι Λόγος ὁ παρών. Τὶ οὖν ἵσταμαι, καὶ οὐ λέγω τῇ Κόρῃ; Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, χαῖρε Ἁγνὴ Παρθένε, χαῖρε Νύμφη ἀνύμφευτε, χαῖρε Μήτηρ τῆς ζωῆς, εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.  

ὁ β’ χορός

Κα νν... Θεοτοκίον ἦχος πλ.δ’

Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν, διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εσοδος.

Σοφα ρθοί !

χος β'

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάρκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

σπρας Προκεμενον

ὁ α’ χορός

χος β'

Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

ὁ β’ χορός

Στίχ.Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.

Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

ὁ α’ χορός

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

 

 

Ὁ διάκονος:       

  • Εἴπωμεν πάντες ἐξ ὅλης της ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
  • Κύριε ἐλέησον (ἅπαξ).
  • Κύριε παντοκράτορ ὁ Θεός τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
  • Κύριε ἐλέησον (ἅπαξ).
  • Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
  • Κύριε ἐλέησον (ἐκ τρίτου).
  • Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).
  • Κύριε ἐλέησον (ἐκ τρίτου).
  • Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν , καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
  • Κύριε ἐλέησον (ἐκ τρίτου).
  • Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων του Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
  • Κύριε ἐλέησον (ἐκ τρίτου)
  • Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
  • Κύριε ἐλέησον (ἐκ τρίτου)
  • Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.
  • Κύριε ἐλέησον (ἅπαξ)

τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Προεστὼς ἢ ὁ ναγνστης:

μήν. Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μν.

 

Ὁ διάκονος:        

  • Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
  • Κύριε ἐλέησον.
  • ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.                                                                                                                                                                                                                                           
  • Κύριε ἐλέησον.
  • Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • γγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα των ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.       
  • Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • Χριστιανὰ τὰ τέλη της ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
  • Σοὶ Κύριε.

 

τι γαθς κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τοὺς αἰῶνας των αἰώνων.

Χορς: μήν.

 

Εἰρήνη πᾶσι.

Καὶ τῷ πνεύματί σου.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Σοί, Κύριε.

 

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου. Σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ, οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας; οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος, καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν, οὓς διαφύλαξον ἐν παντὶ καιρῷ, καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα, ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργείας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν.

 

Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


πστιχα

Στιχηρ Ἀναστάσιμα

Ἦχος πλ.δ’

  ὁ β’ χορός

μήν. νῆλθες ἐπὶ Σταυροῦ, Ἰησοῦ, ὁ καταβὰς ἐξ οὐρανοῦ΄ ἦλθες ἐπὶ θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, πρὸς τοὺς ἐν σκότει, τὸ φῶς τὸ ἀληθινόν, πρὸς τοὺς πεσόντας, ἡ πάντων Ἀνάστασις, ὁ φωτισμός, καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι.

  ὁ α’ χορός

Στίχ. Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.

Χριστὸν δοξολογήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν, ψυχὴν καὶ σῶμα γὰρ ἀναλαβών, τῷ πάθει ἀπ' ἀλλήλων διέτεμε, τῆς ἀχράντου μὲν ψυχῆς ἐν Ἅδῃ κατελθούσης, ὅν καὶ ἐσκύλευσε, τάφῳ δὲ διαφθορὰν οὐκ οἶδε τὸ ἅγιον σῶμα, τοῦ Λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν.

 

βχορός

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Ψαλμοῖς καὶ ὕμνοις δοξολογοῦμεν Χριστέ, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δι' ἧς ἡμᾶς ἠλευθέρωσας, τῆς τυραννίδος τοῦ ᾍδου, καὶ ὡς Θεὸς ἐδωρήσω,  ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

 ὁ α’ χορός

Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν.

Δέσποτα τῶν ἁπάντων, ἀκατάληπτε Ποιητὰ οὐρανοῦ καὶ γῆς, διὰ Σταυροῦ παθών, ἐμοὶ ἀπάθειαν ἐπήγασας, ταφὴν δὲ καταδεξάμενος, καὶ ἀναστὰς ἐν δόξῃ, συνανέστησας τὸν Ἀδὰμ χειρὶ παντοδυνάμῳ. Δόξα τῇ σῇ τριημέρῳ Ἐγέρσει, δι' ἧς δεδώρησαι ἡμῖν, τὴν αἰώνιον ζωήν, καὶ ἱλασμὸν ἁμαρτιῶν, ὡς μόνος εὔσπλαγχνος.  

βχορός

Δξα Πατρί... χος αὐτὸς

ὁ α’ χορός

Κα νν...

ὁ β’ χορός

Ἰωάννου Μοναχοῦ

Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ· ὁ γὰρ τοῦ Πατρὸς συναΐδιος καὶ συνάναρχος καὶ σύνθρονος Υἱός, οἶκτον λαβὼν καὶ φιλάνθρωπον ἔλεον, ἑαυτόν καθῆκεν εἰς κένωσιν κατ' εὐδοκίαν καὶ βούλησιν Πατρικήν, καὶ μήτραν ᾤκησε Παρθενικήν, προαγνισθεῖσαν τῷ Πνεύματι. Ὢ τοῦ θαύματος! ὁ Θεὸς ἐν ἀνθρώποις, ὁ ἀχώρητος ἐν μήτρᾳ, ὁ ἄχρονος ἐν χρόνῳ, καὶ τὸ παράδοξον, ὅτι καὶ ἡ σύλληψις ἄσπορος, καὶ ἡ κένωσις ἄφραστος, καὶ τὸ μυστήριον ὅσον! Ὁ Θεὸς γὰρ κενοῦται, καὶ σαρκοῦται καὶ πλάττεται, Ἀγγέλου πρὸς τὴν Ἁγνήν, τὴν σύλληψιν λέξαντος· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.

 

ὁ προεστὼς: Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων των λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

 

 

ναγνστης: γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ').

Δξα Πατρὶ... Κα νν...

  • Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
  • Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
  • Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
  • γιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δξα Πατρί... Κα νν...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

 

ὁ ἱερεύς:

τι σοῦ στν βασιλεα κα δναμις κα δξα τοῦ Πατρς κα τοῦ Υο κα τοῦ γου Πνεματος, νν κα ε κα ες τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός

Ἀπολυτίκιον ἀναστάσιμον. Ἦχος πλ.δ’

μήν. ξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν· ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι. 

ὁ β’ χορός

Δόξα Πατρί...τῆς Ἑορτῆς Ἦχος δ’

Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ' αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. Διὸ σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.  

ὁ α’ χορός

Καὶ νῦν...

Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον…

 

πόλυσις 

«῾Ο δι’ ἡμᾶς τούς ἀνθρώπους καί διά τήν ἡμετέραν σωτηρίαν ἐκ Πνεύματος ῾Αγίου καί Μαρίας τῆς Παρθένου σαρκωθῆναι καταδεξάμενος καὶ ἀναστάς ἐκ νεκρῶν Χριστός ὁ ἀληθινός Θεός ἡμῶν...»

 

26 ΜΑΡΤΙΟΥ 2023

ΚΥΡΙΑΚΗ Δ’ ΝΗΣΤΕΙΩΝ

ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΕΥΑΓΓΕΛΙΣΜΟΥ

(Κατὰ τὴν Τάξιν τῆς Ἐπετηρίδος τοῦ Οἰκουμενικοῦ Πατριαρχείου)

῏Ηχος πλ. δ´ – ῾Εωθινόν Η´


 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον...

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα...   

ὁ α’ χορὸς

χος πλ.δ’

μήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ. α’. ξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 

ὁ α’ χορὸς

Στχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωςάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...

ὁ β’ χορὸς

Στχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 

ὁ α’ χορός

Ἀπολυτίκιον. Ἦχος πλ.δ

ξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν· ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

ὁ β’ χορός

Δόξα Πατρί...τῆς Ἑορτῆς Ἦχος δ’

Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ κεφάλαιον, καὶ τοῦ ἀπ' αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. Διὸ σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.  

ὁ α’ χορός

Καὶ νῦν...Θεοτοκίον

Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον…


 

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος... 

ΚΑΘΙΣΜΑΤΑ

 

Μετὰ τὴν α Στιχολογίαν

ὁ α’ χορός

Ἦχος πλ. δ.

νέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς Γυναιξὶν ἐβόα· Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε, κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

ὁ β’ χορός

Δόξα Πατρί... Τὴν σοφίαν καὶ Λόγον

ναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας Γυναιξί, κηρῦξαι τὴν ἔγερσιν, Ἀποστόλοις ὡς γέγραπται· καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο, ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενα, καὶ πιστεύσας ἐβόησε· Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σῴζεις ἅπαντας Σωτὴρ ἡμῶν, τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα.   

ὁ α’ χορὸς

Κα νν...Ἦχος α

 Τὸν τάφον σου Σωτὴρ

μέγας Στρατηγός, τῶν ἀΰλων ταγμάτων, εἰς πόλιν Ναζαρέτ, ἐπιστὰς Βασιλέα, μηνύει σοι Ἄχραντε, τῶν αἰώνων καὶ Κύριον, Χαῖρε, λέγων σοι, Εὐλογημένη Μαρία, ἀκατάληπτον, καὶ ἀνερμήνευτον θαῦμα, βροτῶν ἡ ἀνάκλησις.

Μετὰ τὴν β Στιχολογίαν, ἕτερα

ὁ β’ χορός

νθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο τοῖς Μαθηταῖς σου ἐν Σιών, Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι.

ὁ α’ χορός

Δόξα Πατρί...

Τὰ μύρα τῆς ταφῆς, αἱ Γυναῖκες κομίσασαι, φωνῆς Ἀγγελικῆς, ἐκ τοῦ τάφου ἤκουον· Παύσασθε τῶν δακρύων, καὶ ἀντὶ λύπης χαρὰν κομίσασθε, κράξατε ἀνυμνοῦσαι, ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῷσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

 

ὁ β’ χορὸς

Καὶ νῦν... Ἦχος γ. Τὴν ὡραιότητα

Σήμερον ἅπασα κτίσις ἀγάλλεται, ὅτι τὸ χαῖρε σοι φωνεῖ Ἀρχάγγελος, εὐλογημένη σὺ Σεμνή, καὶ Ἄχραντε πανάμωμε, Σήμερον τοῦ ὄφεως, ἀμαυροῦται τὸ φρύαγμα, ἀρᾶς γὰρ διαλέλυται, τοῦ Προπάτορος σύνδεσμος, Διὸ καὶ κατὰ πάντα βοῶμέν σοι, Χαῖρε ἡ Κεχαριτωμένη.


Τὰ ἀναστάσιμα εὐλογητάρια.

ὁ α’ χορός

χος πλ. α

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.

ὁ β’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου,

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

ὁ β’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Δξα Πατρὶ... Τριαδικν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

ὁ β’ χορός

Κα νν... Θεοτοκον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

 

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δξα σοι Θες.


Συναπτ μικρ κα  κφνησις

 Ὅτι ηλγητα σου...

Ἡ Ὑπακοή. Ἦχος πλ. δ’.

Αἱ Μυροφόροι τοῦ Ζωοδότου ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον, καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον· ὅτι ἀνέστη Χριστὸς ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ΑΝΑΒΑΘΜΟΙ

Ἀντίφωνον Α

ὁ α’ χορός

κ νεότητός μου ὁ ἐχθρός με πειράζει, ταῖς ἡδοναῖς φλέγει με, ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε τροποῦμαι τοῦτον.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτος, συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων.

ὁ α’ χορός
Δόξα Πατρί... Καὶ νῦν...

γίῳ Πνεύματι, τὸ ζῇν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας, σὺν Πατρὶ ὑμνοῦμεν αὐτῷ καὶ τῷ Λόγῳ.

Ἀντίφωνον Β

ὁ β’ χορός

καρδία μου τῷ φόβῳ σου σκεπέσθω, ταπεινοφρονοῦσα, μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον.

ὁ α’ χορός

πὶ τὸν Κύριον ὁ ἐσχηκὼς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα κρινεῖ καὶ κολάσει.

ὁ β’ χορός

Δόξα Πατρί... Καὶ νῦν...

γίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν μέλπων, εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον.

 

Ἀντίφωνον Γ

ὁ α’ χορός

κέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ᾄρῃς με, ἀπὸ τῶν ἐνθένδε.

ὁ β’ χορός

πὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἡ γέρα τῶν βεβιωμένων.

ὁ α’ χορός

Δόξα Πατρί... Καὶ νῦν...

γίῳ Πνεύματι, θεολογία μονὰς τρισαγία ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως, καὶ τὸ Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν.

Ἀντίφωνον Δ

ὁ β’ χορός

δοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν.

ὁ α’ χορός

Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν.

ὁ β’ χορός

Δόξα Πατρί... Καὶ νῦν...

γίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως΄ Θεὸς τοῦτο γάρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως.

Προκείμενον

ὁ α’ χορός

Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν.

ὁ β’ χορός

Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν.

ὁ α’ χορός

Στίχ. Αἴνει ἡ ψυχή μου τὸν Κύριον.

Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών…

ὁ β’ χορός

εἰς γενεὰν καὶ γενεάν.


 ΕΙΔΗΣΙΣ

Κατὰ τὸ ἰσχῦον Τυπικὸν Γεωργίου Βιολάκη τὸ Ἑωθινὸν Εὐαγγέλιον λέγεται μετὰ τοὺς κανόνας καὶ τὴν η’ ᾠδὴν τῶν κατα­βασιῶν. Ἐνταῦθα δέ, ὅπου τηρεῖται ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου μετὰ τοὺς ἀναβαθμούς.


 

ΚΑΝΟΝΕΣ

ὁ Ἀναστάσιμος εἰς δ´

ὁ α’ χορός

ᾠδὴ α’.
Ἦχος πλ. δ’. Ὁ Εἱρμός.

ρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Τὴν παντοδύναμον Χριστοῦ θεότητα, πῶς μὴ θαυμάσωμεν, ἐκ μὲν παθῶν πᾶσι, τοῖς πιστοῖς ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν, ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον στάζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

ς εὐπρεπὴς ταῖς Γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου σύμβολα, ἀΰλου καθαρότητος, τῇ μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς ἀναστάσεως, κράζει· Ἐξηγέρθη ὁ Κύριος.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρθένε, διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν. 

Κανὼν τς ορτς

ο κροστιχς, κατὰ Ἀλφάβητον.

Ποίημα Ἰωάννου Μοναχοῦ

ᾠδὴ α Ἦχος δ

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀνοίξω τὸ στόμα μου

δέτω σοι Δέσποινα, κινῶν τὴν λύραν τοῦ Πνεύματος, Δαυΐδ ὁ Προπάτωρ σου, Ἄκουσον θύγατερ, τὴν χαρμόσυνον, φωνὴν τὴν τοῦ Ἀγγέλου, χαρὰν γὰρ μηνύει σοι, τὴν ἀνεκλάλητον.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Βοῶ σοι γηθόμενος, κλῖνον τὸ οὖς σου καὶ πρόσχες μοι, Θεοῦ καταγγέλλοντι, σύλληψιν ἄσπορον, εὗρες χάριν γάρ, ἐνώπιον Κυρίου, ἣν εὗρεν οὐδέποτε, ἄλλη τις Πάναγνε.

 

ὁ α’ χορός

Δόξα Πατρὶ...

Γνωσθήτω μοι Ἄγγελε, τῶν σῶν ῥημάτων ἡ δύναμις, πῶς ἔσται ὃ εἴρηκας; λέγει σαφέστατα, πῶς συλλήψομαι, Παρθένος οὖσα Κόρη; πῶς δὲ καὶ γενήσομαι, Μήτηρ τοῦ Κτίστου μου;

ὁ β’ χορός

Καὶ νῦν...

Δολίως με φθέγγεσθαι, διαλογίζῃ ὡς ἔοικε, καὶ χαίρω θεώμενος, τὴν σὴν ἀσφάλειαν, θάρσει Δέσποινα, Θεοῦ γὰρ βουλομένου, ῥαδίως περαίνεται, καὶ τὰ παράδοξα.

ᾠδὴ γ’.
Ἦχος πλ. δ’. Ὁ Εἱρμός.

ὁ α’ χορός

στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρωπε.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει τῆς ἁμαρτίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδικαίωσε Χριστέ, αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Τῆς ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ αὐτοῦ θεότητι, τὸν ἰσχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπασε.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν Χερουβεὶμ καὶ Σεραφείμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε, σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε, διὸ πιστοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.

ᾠδὴ γ

Τῆς Ἑορτῆς

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ξέλιπεν Ἄρχων ἐξ Ἰούδα, ὁ χρόνος ἐφέστηκε λοιπόν, καθ' ὃν ἀναφανήσεται, ἡ τῶν ἐθνῶν ἐλπὶς ὁ Χριστός, σὺ δὲ πῶς τοῦτον τέξομαι, Παρθένος οὖσα, σαφήνισον.

 

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ζητεῖς παρ' ἐμοῦ γνῶναι Παρθένε, τὸν τρόπον συλλήψεως τῆς σῆς, ἀλλ' οὗτος ἀνερμήνευτος, τὸ Πνεῦμα δὲ τὸ Ἅγιον, δημιουργῷ δυνάμει σοι, ἐπισκιάσαν ἐργάσεται.

ὁ α’ χορός

Δόξα Πατρί...

ἐμὴ Προμήτωρ δεξαμένη, τὴν γνώμην τοῦ ὄφεως Τρυφῆς, τῆς θείας ἐξωστράκισται, διὸ περ κἀγὼ δέδοικα, τὸν ἀσπασμὸν τὸν ξένον σου, εὐλαβουμένη τὸν ὄλισθον.

ὁ β’ χορός

Καὶ νῦν...

Θεοῦ παραστάτης ἀπεστάλην, τὴν θείαν μηνύσων σοι βουλήν, τὶ με φοβῇ Πανάμωμε, τὸν μᾶλλόν σε φοβούμενον, τὶ εὐλαβῇ με Δέσποινα, τὸν σὲ σεπτῶς εὐλαβούμενον;


Συναπτ μικρ κα  κφνησις

 Ὅτι σ ε Θες μν...  

ὁ β’ χορός

Κάθισμα

Ἦχος α’

Τὸν τάφον σου Σωτὴρ

μέγας Γαβριήλ, Ἀρχηγὸς τῶν Ἀγγέλων, δεικνύμενος ἀεί, σὺν αὐτοῖς ἀνακράζει, τὸ θεῖον μελῴδημα, τῇ Τριάδι γηθόμενος. Τοῦτον ἅπαντες, μεγαλοφώνως ἐν πίστει, ἀνυμνήσωμεν, καὶ καθαρᾷ διανοίᾳ, αἰσίως δοξάσωμεν.

ὁ α’ χορός

Δόξα Πατρὶ... Καὶ νῦν...Ἦχος δ'

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τῶν ἀσωμάτων Λειτουργῶν ὡς πρωτεύων, τὸ πρὸ αἰώνων ὁρισθὲν φρικτὸν ὄντως, σοὶ Γαβριὴλ πεπίστευται Μυστήριον, τόκον τὸν ἀπόρρητον, τῆς Ἁγίας Παρθένου· Χαῖρε προσφωνῶν αὐτῇ, ἡ Κεχαριτωμένη· χρεωστικῶς σὲ ὅθεν οἱ πιστοί, ἐν εὐφροσύνῃ ἀεὶ μακαρίζομεν.

δ δ’

ὁ β’ χορός

Ερμς

Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν πτωχείαν ἐπισκεψάμενος, διὸ σὺν τῷ Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω΄ Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

 

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σὺ δυσμενῆ, ὄντα με λίαν ἠγάπησας, σὺ κενώσει, ξένῃ καταβέβηκας, ἐπὶ τῆς γῆς, εὔσπλαγχνε Σωτήρ, τῆς ἐσχατιᾶς μου, τὴν ὕβριν μὴ ἀνηνάμενος, καὶ μείνας ἐν τῷ ὕψει, τῆς ἀχράντου σου δόξης τὸν πρὶν ἠτιμωμένον ἐδόξασας.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Τίς καθορᾶν, Δέσποτα νῦν οὐκ ἐξίσταται, διὰ πάθους, θάνατον λυόμενον, διὰ Σταυροῦ φεύγουσαν φθοράν, καὶ διὰ θανάτου, τὸν ᾍδην πλούτου κενούμενον΄ Τῆς θείας δυναστείας, σοῦ τοῦ ἐσταυρωμένου, τὸ ἐξαίσιον ἔργον φιλάνθρωπε.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Σὺ τῶν πιστῶν, καύχημα πέλεις ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν, πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν σε γινώσκοντας.

Τῆς Ἑορτῆς

δ δ'

ὁ β’ χορός

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

καθμενος ν δξ

εράν τινα Παρθένον, τεξομένην ἀκήκοα, τοῦ Προφήτου πάλαι, τὸν Ἐμμανουὴλ προθεσπίσαντος, ἐπιποθῶ δε τοῦ γνῶναι, πῶς θεότητος, τὴν ἀνάκρασιν, φύσις βροτῶν ὑποστήσεται;

ὁ α’ χορός

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Κατεμήνυσεν ἡ βάτος, ἀκατάφλεκτος μείνασα, δεξαμένη φλόγα, Κεχαριτωμένη ἀνύμφευτε, τοῦ κατὰ σὲ Μυστηρίου τὸ ἀπόῤῥητον, μετὰ τόκον γάρ, μενεῖς Ἁγνή, ἀειπάρθενος.

ὁ β’ χορός

Δόξα Πατρί...

Λαμπρυνόμενος τῷ φέγγει, τοῦ Θεοῦ παντοκράτορος, ἀληθείας κῆρυξ, λέγε, Γαβριήλ, ἀληθέστατα, πῶς, ἀκηράτου μενούσης τῆς ἁγνείας μου; Λόγον τέξομαι, μετὰ σαρκὸς τὸν ἀσώματον.

ὁ α’ χορός

Κα νν...

Μετὰ δέους σοι ὡς δοῦλος, τῇ Κυρίᾳ παρίσταμαι, μετὰ φόβου Κόρη, νῦν κατανοεῖν εὐλαβοῦμαί σε, ὡς ὑετὸς ἐπὶ πόκον καταβήσεται, ἐπὶ σὲ Λόγος...

ὁ β’ χορός

... τοῦ Πατρός ὡς ηὐδόκησε.

δ ε’

ὁ α’ χορός

Ερμς

να τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Περιθέσθαι ἠνέσχου, χλαῖναν πρὸ τοῦ πάθους σου, Σῶτερ παιζόμενος, τὴν τοῦ Πρωτοπλάστου, περιστέλλων ἀσχήμονα γύμνωσιν, καὶ γυμνὸς παγῆναι, ἐν τῷ Σταυρῷ ἀπαμφιάζων, τὸν χιτῶνα Χριστὲ τῆς νεκρώσεως. 

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

κ χοὸς τοῦ θανάτου, σὺ τὴν πεπτωκυῖάν μου ἀνῳκοδόμησας, ἀναστὰς οὐσίαν, καὶ ἀγήρω Χριστὲ κατεσκεύασας, ἀναδείξας πάλιν, βασιλικὴν ὥσπερ εἰκόνα, ἀφθαρσίας φωτὶ ἀπαστράπτουσαν.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Μητρικὴν παῤῥησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

Τῆς Ἑορτῆς

δ ε'  

αχορός

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ξστη τ σμπαντα

Νοεῖν σου οὐ δύναμαι, τῶν λόγων τὴν ἀκρίβειαν, θαύματα γὰρ γέγονε πολλάκις, θείᾳ δυνάμει τερατουργούμενα, σύμβολα καὶ τύποι νομικοί, τέτοκε Παρθένος δέ, ἀπειράνδρως οὐδέποτε.

ὁ β’ χορός

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ξενίζῃ Πανάμωμε, καὶ ξένον γὰρ τὸ θαῦμά σου, μόνη γὰρ τὸν πάντων Βασιλέα, δέξῃ ἐν μήτρᾳ σαρκωθησόμενον, καὶ σὲ προτυποῦσι Προφητῶν, ῥήσεις καὶ αἰνίγματα, καὶ τοῦ Νόμου τὰ σύμβολα.

ὁ α’ χορός

Δόξα Πατρί...

πᾶσιν ἀχώρητος, καὶ πᾶσιν ἀθεώρητος, πῶς οὗτος δυνήσεται Παρθένου, μήτραν οἰκῆσαι, ἣν αὐτὸς ἔπλασε; πῶς δὲ καὶ συλλήψομαι Θεόν, Λόγον τὸν συνάναρχον, τῷ Πατρὶ καὶ τῶ Πνεύματι;

 

ὁ β’ χορός

Κα νν...

Πρὸς τὸν σὸν Προπάτορα, Δαυΐδ ἐπαγγειλάμενος, θήσειν ἐκ καρποῦ τοῦ τῆς κοιλίας, ἐπὶ τὸν θρόνον τῆς Βασιλείας αὐτοῦ, τὴν τοῦ Ἰακὼβ σὲ καλλονήν, μόνην ἐξελέξατο...

ὁ α’ χορός

...λογικὸν ἐνδιαίτημα.

δ Ϛ
βχορός

Ερμς

λάσθητί μοι Σωτήρ, πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε, δέομαι, πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Διὰ ξύλου κραταιῶς, καθεῖλέ με ὁ ἀρχέκακος, αὐτὸς δὲ ἀναρτηθείς, Χριστὲ κραταιότερον, Σταυρῷ καταβέβληκας, δειγματίσας τοῦτον, τὸν πεσόντα δὲ ἀνέστησας.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σὺ ᾤκτειρας τὴν Σιών, ἐξανατείλας τοῦ μνήματος, καινὴν ἀντὶ παλαιᾶς, τελέσας ὡς εὔσπλαγχνος, τῷ θείῳ σου αἵματι, καὶ νῦν βασιλεύεις, ἐν αὐτῇ εἰς τοὺς αἰῶνας Χριστέ.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

υσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

Τῆς Ἑορτῆς

δ ς’

ὁ β’ χορός

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

βησε προτυπν

ημάτων σου, τὴν φωνὴν Γαβριήλ, τὴν χαρμόσυνον, δεξαμένη, εὐφροσύνης ἐνθέου πεπλήρωμαι, χαρὰν γὰρ μηνύεις, καὶ χαρὰν καταγγέλλεις τὴν ἄληκτον.

ὁ α’ χορός

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σοὶ δέδοται, ἡ χαρὰ Θεομῆτορ ἡ ἔνθεος, σοὶ τὸ Χαῖρε, πᾶσα κτίσις κραυγάζει Θεόνυμφε, σὺ γὰρ μόνη Μήτηρ, τοῦ Υἱοῦ τοῦ Θεοῦ προωρίσθης Ἁγνή.

 

ὁ β’ χορός

Δόξα Πατρί...

Τῆς Εὔας νῦν, δι ἐμοῦ καταργείσθω κατάκριμα, ἀποδότω, δι' ἐμοῦ τὸ ὀφείλημα σήμερον, δι' ἐμοῦ τὸ χρέος, τὸ ἀρχαῖον δοθήτω πληρέστατον.

ὁ α’ χορός

Κα νν...

πέσχετο, ὁ Θεός, Ἀβραὰμ τῷ προπάτορι, εὐλογεῖσθαι, ἐν τῷ σπέρματι τούτου τὰ Ἔθνη Ἁγνή, διὰ σοῦ δὲ πέρας, πσχεσις δχεται σμερον.


Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες...

Κοντάκιον Ἀναστάσιμον.
Ἦχος πλ. δ’. Ὡς ἀπαρχὰς τῆς φύσεως.

ξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἤγειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας, καὶ ἡ Εὔα χορεύει ἐν τῇ σῇ Ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε.

Ὁ Οἶκος

Τὰ τοῦ ᾅδου σκυλεύσας βασίλεια, καὶ νεκροὺς ἀναστήσας Μακρόθυμε, Γυναιξὶ Μυροφόροις συνήντησας, ἀντὶ λύπης, χαρὰν κομισάμενος, καὶ Ἀποστόλοις σου ἐμήνυσας τὰ τῆς νίκης σύμβολα, Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας φιλάνθρωπε· διὰ τοῦτο καὶ κόσμος συγχαίρει, τῇ ἐκ νεκρῶν ἐγέρσει σου πολυέλεε.

Σ υ ν α ξ ά ρ ι ο ν

Τ ΚϚ’ το ατο μηνς, τὴν Σύναξιν ἐπιτελοῦμεν τοῦ Ἀρχαγγέλου Γαβριήλ, ἐξ ἀρχῆς καὶ ἄνωθεν παραδεδομένην, ὡς τῷ θείῳ καὶ ὑπερφυεῖ Μυστηρίῳ καὶ ἀποῤῥήτῳ καθυπουργήσαντος.

Στχοι

Τὸν σὴν ἀπαγγείλαντα σάρκωσιν Νόα,

Τιμῇ πρεπούσῃ πᾶσα σάρξ τιμᾷ, Λόγε.

Εἰκάδι ἀμ' ὕμνους Γαβριὴλ κτίσιν ἕκτῃ ἐγείρει.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ΚϚ’, Μαρτύρων, τῶν ἐν Γοτθίᾳ μαρτυρησάντων, ἐξ ὧν εἰσι Πρεσβύτεροι δύο, Βαθοῦσις καὶ Οὐΐρκας, μετὰ δύο υἱῶν αὐτοῦ καὶ τριῶν θυγατέρων, καὶ Ἁρπύλας μονάζων, λαϊκοὶ δέ, Ἀβήπας, Ἁγνάς, Ῥύαξ, Ἠγάθραξ, Ἠσκόος, Σύλλας, Σίγητζας, Σουηρίλλας, Σεΐμβλας, Θέρμας, Φίλγας, καὶ ἐκ τῶν γυναικῶν Ἄννα, Ἀλλᾶς, Βάρις, Μωϊκώ, Μαμύκα, Οὐϊρκώ, καὶ Ἀνιμάϊς.

Στχοι

Τόσην πυρὶ φλέγουσι πληθὺν Μαρτύρων,

Ὅσας ἄγει μὴν σήμερον τὰς ἡμέρας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κοδράτου, Θεοδοσίου, Ἐμμανουήλ, καὶ ἑτέρων Μ’  τῶν ἐν Ἀνατολῇ.

Στχοι

Κοδρᾶτε, θαυμάζω σὲ τῆς εὐανδρίας!

Πῶς ὑπτιάζων ἀνδρικῶς σφάττη μάκαρ.

Θεοδόσιος τῷ Θεῷ ζῶν καὶ μόνῳ,

Ζωὴν δι' αὐτὸν ἐκ ξίφους καταστρέφει.

Ξίφει χεθήτω, κἂν κοτύλη φησί μοι,

Ἐμμανουήλ, πέφυκεν αἵματος μία.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Ὁμολογητοῦ, τοῦ Τριγλίας Ἡγουμένου.

Στχοι

Θείου Στέφανος ἀμπελῶνος ἐργάτης,

Θεῷ παραστάς, καμάτου μισθὸν λάβῃ.

 

Τῇ αὐτῇ ἡμέρᾳ ἀναγινώσκεται διήγησις ὠφέλιμος Μάλχου μοναχοῦ αἰχμαλωτισθέντος.

 

Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.


 

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ. ᾠδὴ α

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

ᾠδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου...

ὁ α’ χορός

...στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾠδὴ δ’

καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας΄ Δόξα Χριστὲ τῇ δυνάμει σου.

ὁ α’ χορός

ᾠδὴ ε’

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾠδὴ Ϛ’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾠδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, ες πντας τος αἰῶνας.


 

Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου

ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α’ χορὸς

Κύριε ἐλέησον

ὁ Ἱερεὺς: τι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ...

ὁ α’ χορὸς

Ἦχος β’

μήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

 

ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς...

ὁ α’ χορὸς

Κύριε, ἐλέησον (γ'). 

ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι. 

ὁ β’ χορὸς

Καὶ τῷ Πνεύματί σου.

ὁ Ἱερεὺς: κ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

ὁ Διάκονος: Πρόσχωμεν.

ὁ α’ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.

ΕΩΘΙΝΟΝ Η’( Ἰωάν. 20,11-18)

ὁ Ἱερεὺς: Τῷ καιρῷ ἐκείνῳ, Μαρία εἱστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω, ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι, Γύναι, τί κλαίεις;  λέγει αὐτοῖς΄ Ὅτι ᾖραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν, καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστι. Λέγει αὐτῇ ὁ Ἰησοῦς, Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ΄ Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ αὐτὸν ἔθηκας, κἀγὼ αὐτὸν ἀρῶ, λέγει αὐτῇ ὁ Ἰησοῦς, Μαρία, στραφεῖσα ἐκείνη λέγει αὐτῷ, Ῥαββουνί, ὃ λέγεται Διδάσκαλε, λέγει αὐτῇ ὁ Ἰησοῦς, Μή μου ἅπτου,  οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου, πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς, Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν, ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.

 

ὁ α’ χορς

Δόξα σοι, Κύριε, δόξα σοι.


Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν Ψαλμὸς εἰς ἦχον β

λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.

Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.

πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.

ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.

Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.

Καὶ μετὰ ταῦτα, ψάλλομεν τὰ παρόντα Ἰδιόμελα.

ὁ α’ χορός

Δόξα Πατρὶ... Ἦχος πλ. δ’

Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα, ὀρθρίζει γὰρ τὸ πνεῦμά μου, πρὸς ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον, ἀλλ' ὡς οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ σου ἐλέει.

ὁ β’ χορός

Καὶ νῦν... Θεοτοκίον. Ἦχος ὁ αὐτός.

Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε, αἰσχραῖς γὰρ κατεῤῥύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥᾳθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας.

ὁ α’ χορός

Ἦχος πλ. β’

Στίχ. λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.

Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως, ἀλλὰ θαῤῥῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυΐδ βοῶ σοι. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.


 

 Σῶσον ὁ Θεὸς τὸν λαὸν σου...Ἐλέει καὶ οἰκτιρμοῖς...

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς...

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν...

ὁ α’ χορός

Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν...

ὁ β’ χορός

Στίχ.ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν...

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν...

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν...

Καταβασία

ὁ α’ χορός

ᾠδὴ θ

πας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ειπρθενε.


 

Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός
Ἦχος β

γιος Κύριος ὁ Θεὸς ἡμῶν.  

ὁ β’ χορός

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ α’ χορός

ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. ὁ β’ χορός

τι ἅγιος ἐστι.

ὁ α’ χορός

ξαποστειλριον Η

Δύο Ἀγγέλους βλέψασα, ἔνδοθεν τοῦ μνημείου, Μαρία ἐξεπλήττετο, καὶ Χριστὸν ἀγνοοῦσα, ὡς κηπουρὸν ἐπηρώτα, Κύριε ποῦ τὸ σῶμα, τοῦ Ἰησοῦ μου τέθεικας; κλήσει δὲ τοῦτον γνοῦσα εἶναι αὐτόν , τὸν Σωτῆρα ἤκουσε, Μή μου ἄπτου, πρὸς τὸν Πατέρα ἄπειμι, εἰπὲ τοῖς ἀδελφοῖς μου.

ὁ β’ χορός

Ὅμοιον

γγελικῶν δυνάμεων, Στρατηγὸς ἀπεστάλη, ἐκ Θεοῦ Παντοκράτορος, πρὸς Ἁγνὴν καὶ Παρθένον, εὐαγγελίσασθαι ξένον, καὶ ἀπόῤῥητον θαῦμα, ὅτι Θεὸς ὡς ἄνθρωπος, ἐξ αὐτῆς βρεφουργεῖται, ἄνευ σπορᾶς, ἀναπλάττων βρότειον ἅπαν γένος, Λαοὶ εὐαγγελίζεσθε, τὴν ἀνάπλασιν κόσμου.

Ὅμοιον

ὁ α’ χορός

Χαῖρε κατάρας λύτρωσις, τοῦ Ἀδὰμ Θεοτόκε, χαῖρε σεμνὴ Μητρόθεε, χαῖρε ἔμψυχε βάτε, χαῖρε λαμπάς, χαῖρε θρόνε, χαῖρε κλῖμαξ καὶ πύλη, χαῖρε τὸ θεῖον ὄχημα, χαῖρε κούφη νεφέλη, χαῖρε ναέ, χαῖρε στάμνε πάγχρυσε, χαῖρε ὄρος, χαῖρε σκηνὴ καὶ τράπεζα…

ὁ β’ χορός

χαῖρε Εὔας ἡ λύσις.


 

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος πλ.δ’

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στιχηρὰ Ἀναστάσιμα δ’

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ' οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ Φιλάνθρωπος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Κύριε, εἰ καὶ ὡς θνητὸν ἐν μνημείῳ, Ἰουδαῖοι σε κατέθεντο, ἀλλ' ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο, ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας, φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε, διὰ τοῦτο προσκυνοῦμεν, τὴν ταφήν σου καὶ τὴν ἔγερσιν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ἄγγελός σου Κύριε, ὁ τὴν Ἀνάστασιν κηρύξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ γύναια ἐφώνησε λέγων· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, ἀνέστη, Θεός ὢν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο.  

 

Στιχηρὰ προσόμοια τοῦ Ἀρχαγγέλου ἐν τῷ Ἑσπερινῷ δ’

Ἦχος α’

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Πανεφημοι Μρτυρες

Γαβριὴλ ὁ μέγιστος νοῦς, ὁ θεοειδέστατος, ὁ φωταυγὴς καὶ οὐράνιος, φῶς τὸ Τρισήλιον, καθορῶν καὶ βλέπων, σὺν ταῖς ἄνω τάξεσι, τὸ θεῖον καὶ φρικῶδες μυστήριον, εὐηγγελίσατο, τῇ Παρθένῳ ἀφικόμενος, καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Γαβριὴλ ὁ μέγιστος νοῦς…

ὁ α’ χορὸς

Στίχ. ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

Τὸ μέγα μυστήριον τὸ πρίν, τοῖς Ἀγγέλοις ἄγνωστον, καὶ πρὸ αἰώνων ἀπόκρυφον, μόνος πεπίστευσαι, Γαβριὴλ καὶ τοῦτο, τῇ μόνῃ τεθάῤῥηκας, Ἁγνὴ εἰς Ναζαρέτ ἀφικόμενος, μεθ' ἧς ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

Στίχ. Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον, Κύριε ὁ Θεός, μου ἐμεγαλύνθης σφόδρα.

Φωτὸς ὢν ἀνάπλεως ἀεί, καὶ ποιῶν τὸ θέλημα, καὶ ἐκτελῶν τὰ προστάγματα, τοῦ Παντοκράτορος, Ἀρχηγὲ Ἀγγέλων, Γαβριὴλ πανάριστε, τοὺς πόθῳ σε τιμῶντας περίσῳζε, ἀεὶ αἰτούμενος, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

(ὧδε ἀποδίδεται ἡ Ἑορτή)

ὁ α’ χορός

Δόξα Πατρὶ... Τὸ παρὸν Ἰδιόμελον

Ἦχος ὁ αὐτός

Δεῦτε ἐργασώμεθα ἐν τῷ μυστικῷ ἀμπελῶνι καρποὺς μετανοίας, ἐν τούτῳ ποιούμενοι οὐκ ἐν βρώμασι καὶ πόμασι κοπιῶντες, ἀλλ' ἐν προσευχαῖς καὶ νηστείαις τάς ἀρετὰς κατορθοῦντες, τούτοις ἀρεσκόμενος, ὁ Κύριος τοῦ ἔργου δηνάριον παρέχει, δι’ οὗ ψυχὰς λυτροῦται, χρέους ἁμαρτίας, ὁ μόνος πολυέλεος.

 

ὁ β’ χορός

Καὶ νῦν... ἦχος β’ (πάντοτε)

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.


Δοξολογία Μεγάλη

εἰς ἦχον α’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

γιος ὁ Θεός,
ὁ β’ χορός

γιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ παρόν Ἀναστάσιμον Τροπάριον

Ἦχος α’

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.


ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ψάλλονται τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοὶ τς κτωχου.

(Αἱ δύο πρῶται Στάσεις εἰς ἰδιαίτερον Σύνδεσμον-Link) 


 ΣΤΑΣΙΣ Γ’

ΜΑΚΑΡΙΣΜΟΙ

Ἦχος πλ. δ’

ὁ α’ χορός

ν τῇ βασιλείᾳ σου μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.

ὁ β’ χορός

Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.

ὁ α’ χορός

Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.

ὁ β’ χορός

Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.

ὁ α’ χορός

Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.

Μνήσθητι ἡμῶν, Χριστὲ Σωτὴρ τοῦ κόσμου, ὥσπερ τοῦ Λῃστοῦ, ἐμνήσθης ἐπὶ ξύλου, καὶ καταξίωσον πάντας μόνε Οἰκτίρμον, τῆς οὐρανίου βασιλείας σου.

ὁ β’ χορός

Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.

κουε Ἀδάμ, καὶ χαῖρε σὺν τῇ Εὔᾳ, ὅτι ὁ γυμνώσας, πρὶν τοὺς ἀμφοτέρους, καὶ δι' ἀπάτης λαβὼν ὑμᾶς αἰχμαλώτους, ἐν τῷ Σταυρῷ Χριστοῦ κατήργηται.

ὁ α’ χορός

Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.

Ξύλῳ προσπαγείς, Σωτὴρ ἡμῶν βουλήσει, ξύλου τὸν Ἀδάμ, κατάρας ἐλυτρώσω, ἀποδιδοὺς ὡς Οἰκτίρμων τὸ κατ' εἰκόνα, καὶ Παραδείσου τὴν κατοίκησιν.

ὁ β’ χορός

Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

Σήμερον Χριστός, ἀνέστη ἐκ τοῦ τάφου, πᾶσι τοῖς πιστοῖς, παρέχων ἀφθαρσίαν, καὶ τὴν χαρὰν ἐγκαινίζει ταῖς Μυροφόροις, μετὰ τὸ πάθος καὶ τὴν Ἔγερσιν.  

ὁ α’ χορός

Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.

Χαίρετε σοφαί, γυναῖκες Μυροφόροι, πρῶται τὴν Χριστοῦ, Ἀνάστασιν ἰδοῦσαι, καὶ τοῖς αὐτοῦ ἀπαγγείλασαι Ἀποστόλοις, παντὸς τοῦ κόσμου τὴν ἀνάκλησιν.

 

ὁ β’ χορός

Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

Φίλοι τοῦ Χριστοῦ, Ἀπόστολοι φανέντες, σύνθρονοι αὐτοῦ, ἐσόμενοι τῇ δόξῃ, ἐν παρρησίᾳ αὐτῷ ἡμᾶς παραστῆναι, ὡς Μαθηταὶ αὐτοῦ πρεσβεύσατε.

ὁ α’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

ναρχε Τριάς, ἀμέριστε Οὐσία, σύνθρονε Μονάς, ὁμότιμε τῇ δόξῃ, ἡ ὑπεράρχιος φύσις καὶ Βασιλεία, σῷζε τοὺς πίστει ἀνυμνοῦντάς σε.

ὁ β’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

Χαῖρε τοῦ Θεοῦ, εὐρύχωρον χωρίον. Χαῖρε κιβωτέ, τῆς Νέας Διαθήκης. Χαῖρε ἡ ἔγχρυσος στάμνος, ἐξ ἧς τὸ Μάννα, πᾶσιν ἐδόθη τὸ οὐράνιον.


Ὅπου δὲν θὰ ψαλλοῦν τὰ Τυπικὰ, τὰ κάτωθι


ΑΝΤΙΦΩΝΑ (τὰ Ἀρχαῖα)

Ἀντίφωνον Α’

Ἦχος β´

ὁ Ἀναγνώστης: Στχ. α'. γαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

ὁ α’ χορὸς

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 

ὁ Ἀναγνώστης: Στχ. β'. Τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

ὁ β’ χορὸς

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

 

ὁ Ἀναγνώστης: Στχ. γ'. τι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

ὁ α’ χορὸς

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Δόξα Πατρί...Καὶ νῦν...

ὁμοῦ οἱ δύο χοροί

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

 

Ἀντίφωνον Β’

ὁ Ἀναγνώστης: Στίχ. α´. Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.

βχορός

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

 

Ἀναγνώστης: Στίχ. β´. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

αχορός

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν...

 

Ἀναγνώστης: Στίχ.  γ´. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν.

βχορός

Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν...

Ἀναγνώστης

Δόξα Πατρί...

βχορός

Καὶ νῦν...

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας΄ Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 

Ἀντίφωνον Γ

αχορός

Ἀναγνώστης: Στίχ. α’. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.

Ἀπολυτίκιον. Ἦχος πλ. δ

ξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν· ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

 

Ἀναγνώστης: Στίχ. β’. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ, ὅτι Θεὸς μέγας, Κύριος καὶ Βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.

βχορός

ξ ὕψους κατῆλθες…


 

Μικρὰ Εἴσοδος

Εἰσοδικὸν

αχορός

 Ἦχος β

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελῆται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ , ὁ ἀναστὰς ἐκ νεκρῶν...

ὁ β’ χορὸς

...ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελῆται συλλείτουργον)

Ἀπολυτίκιον. Ἦχος πλ. δ

ξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν· ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

ὁ β’ χορός

Τοῦ Ναοῦ

αχορός

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ταν τελῆται συλλείτουργον)

Κοντκιον

ἦχος πλ.δ’

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε, ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι, Χαῖρε, Νύμφη ἀνύμφευτε.


 Τρισάγιον


Ἀπόστολος

Προκείμενον  Ἦχος πλ. δ'

Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν.

Στίχ. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου, τὸ Ἀνάγνωσμα

(Κεφ. Ϛ ‘, 13-20)

δελφοί, τῷ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ' ἑαυτοῦ, λέγων. Ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε. Καὶ οὕτω μακροθυμήσας, ἐπέτυχε τῆς ἐπαγγελίας. Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας, εἰς βεβαίωσιν, ὁ ὅρκος. Ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας, τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες, κρατῆσαι τῆς προκειμένης ἐλπίδος. Ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδέκ, Ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.

Ἀλληλούϊα  Ἦχος πλ. δ’

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ.


Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Μάρκον(Μαρκ. θ´ 17-31).

Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ γονυπετῶν αὐτῷ καὶ λέγων· Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον.  καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ, καὶ ξηραίνεται· καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσι, καὶ οὐκ ἴσχυσαν.  ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει· Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν.  καὶ ἰδὼν αὐτὸν εὐθέως τὸ πνεῦμα ἐσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων.  καὶ ἐπηρώτησε τὸν πατέρα αὐτοῦ· Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπε· Παιδιόθεν καὶ πολλάκις αὐτὸν καὶ εἰς πῦρ ἔβαλε καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ' εἴ τι δύνασαι, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ' ἡμᾶς. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι. καὶ εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου μετὰ δακρύων ἔλεγε· Πιστεύω, Κύριε· βοήθει μου τῇ ἀπιστίᾳ. ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησε τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφὸν, ἐγὼ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. καὶ κράξαν καὶ πολλὰ σπαράξαν αὐτόν ἐξῆλθε, καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε πολλοὺς λέγειν ὅτι ἀπέθανεν.  ὁ δὲ Ἰησοῦς κρατήσας αὐτὸν τῆς χειρὸς ἤγειρεν αὐτόν, καὶ ἀνέστη.  Καὶ εἰσελθόντα αὐτὸν εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτόν κατ' ἰδίαν, ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό. καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.

ὁ α’ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.


Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου ( ἦχος  β’,  μέλος ἀρχαῖον)


 

Ες τ, ξαιρτως

αχορός

τὸ Μέγα Μεγαλυνάριον

Ἐμμελής ἀπαγγελία εἰς τὸ κλιτὸν

πὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος· ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν.

Ἦχος α’ ἐκ τοῦ Κε (μέλος ἀρχαῖον)

Τὴν γὰρ σὴν μήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, δόξα σοι.


Κοινωνικόν

βχορός

ἦχος πλ.δ’

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.

αχορός

ἦχος β

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

 

ἦχος β

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

 

πόλυσις  «...῾Ο ἀναστάς ἐκ νεκρῶν...»

 

26 ΜΑΡΤΙOY 2023

ΚΥΡΙΑΚΗ Δ’ ΝΗΣΤΕΙΩΝ ΕΣΠΕΡΑΣ

Λαμβάνουσιν καιρὸν παρὰ τοῦ Ἀρχιερέως -ἐὰν χοροστατεῖ- (ἱσταμένου εἰς τὸ Παραθρόνιον μετὰ χαζρανίου ἄνευ μανδύου καὶ φέροντος μόνον ἐπιστήθιον Σταυρὸν) μόνον εἷς ἱερεὺς μετὰ διακόνου.

ὁ Ἱερες:

Ελογητς Θες μν, πντοτε, νν, κα ε, κα ες τος αἰῶνας τν αἰώνων.

ναγνστης: μήν.

  Ἀρχιερεὺς ἢ ὁ ναγνστης:

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ
  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ
  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. 

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.
  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά.
  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      
  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
  • Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
  • Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
  • Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
  • Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν  εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δξα Πατρὶ... Κα νν ...

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (κ γ').

ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

 

Διάκονος:

  • Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
  • ὁ α’ χορς: Κύριε ἐλέησον.(χῦμα εἰς τὸ κλιτόν).
  • ·Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
  •   β’ χορς: Κύριε ἐλέησον.
  • Ὑπέρ της εἰρήνης του σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων του Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
  • α’ χορς: Κύριε ἐλέησον.
  • Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
  • β’ χορς: Κύριε ἐλέησον.
  • Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • α’ χορς: Κύριε ἐλέησον.
  • Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (το δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
  • β’ χορς: Κύριε ἐλέησον.
  • Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
  • α’ χορς: Κύριε ἐλέησον.
  • Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • β’ χορς: Κύριε ἐλέησον.
  • Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • α’ χορς: Κύριε ἐλέησον.
  • Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
  • β’ χορς: Κύριε ἐλέησον.
  • Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
  • α’ χορς: Κύριε ἐλέησον.
  • Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
  • ὁ α’ χορς: Σοὶ Κύριε.

 

ὁ Ἱερες:

τι πρπει σοι, πσα δξα, τιμ κα προσκνησις, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός

Ἦχος πλ.δ’  Ψαλμς ρμ’ (140) (Μέλος Εἱρμολογικόν)

μήν. Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

ὁ β’ χορός

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

ὁ β’ χορός

Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

ὁ α’ χορός

Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

ὁ β’ χορός

Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

ὁ α’ χορός

 τι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν  κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.

ὁ β’ χορός

κούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.

ὁ α’ χορός

τι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

ὁ β’ χορός

Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

ὁ α’ χορός

Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα’ (141)

ὁ β’ χορός

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

ὁ α’ χορός

κχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

ὁ β’ χορός

ν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.

ὁ α’ χορός

ν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.

ὁ β’ χορός

Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.

ὁ α’ χορός

πώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

ὁ β’ χορός

κέκραξα πρὸς σέ, Κύριε εἶπα΄ Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.

ὁ α’ χορός

Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

ὁ β’ χορός

ῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στιχηρὰ Κατανυκτικὰ

Ἦχος πλ.δ’

ὁ α’ χορός

Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Σὲ τὸν Βασιλέα καὶ Δεσπότην, Ἄγγελοι ἀπαύστως ἀνυμνοῦσιν, ἐγὼ δέ σοι προσπίπτω ὡς ὁ Τελώνης κράζων, ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.

ὁ β’ χορός

Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.

θάνατος ὑπάρχουσα ψυχή μου, τοῖς κύμασι τοῦ βίου μὴ καλύπτου, ἀνάνηψον βοῶσα, πρὸς τὸν σὸν Εὐεργέτην ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με. 

αχορός

Στίχ. κ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Δάκρυά μοι δὸς ὁ Θεός, ὡς ποτὲ τῇ γυναικὶ τῇ ἁμαρτωλῷ, καὶ ἀξίωσόν με βρέχειν τοὺς πόδας σου, τοὺς ἐμὲ ἐκ τῆς ὁδοῦ τῆς πλάνης ἐλευθερώσαντας΄ καὶ μύρων εὐωδίας σοι προσφέρειν, βίον καθαρόν, ἐν μετανοίᾳ μοι κτισθέντα, ἵνα ἀκούσω κἀγὼ τῆς εὐκταίας σου φωνῆς΄ Ἡ πίστις σου σέσωκέ σε, πορεύου εἰς εἰρήνην. 

 

βχορός

Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

ταν λάβω κατὰ νοῦν, τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, καὶ εἰς ἔννοιαν ἔλθω, τῆς φοβερᾶς ἐκείνης ἐτάσεως, τρόμῳ συνεχόμενος, πρὸς σὲ καταφεύγω, τόν φιλάνθρωπον Θεόν. Διὸ μή με παρίδῃς, ἱκετεύω σε μόνε ἀναμάρτητε΄ δώρησαι κατάνυξιν, τῇ ταπεινῇ μου ψυχῇ, πρὸ τελευτῆς καὶ σῶσόν σε. 

Ποίημα τοῦ κυρίου Ἰωσὴφ

ὁ α’ χορός

χος γ’

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Μεγάλη τοῦ Σταυροῦ σου

Μεγίστους ἐν καιρῷ, πιστοὶ ἐπιδειξώμεθα, τῆς ἐγκρατείας πόνους, ὅπως μεγίστης δόξης ἐπιτύχωμεν ἐλέει, τοῦ μεγάλου Θεοῦ καὶ Βασιλέως, ἀπολυτρούμενοι, τῆς φλογὸς τῆς γεέννης.

ὁ β’ χορός

Στίχ. νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Τὸν χρόνον τῆς Νηστείας, νῦν ὑπερμεσάσαντες, ἀρχὴν ἐνθέου δόξης, σαφῶς ἐπιδειξώμεθα, καὶ εἰς τέλος ἐναρέτου πολιτείας, φθάσαι θερμῶς σπεύσωμεν, ὅπως ληψώμεθα, τὴν τρυφὴν τὴν ἀγήρω.

Ἕτερον  Τοῦ κυρίου Θεοδώρου

ὁ α’ χορός

Ἦχος βαρὺς

Στίχ. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Καταφρονήσαντες πάντων

περμεσάσαντες ταύτην, τὴν ἱερὰν τῆς Νηστείας περίοδον, πρὸς τὸ μέλλον ἐν χαρᾷ, διευθυδρομήσωμεν, εὐποιΐας ἐλαίῳ, τὰς ψυχὰς ἀλειφόμενοι΄ ὅπως ἀξιωθῶμεν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ τὰ θεῖα Παθήματα, προσκυνῆσαι, προφθάσαι, καὶ τὴν φρικτὴν καὶ ἁγίαν Ἀνάστασιν.

 

Καὶ τοῦ Μηναίου, προσόμοια τῆς Ἁγίας γ’

 Ἦχος δ’

ὁ β’ χορός

Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις' καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Ὡς γενναῖον ἐν Μάρτυσιν

ουδαίων φρυάγματι, καὶ θρασείᾳ ὠμότητι, λογισμὸν ἀντέθηκας ἀνδρειόφρονα, τὴν τῶν μελλόντων προσβλέπουσα, θεόφρον ἀπόλαυσιν, διαμένουσαν ἀεί, δι' αἰῶνος ἀσάλευτον, ἧς ἐπέτυχες, ἀπὸ γῆς μεταστᾶσα πρὸς νυμφῶνας, οὐρανίους καὶ χορείαν, τὴν ἀκατάλυτον ἔνδοξε.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Βασιλείας εὐπρέπειαν, καὶ τερπνὴν ὡραιότητα, κατιδεῖν ἠξίωσαι τοῦ Νυμφίου σου, ὡραϊσμένη τοῖς στίγμασι, στερρᾶς σου ἀθλήσεως, καὶ πηγῇ τῶν ἀγαθῶν, ἐπαξίως προσήγγισας, τῆς ἐπέκεινα, θεϊκῆς εὐφροσύνης μετουσίαν, καρπουμένη Μακαρία, καὶ τὴν ἀθάνατον εὔκλειαν.

ὁ β’ χορός

Στίχ. τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Οὐ ζυγὸς τῆς δουλείας σε, οὐ τὸ χαῦνον τοῦ θήλεως, οὐ λιμὸς οὐ μάστιγες ἐνεπόδισαν, τὴν τῶν Μαρτύρων στερρότητα, μιμεῖσθαι Πανένδοξε· προθυμίᾳ γὰρ ψυχῆς, τὰς βασάνους ὑπέμεινας· ὅθεν ἔτυχες, οὐρανίων θαλάμων, καὶ στεφάνῳ, τῶν χαρίτων ἐκοσμήθης, περισταμένη τῷ Κτίστῃ σου.

ὁ α’ χορός

Δόξα Πατρί...  

ὁ β’ χορός

Καὶ νῦν... Θεοτοκίον ὅμοιον

ὁ α’ χορός

Μετανοίας τὸ ἄριστον, καὶ σωτήριον φάρμακον, ἡ Θεὸν κυήσασα τὸν Σωτῆρά μου, καὶ τῶν δακρύων τὰ ῥεύματα, καὶ ὥρας τὴν ἔννοιαν, τῆς φρικτῆς καὶ φοβερᾶς, ἀδεκάστου τε κρίσεως, σὺ μοι δώρησαι, καὶ φυγεῖν ταῖς εὐχαῖς σου, ὦ Παρθένε, τῶν κολάσεων τὸν τρόμον, καὶ θείας τεύξασθαι χάριτος.

Εσοδος

( Εἰσοδεύουσι, μόνον εἷς ἱερεὺς μετὰ διακόνου).

Διάκονος: Σοφα ρθοί !

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης ( χῦμα ):

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Μέγα Προκείμενον

Ἦχος πλ. δ’

ὁ α’ χορός

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.

ὁ β’ χορός

Στίχ. σωτηρία σου ὁ Θεὸς ἀντιλάβοιτό μου.

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.

ὁ α’ χορός

Στίχ. δέτωσαν πτωχοί, καὶ εὐφρανθήτωσαν.

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.

Εἴπωμεν πάντες....κλπ. Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος...

Ὁ Ἀρχιερεὺς ἢ ὁ Ἀναγνώστης

μήν. Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Πληρώσωμεν τὴν ἑσπερινὴν...κλπ ...Εἴη τὸ κράτος τῆς βασιλείας...

Εἰς δὲ τὰ Ἀπόστιχα, τά παρόντα Ἰδιόμελα.

α’ χορός 

Ἦχος βαρὺς

τὸν ἀμπελῶνα φυτεύσας, καὶ τοὺς ἐργάτας καλέσας, ἐγγὺς ὑπάρχει Σωτήρ, δεῦτε οἱ τῆς Νηστείας ἀγωνισταί, μισθὸν ἀπολαύσωμεν, ὅτι πλούσιος ὑπάρχει, ὁ δοτήρ καὶ ἐλεήμων, μικρὸν ἐργασάμενοι, κομισώμεθα, τὸ τῆς ψυχῆς ἔλεος.

ὁ β’ χορός

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

 

Ἕτερον Ἰδιόμελον Ποίημα Στεφάνου

Ἦχος πλ. β'

Λῃσταῖς λογισμοῖς, περιπεσὼν ὁ Ἀδάμ, ἐκλάπη τὸν νοῦν, τραυματισθεὶς τὴν ψυχήν, καὶ ἔκειτο γυμνὸς ἀντιλήψεως, οὔτε Ἱερεὺς ὁ πρὸ τοῦ νόμου προσέσχεν αὐτῷ, οὔτε Λευΐτης μετὰ νόμον ἐπεῖδεν αὐτόν, εἰμὴ σὺ ὁ παραγενόμενος Θεός, οὐκ ἐκ Σαμαρείας, ἀλλ' ἐκ τῆς Θεοτόκου, Κύριε δόξα σοι.

ὁ α’ χορός

Στίχ. λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Μαρτυρικὸν

Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου, ταῖς αὐτῶν πρεσβείαις ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ...

ὁ α’ χορός

Καὶ νῦν... Θεοτοκίον

Ἦχος ὁ αὐτὸς

ὁ β’ χορός

ρχαγγελικῶς ἀνυμνήσωμεν πιστοί, τὴν οὐράνιον Παστάδα, καὶ πύλην σφραγισθεῖσαν ἀληθῶς. Χαῖρε δι' ἧς ἀνεβλάστησεν ἡμῖν, ὁ Σωτὴρ τῶν ἁπάντων, Χριστὸς ὁ ζωοδότης καὶ Θεός, κατάβαλε Δέσποινα τοὺς ἀθέους τυράννους ἐχθροὺς ἡμῶν, τῇ χειρί σου Ἄχραντε, ἡ ἐλπὶς Χριστιανῶν.

 

Νῦν ἀπολύεις. Καὶ μετὰ τὸ Τρισάγιον, ψάλλομεν τὰ Τροπάρια ταῦτα, ποιοῦντες καὶ ἀνὰ μίαν μετάνοιαν εἰς ἕκαστον αὐτῶν.

Ἦχος πλ. α'

ὁ α’ χορός

Θεοτόκε Παρθένε, Χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη, σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

ὁ β’ χορός

Βαπτιστὰ τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητι, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν, σοὶ γὰρ ἐδόθη χάρις πρεσβεύειν ὑπὲρ ἡμῶν.

ὁ α’ χορός

Δόξα Πατρί...

κετεύσατε ὑπὲρ ἡμῶν, ἅγιοι Ἀπόστολοι, καὶ Ἅγιοι πάντες, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων, ὑμᾶς γὰρ θερμοὺς προστάτας, πρὸς τὸν Σωτῆρα κεκτήμεθα.  

 

ὁ β’ χορός

Καὶ νῦν... Θεοτοκίον

πὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν, Θεοτόκε, τὰς ἡμῶν ἱκεσίας, μὴ παρίδῃς ἐν περιστάσει, ἀλλ' ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Ἁγνή, μόνη εὐλογημένη.

 

ναγνστης (πρᾳείᾳ  τῇ φωνῇ) :

Κύριε ἐλέησον, μ'(40).

Δόξα Πατρὶ…  Καὶ νῦν…

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ.

Ὁ Ἀρχιερεύς: ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν... 

πουράνιε Βασιλεῦ, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν στερέωσον, τὴν Πίστιν στήριξον, τὰ ἔθνη πράϋνον, τὸν κόσμον εἰρήνευσον, τὴν ἁγίαν Ἐκκλησίαν ταύτην καλῶς διαφύλαξον, τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον΄ καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

 

Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, λέγοντες μυστικῶς ἐν ἑκάστῃ μετανοίᾳ ἀνὰ ἕνα Στίχον τῆς ἑπομένης Εὐχῆς τοῦ ἁγίου Ἐφραίμ.

Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας, μή μοι δῶς.

Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς, καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ.

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

 

Καὶ λέγει ὁ Προεστώς, τό,

Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

καὶ Ἀπόλυσις

 

ὁ β’ χορός

ψάλλει εἰς ἀργὸν εἱρμολογικὸν μέλος

χος β'

τε κ το ξλου

Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί, ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅθεν σοι προσπίπτομεν΄ ῦσαι πάσης περιστάσεως τος δολους σου.

Ὁ Προεστὼς: Δι’εὐχῶν...