ΠΑΡΑΚΛΗΣΕΙΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΤΩΝ ΑΓΙΩΝ
Η ΜΙΚΡΗ ΠΑΡΑΚΛΗΣΙΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ψαλμὸς ρμβ’ (142)
· Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.
· Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
· Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
· Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
· Ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
· Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.
· Ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου΄
· Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
· Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα.
· Γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου.
· Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον΄ δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου.
· Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ΄ ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με.
· Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σου εἰμί.
Ἦχος δ'
ὁ α’ χορὸς
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ α’ χορὸς
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ β’ χορὸς
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ α’ χορὸς
Ἀπολυτίκιον Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς, Δέσποινα, βοήθησον ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς, σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
ὁ β’ χορὸς
Δόξα Πατρί...
Τὸ ἀπολυτίκιον τοῦ Ναοῦ
ὁ α’ χορὸς
Καὶ νῦν...
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς χῦμα
· · Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
· · Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
· · Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
· · Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
· · Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
· · Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
· · Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
· · Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
· · Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
· · Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
· · Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.
· · Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
· · Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
· · Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
· · Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
· · Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
· · Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
· · Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
· · Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
· Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
ᾠδὴ α’ Ἦχος πλ. δ’
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὑγρὰν διοδεύσας
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.
ὁ α’ χορὸς
Δόξα Πατρὶ...
Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
ὁ β’ χορὸς
Καὶ νῦν...
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
ᾠδὴ γ’
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οὐρανίας ἁψῖδος
Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.
ὁ α’ χορὸς
Δόξα Πατρὶ...
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν Ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.
ὁ β’ χορὸς
Καὶ νῦν...
Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σὺ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.
ὁ α’ χορὸς
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
ὁ β’ χορὸς
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Συναπτὴ μικρά
Κάθισμα Ἦχος β’
ὁ β’ χορὸς
Τὰ ἄνω ζητῶν
Ἀμήν. Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι, Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς...
ὁ α’ χορὸς
...ἡ μόνη ταχέως προστατεύουσα.
ᾠδὴ δ’
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εἰσακήκοα, Κύριε
Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.
ὁ β’ χορὸς
Δόξα Πατρὶ...
Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.
ὁ α’ χορὸς
Καὶ νῦν...
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε...
ὁ β’ χορὸς
...δυσχερείας πάσης, ἐκλυτρούμεθα.
ᾠδὴ ε'
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Φώτισον ἡμᾶς
Ἒμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.
ὁ α’ χορὸς
Δόξα Πατρί...
Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.
ὁ β’ χορὸς
Καὶ νῦν...
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν...
ὁ α’ χορὸς
...τῇ πρεσβείᾳ σου παράσχου μοι.
ᾠδὴ ς’
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὴν δέησιν ἐκχεῶ
Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.
ὁ β’ χορὸς
Δόξα Πατρὶ...
Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.
ὁ α’ χορὸς
Καὶ νῦν...
Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς,ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
ὁ β’ χορὸς
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
ὁ α’ χορὸς
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Συναπτὴ μικρά
Κοντάκιον
ὁ α’ χορὸς
Ἦχος β’
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί...
ὁ β’ χορὸς
...Θεοτόκε, τῶν τιμώντων σε.
Προκείμενον
ὁ α’ χορὸς
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
ὁ β’ χορὸς
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
ὁ α’ χορὸς
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθήσομαι.
Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς...
ὁ α’ χορὸς
Κύριε, ἐλέησον (γ').
Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ἱερεὺς: Εἰρήνη πᾶσι.
ὁ β’ Χορὸς
Καὶ τῷ Πνεύματί σου.
Ἱερεὺς: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Διάκονος: Πρόσχωμεν.
ὁ α΄ χορὸς
Δόξα Σοι Κύριε, δόξα Σοι.
Ἱερεὺς: Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριὰμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα · καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς · καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν · Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ · Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ · ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
ὁ α’ χορὸς
Δόξα Σοι Κύριε...
ὁ β’ χορὸς
...δόξα Σοι.
ὁ α’ χορὸς
Δόξα Πατρὶ... Ἦχος β’
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β’ χορὸς
Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Ἦχος πλ. β’
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ὅλην ἀποθέμενοι
Μὴ καταπιστεύσῃς με, ἀνθρωπίνῃ προστασίᾳ, Παναγία Δέσποινα, ἀλλὰ δέξαι δέησιν, τοῦ ἱκέτου σου · θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τὰ τοξεύματα · σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου. Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.
ὁ β’ χορὸς
Ἕτερα Θεοτοκία
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ' αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
ὁ α’ χορὸς
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν ( νῆσον ) καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου... Κύριε ἐλέησον( ιβ’)
Ἐλέει καὶ οἰκτιρμοῖς...
ᾠδὴ ζ'
ὁ α’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οἱ ἐκ τῆς Ἰουδαίας
Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴκησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας · Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας · Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
ὁ α’ χορός
Δόξα Πατρὶ...
Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας · Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
ὁ β’ χορὸς
Καὶ νῦν...
Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀῤῥωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν...
ὁ α’ χορός
...ἡμῖν ἀποτεκοῦσα.
ᾠδὴ η’
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὸν Βασιλέα
Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας.
ὁ α’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῶν ἰαμάτων τὸ δαψιλές, ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.
ὁ β’ χορὸς
Δόξα Πατρί...
Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σὲ δοξάζω τὴν Κεχαριτωμένην.
ὁ α’ χορός
Καὶ νῦν...
Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε, ὅθεν σε ὑμνοῦμεν...
ὁ β’ χορὸς
...εἰς πάντας τοὺς αἰῶνας.
ᾠδὴ θ’
ὁ α’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Κυρίως Θεοτόκον
Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥοήν μου τῶν δακρύων...
ὁ α’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.
ὁ α’ χορός
Δόξα Πατρί...
Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας.
ὁ β’ χορὸς
Καὶ νῦν...
Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, ἐξ ἀῤῥωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.
Μεγαλυνάρια
ὁ α’ χορός
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορὸς
Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.
ὁ α’ χορός
Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή, πρὸς σὲ καταφεύγω τὴν Κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σὺ μοι βοήθησον.
ὁ β’ χορὸς
Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα. Ὢ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.
ὁ α’ χορὸς
Ψάλλομεν προθύμως σοι τὴν ᾠδήν, νῦν τῇ πανυμνήτῳ, Θεοτόκῳ χαρμονικῶς, μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.
ὁ β’ χορός
Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων, τὴν εἰκόνα σου τὴν σεπτήν, τὴν ἱστορηθεῖσαν, ὑπὸ τοῦ ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.
ὁ α’ χορός
Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ
ὁ β’ χορὸς
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Ὁ Ἀναγνώστης:
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ').
Δόξα Πατρὶ... Καὶ νῦν...
· · Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
· · Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
· · Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
· · Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
· · ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα Πατρὶ... Καὶ νῦν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ὁ ἱερεύς:
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ α’ χορός
Ἀπολυτίκιον Ἦχος δ΄ - Ταχὺ προκατάλαβε
Ἀμήν. Βασίλειον διάδημα, ἐστέφθη σὴ κορυφή, ἐξ ἄθλων ὧν ὑπέμεινας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, μαρτύρων πρωτόαθλε, σὺ γὰρ τὴν Ἰουδαίων ἀπελέγξας μανίαν, εἶδές σου τὸν Σωτῆρα, τοῦ Πατρὸς δεξιόθεν, Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ὁ β’ χορός
Δόξα Πατρί... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
ὁ διάκονος ἢ ὁ ἱερεύς :
· · Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
· Κύριε, ἐλέησον. (τρὶς)
· · Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (..........) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
· Κύριε, ἐλέησον. (τρὶς)
· · Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
· Κύριε, ἐλέησον. (τρὶς)
· · Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
· · Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλέησαι ἡμᾶς.
· Κύριε, ἐλέησον. (τρὶς)
· Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
· Κύριε, ἐλέησον. (ἅπαξ)
· ὁ ἱερεύς:
· Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς, ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, των ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τῶν Ἁγίων, ἐλεῆσαι καὶ σῷσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἦχος β’
ὁ α’ χορός
Ὅτε ἐκ τοῦ ξύλου
Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾶ σου χειρί, ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅθεν σοι προσπίπτομεν, Ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου.
ὁ β’ χορός
Ὅμοιον
Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σὺ ὑπάρχεις, Ἄχραντε, σπεῦσον, δυσωποῦμεν, ῥύσασθαι τοὺς δούλους σου.
ὁ α’ χορός
Ἦχος πλ. δ’
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
ὁ β’ χορός
Ἦχος β’
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Κατὰ τὴν περίοδον τοῦ Δεκαπενταυγούστου ἐν ταῖς Ἀθήναις εἴθισται ἵνα ψάλλωνται, ἀντὶ τῶν ἀνωτέρω Θεοτοκίων, τὰ ἑπόμενα Ἐξαποστειλάρια.
Ἦχος γ'
ὁ α’ χορός
Ὁ οὐρανὸν τοῖς ἄστροις
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σύ, Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.
ὁ β’ χορός
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.
ὁ α’ χορός
Καὶ σὲ μεσίτριαν ἔχω, πρὸς τὸν φιλάνθρωπον Θεόν, μή μου ἐλέγξῃ τὰς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων, παρακαλῶ σε, Παρθένε, βοήθησόν μοι ἐν τάχει.
ὁ β’ χορός
Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην;
Ἱερεὺς: Δι' εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν...
***
Η ΜΕΓΑΛΗ ΠΑΡΑΚΛΗΣΙΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καὶ εὐθὺς ὁ Ἀναγνώστης
Ψαλμὸς ρμβ’ (142)
· Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.
· Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
· Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
· Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
· Ἐμνήσθην ἡμερῶν ἀρχαίων καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων.
· Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.
· Ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου΄
· Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
· Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα.
· Γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου.
· Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον΄ δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου.
· Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ΄ ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με.
· Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σου εἰμί.
Ἦχος δ’
ὁ α’ χορὸς
Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ. α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ α’ χορὸς
Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ β’ χορὸς
Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ α’ χορὸς
Ἀπολυτίκιον Ἦχος δ’
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς, Δέσποινα, βοήθησον ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς, σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
ὁ β’ χορὸς
Δόξα Πατρί...
Τὸ ἀπολυτίκιον τοῦ Ναοῦ
ὁ α’ χορὸς
Καὶ νῦν...
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς χῦμα
· · Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
· · Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
· · Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
· · Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
· · Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
· · Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
· · Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
· · Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
· · Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
· · Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
· · Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.
· · Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
· · Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
· · Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
· · Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
· · Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
· · Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
· · Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
· · Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
· Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ἦχος πλ. δ'
ᾠδὴ α'
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὁ Εἱρμὸς
Ἁρματηλάτην Φαραὼ
Τῶν λυπηρῶν ἐπαγωγαὶ χειμάζουσι τὴν ταπεινήν μου ψυχήν, καὶ συμφορῶν νέφη, τὴν ἐμὴν καλύπτουσι, καρδίαν Θεονύμφευτε ἀλλ' ἡ φῶς τετοκυῗα, τὸ θεῖον καὶ προαιώνιον, λάμψον μοι τὸ φῶς τὸ χαρμόσυνον.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐξ ἀμετρήτων ἀναγκῶν καὶ θλίψεων, καὶ ἐξ ἐχθρῶν δυσμενῶν, καὶ συμφορῶν βίου, λυτρωθεὶς Πανάχραντε, τῇ κραταιᾷ δυνάμει σου, ἀνυμνῶ μεγαλύνω, τὴν ἄμετρόν σου συμπάθειαν, καὶ τὴν εἰς ἐμέ σου παράκλησιν.
ὁ α’ χορὸς
Δόξα Πατρὶ...
Νῦν πεποιθὼς ἐπὶ τὴν σὴν κατέφυγον, ἀντίληψιν κραταιάν, καὶ πρὸς τὴν σὴν σκέπην, ὁλοψύχως ἒδραμον, καὶ γόνυ κλίνω Δέσποινα, καὶ θρηνῶ καὶ στενάζω, μὴ με παρίδῃς τὸν ἄθλιον, τῶν Χριστιανῶν καταφύγιον.
ὁ β’ χορὸς
Καὶ νῦν...
Οὐ σιωπήσω τοῦ βοᾶν τρανώτατα, τὰ μεγαλεῖα τὰ σά, εἰ μὴ γὰρ σὺ Κόρη, πάντοτε προΐστασο, ὑπὲρ ἐμοῦ πρεσβεύουσα, τῷ Υἱῷ καὶ Θεῷ σου, τὶς ἐκ τοσούτου με κλύδωνος, καὶ δεινῶν κινδύνων ἐῤῥύσατο.
ᾠδὴ γ'
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οὐρανίας ἁψῖδος
Ἀπορήσας ἐκ πάντων, ὀδυνηρῶς κράζω σοι πρόφθασον θερμὴ προστασία, καὶ σὴν βοήθειαν, δὸς μοι τῷ δούλῳ σου, τῷ ταπεινῷ καὶ ἀθλίῳ, τῷ τὴν σὴν ἀντίληψιν, ἐπιζητοῦντι θερμῶς.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐθαυμάστωσας ὄντως, νῦν ἐπ' ἐμοὶ Δέσποινα, τὰς εὐεργεσίας σου Κόρη, καὶ τὰ ἐλέη σου ὅθεν δοξάζω σε, καὶ ἀνυμνῶ καὶ γεραίρω, τὴν πολλὴν καὶ ἄμετρον, κηδεμονίαν σου.
ὁ α’ χορὸς
Δόξα Πατρὶ...
Καταιγίς με χειμάζει, τῶν συμφορῶν Δέσποινα, καί τῶν λυπηρῶν τρικυμίαι, καταποντίζουσιν, ἀλλὰ προφθάσασα, χεῖρα μοι δὸς βοηθείας, ἡ θερμὴ ἀντίληψις, καὶ προστασία μου.
ὁ β’ χορὸς
Καὶ νῦν....
Ἀληθῆ Θεοτόκον, ὁμολογῶ Δέσποινα, σὲ τὴν τοῦ θανάτου τὸ κράτος, ἐξαφανίσασαν ὡς γὰρ φυσίζωος, ἐκ τῶν δεσμῶν τῶν τοῦ ᾅδου, πρὸς ζωὴν ἀνήγαγες, εἰς γῆν με ῥεύσαντα.
ὁ α’ χορὸς
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
ὁ β’ χορὸς
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἶτα μνημονεύει ὁ Ἱερεύς.
Κάθισμα Ἦχος β'
ὁ β’ χορὸς
Τὰ ἄνω ζητῶν
Ἀμήν. Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι, Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς...
ὁ α’ χορὸς
...ἡ μόνη ταχέως προστατεύουσα.
ᾠδὴ δ'
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σύ μου ἰσχὺς Κύριε
Καὶ ποῦ λοιπόν, ἄλλην εὑρήσω ἀντίληψιν; ποῦ προσφύγω; ποῦ δὲ καὶ σωθήσομαι; τίνα θερμὴν ἔξω βοηθόν, θλίψεσι τοῦ βίου καὶ ζάλαις οἴμοι! κλονούμενος; Εἰς σὲ μόνην ἐλπίζω, καὶ θαῤῥῶ καὶ καυχῶμαι, καὶ προστρέχω τῇ σκέπη σου σῷσον με.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὸν ποταμόν, τὸν γλυκερόν του ἐλέους σου, τὸν πλουσίαις δωρεαῖς δροσίσαντα, τὴν παναθλίαν καὶ ταπεινήν, πάναγνε ψυχήν μου, τῶν συμφορῶν καί τῶν θλίψεων, καμίνῳ φλογισθεῖσαν, μεγαλύνω κηρύττω, καὶ προστρέχω τῇ σκέπῃ σου σῷσον με.
ὁ β’ χορὸς
Δόξα Πατρὶ...
Σὲ τὴν ἁγνήν, σὲ τὴν Παρθένον καὶ ἄσπιλον, μόνην φέρω, τεῖχος ἀπροσμάχητον, καταφυγὴν σκέπην κραταιάν, ὅπλον σωτηρίας μὴ με παρίδῃς τὸν ἄσωτον, ἐλπὶς ἀπηλπισμένων, ἀσθενῶν συμμαχία, θλιβομένων χαρὰ καὶ ἀντίληψις.
ὁ α’ χορὸς
Καὶ νῦν...
Πῶς ἐξειπεῖν, σοῦ κατ' ἀξίαν δυνήσομαι, τοὺς ἀμέτρους, οἰκτιρμοὺς ὦ Δέσποινα, τοὺς τὴν ἐμὴν πάντοτε ψυχήν, δεινῶς πυρουμένην, ὡς ὕδωρ περιδροσίσαντας; Ἀλλ' ὢ τῆς σῆς προνοίας, καί τῆς εὐεργεσίας,...
ὁ β’ χορὸς
...ἧς ἀφθόνως αὐτὸς παραπήλαυσα.
ᾠδὴ ε'
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἵνα τί με ἀπώσω
Εὐχαρίστως βοῶ σοι΄ χαῖρε Μητροπάρθενε, χαῖρε Θεόνυμφε χαῖρε θεία σκέπη, χαῖρε ὅπλον καὶ τεῖχος ἀπόρθητον, χαῖρε προστασία, καὶ βοηθὲ καὶ σωτηρία, τῶν εἰς σὲ προστρεχόντων ἐκ πίστεως.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οἱ μισοῦντες με μάτην, βέλεμνα καὶ ξίφη καὶ λάκκον ηὐτρέπισαν, καὶ ἐπιζητοῦσι, τὸ πανάθλιον σῶμα σπαράξαι μου, καὶ καταβιβάσαι, πρὸς γῆν Ἁγνὴ ἐπιζητοῦσιν · ἀλλ' ἐκ τούτων προφθάσασα σῶσον με.
ὁ α’ χορὸς
Δόξα Πατρὶ...
Ἀπὸ πάσης ἀνάγκης, θλίψεως καὶ νόσου καὶ βλάβης με λύτρωσαι, καὶ τῇ σῇ δυνάμει, ἐν τῇ σκέπῃ σου φύλαξον ἄτρωτον, ἐκ παντὸς κινδύνου, καὶ ἐξ ἐχθρῶν τῶν πολεμούντων, καὶ μισούντων με Κόρη πανύμνητε.
ὁ β’ χορὸς
Καὶ νῦν...
Τί σοι δῶρον προσάξω, τῆς εὐχαριστίας ἀνθ' ὧν περ ἀπήλαυσα, τῶν σῶν δωρημάτων, καί τῆς σῆς ἀμετρήτου χρηστότητος; Τοιγαροῦν δοξάζω, ὑμνολογῶ καὶ μεγαλύνω,...
ὁ α’ χορὸς
...σοῦ τὴν ἄμετρον πρὸς με συμπάθειαν.
ᾠδὴ ς'
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὴν δέησιν, ἐκχεῶ
Τὰ νέφη, τῶν λυπηρῶν ἐκάλυψαν, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν, καὶ σκοτασμὸν ἐμποιοῦσι μοι Κόρη ἀλλ' ἡ γεννήσασα φῶς τὸ ἀπρόσιτον, ἀπέλασον ταῦτα μακράν, τῇ ἐμπνεύσει τῆς θείας πρεσβείας σου.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παράκλησιν, ἐν ταῖς θλίψεσιν οἶδα, καί τῶν νόσων ἰατρὸν σε γινώσκω, καὶ παντελῆ συντριμμόν τοῦ θανάτου, καὶ ποταμόν τῆς ζωῆς ἀνεξάντλητον, καὶ πάντων τῶν ἐν συμφοραῖς, ταχινὴν καὶ ὀξεῖαν ἀντίληψιν.
ὁ β’ χορὸς
Δόξα Πατρὶ...
Οὐ κρύπτω σου, τὸν βυθόν του ἐλέους, καὶ τὴν βρύσιν τῶν ἀπείρων θαυμάτων, καὶ τὴν πηγὴν τὴν ἀέναον ὄντως, τῆς πρὸς ἐμὲ συμπαθείας σου Δέσποινα, ἀλλ' ἅπασιν ὁμολογῶ, καὶ βοῶ καὶ κηρύττω καὶ φθέγγομαι.
ὁ α’ χορὸς
Καὶ νῦν...
Ἐκύκλωσαν, αἱ τοῦ βίου με ζάλαι, ὥσπερ μέλισσαι κηρίον Παρθένε, καὶ τὴν ἐμὴν κατασχοῦσαι καρδίαν, κατατιτρώσκουσι βέλει των θλίψεων, ἀλλ' εὓροιμί σε βοηθόν, καὶ διώκτην καὶ ῥύστην Πανάχραντε.
ὁ β’ χορὸς
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
ὁ α’ χορὸς
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ ἱερεὺς μνημονεύει ὡς δεδήλωται
Κοντάκιον
ὁ α’ χορὸς
Ἦχος β'
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί...
ὁ β’ χορὸς
...Θεοτόκε, τῶν τιμώντων σε.
Προκείμενον
ὁ α’ χορὸς
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
ὁ β’ χορὸς
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
ὁ α’ χορὸς
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθήσομαι.
ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς...
ὁ α’ χορὸς
Κύριε, ἐλέησον (γ').
ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι.
ὁ β’ Χορὸς
Καὶ τῷ Πνεύματί σου.
ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα
ὁ Διάκονος: Πρόσχωμεν.
ὁ α΄ χορὸς
Δόξα Σοι Κύριε, δόξα Σοι.
ὁ Ἱερεὺς: Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινὰ γυνὴ δέ τις, ὀνόματι Μάρθα, ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφή, καλουμένη Μαρία, ἣ καὶ παρακαθήσασα παρά τοὺς πόδας τοῦ Ἰησοῦ, ἤκουε τῶν λόγων αὐτοῦ· ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν ἐπιστᾶσα δὲ εἶπε · Κύριε, οὐ μέλει σοι, ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῇ · Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλὰ ἑνὸς δὲ ἐστι χρεία · Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου, εἶπεν αὐτῷ · Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοί, οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπε · Μενοῦν γε, μακάριοι οἱ ἀκούοντες τὸν λόγον του Θεοῦ καὶ φυλάσσοντες αὐτόν.
ὁ α΄ χορὸς
Δόξα Σοι Κύριε...
ὁ β΄ χορὸς
...δόξα Σοι.
ὁ α΄ χορὸς
Δόξα Πατρί... Ἦχος β'
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β΄ χορὸς
Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α΄ χορὸς
Ἦχος πλ. β'
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ὅλην ἀποθέμενοι
Μὴ καταπιστεύσῃς με, ἀνθρωπίνῃ προστασίᾳ, Παναγία Δέσποινα, ἀλλὰ δέξαι δέησιν, τοῦ ἱκέτου σου · θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τὰ τοξεύματα · σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου. Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.
ὁ β΄ χορὸς
Ἕτερα Θεοτοκία
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ' αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
ὁ α΄ χορὸς
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν ( νῆσον ) καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου... Κύριε ἐλέησον( ιβ’)
Ἐλέει καὶ οἰκτιρμοῖς...
ᾠδὴ ζ'
ὁ α’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παῖδες Ἑβραίων
Φῶς ἡ τεκοῦσα Θεοτόκε, σκοτισθέντα με νυκτὶ ἁμαρτημάτων, φωταγώγησον σύ, φωτὸς οὖσα δοχεῖον, τὸ καθαρὸν καὶ ἄμωμον, ἵνα πόθῳ σὲ δοξάζω.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σκέπη γενοῦ καὶ προστασία, καὶ ἀντίληψις καὶ καύχημα Παρθένε, γυμνωθέντι μοι νῦν, ἁπάσης βοηθείας, ἀβοηθήτων δύναμις, καὶ ἐλπὶς ἀπηλπισμένων.
ὁ α’ χορὸς
Δόξα Πατρί...
Ὅλῃ ψυχῇ καὶ διανοίᾳ, καὶ καρδία σε καὶ χείλεσι δοξάζω, ἀπολαύσας τῶν σῶν, μεγάλων χαρισμάτων · ἀλλ' ὢ τῆς σῆς χρηστότητος, καὶ ἀπείρων σου θαυμάτων!
ὁ β’ χορὸς
Καὶ νῦν...
Βλέψον ἱλέῳ ὄμματί σου, καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἣν ἔχω, καὶ δεινῶν συμφορῶν, καὶ βλάβης καὶ κινδύνων, καὶ πειρασμῶν με λύτρωσαι,...
ὁ α’ χορὸς
...ἀμετρήτῳ σου ἐλέει.
ᾠδὴ η'
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα
Διὰ σπλάγχνα ἐλέους σου Παρθένε, μὴ παρίδῃς σεμνή, ποντούμενόν με σάλῳ, βιωτικῶν κυμάτων, ἀλλὰ δίδου μοι χεῖρα βοηθείας, καταπονουμένῳ, κακώσεσι του βίου.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Περιστάσεις καὶ θλίψεις καὶ ἀνάγκαι, εὕροσάν με Ἁγνή, καὶ συμφοραί τοῦ βίου, καὶ πειρασμοὶ με πάντοθεν ἐκύκλωσαν ἀλλὰ πρόστηθί μοι, καὶ ἀντιλαβοῦ μου, τῇ κραταιᾷ σου σκέπη.
ὁ β’ χορὸς
Δόξα Πατρί...
Ἐν ταῖς ζάλαις ἐφεῦρον σε λιμένα, ἐν ταῖς λύπαις χαρὰν καὶ εὐφροσύνην, καὶ ἐν ταῖς νόσοις ταχινὴν βοήθειαν, καὶ ἐν τοῖς κινδύνοις, ῥύστιν καὶ προστάτιν, ἐν τοῖς πειρατηρίοις.
ὁ α’ χορὸς
Καὶ νῦν...
Χαῖρε θρόνε πυρίμορφε Κυρίου, χαῖρε θεία καὶ μανναδόχε στάμνε, χαῖρε χρυσῆ λυχνία, λαμπὰς ἄσβεστε, χαῖρε τῶν παρθένων δόξα καὶ μητέρων...
ὁ β’ χορὸς
...ὡράϊσμα καὶ κλέος.
ᾠδὴ θ'
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐξέστη ἐπὶ τούτῳ
Πρὸς τίνα καταφύγω ἄλλην Ἁγνή; ποῦ προσδράμω λοιπὸν καὶ σωθήσομαι; ποῦ πορευθῶ; ποίαν δὲ ἐφεύρω καταφυγήν; ποίαν θερμὴν ἀντίληψιν; ποίαν ἐν ταῖς θλίψεσι βοηθόν; Εἰς σὲ μόνην ἐλπίζω, εἰς σὲ μόνην καυχῶμαι, καὶ ἐπὶ σὲ θαῤῥῶν κατέφυγον.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οὐκ ἔστιν ἀριθμήσασθαι δυνατόν, μεγαλεῖα τὰ σὰ Θεονύμφευτε, καὶ τὸν βυθόν, τὸν ἀνεξερεύνητον ἐξειπεῖν, τῶν ὑπὲρ νοῦν θαυμάτων σου, τῶν τετελεσμένων διηνεκῶς, τοῖς πόθῳ σε τιμῶσι, καὶ πίστει προσκυνοῦσιν, ὡς ἀληθῆ Θεοῦ λοχεύτριαν.
ὁ α’ χορὸς
Δόξα Πατρί...
Ἐν ὕμνοις εὐχαρίστοις δοξολογῶ, καὶ γεραίρω τὸ ἄμετρον ἔλεος, καὶ τὴν πολλήν, δύναμίν σου πᾶσιν ὁμολογῶ καὶ τὰς εὐεργεσίας σου, ἃς ὑπερεκένωσας εἰς ἐμέ, κηρύττω, μεγαλύνω, ψυχῇ τε καὶ καρδίᾳ, καὶ λογισμῷ καὶ γλώσσῃ πάντοτε.
ὁ β’ χορὸς
Καὶ νῦν...
Τὴν δέησίν μου δέξαι τὴν πενιχράν, καὶ κλαυθμὸν μὴ παρίδῃς καὶ δάκρυα, καὶ στεναγμόν, ἀλλ' ἀντιλαβοῦ μου ὡς ἀγαθή, καὶ τὰς αἰτήσεις πλήρωσον δύνασαι γάρ πάντα ὡς πανσθενοῦς, Δεσπότου Θεοῦ Μήτηρ, εἰ νεύσεις ἔτι μόνον, πρὸς τὴν ἐμὴν οἰκτρὰν ταπείνωσιν.
Μεγαλυνάρια
ὁ α’ χορός
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορὸς
Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.
ὁ α’ χορός
Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή, πρὸς σὲ καταφεύγω τὴν Κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σὺ μοι βοήθησον.
ὁ β’ χορὸς
Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα. Ὢ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.
ὁ α’ χορὸς
Ψάλλομεν προθύμως σοι τὴν ᾠδήν, νῦν τῇ πανυμνήτῳ, Θεοτόκῳ χαρμονικῶς, μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.
ὁ β’ χορός
Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων, τὴν εἰκόνα σου τὴν σεπτήν, τὴν ἱστορηθεῖσαν, ὑπὸ τοῦ ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.
ὁ α’ χορός
Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ
ὁ β’ χορὸς
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Ὁ Ἀναγνώστης:
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ').
Δόξα Πατρί... Καὶ νῦν...
· · Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
· · Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
· · Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
· · Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
· · ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα Πατρί... Καὶ νῦν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ὁ ἱερεύς:
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ α’ χορός
Ἦχος πλ. β’
Ἀμήν. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρί...
Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νῦν, ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
ὁ α’ χορός
Καὶ νῦν...
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
ὁ διάκονος ἢ ὁ ἱερεύς :
· Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
· Κύριε, ἐλέησον. (τρὶς)
· Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (..........) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
· Κύριε, ἐλέησον. (τρὶς)
· Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
· Κύριε, ἐλέησον. (τρὶς)
· Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
· Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλέησαι ἡμᾶς.
· Κύριε, ἐλέησον. (τρὶς)
· Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
· Κύριε, ἐλέησον. (ἅπαξ)
ὁ ἱερεύς:
· Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς, ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, των ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τῶν Ἁγίων, ἐλεῆσαι καὶ σῶσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἦχος γ’
ὁ α’ χορός
Ὁ οὐρανὸν τοῖς ἄστροις
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σύ, Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.
ὁ β’ χορός
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.
ὁ α’ χορός
Καὶ σὲ μεσίτριαν ἔχω, πρὸς τὸν φιλάνθρωπον Θεόν, μή μου ἐλέγξῃ τὰς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων, παρακαλῶ σε, Παρθένε, βοήθησόν μοι ἐν τάχει.
ὁ β’ χορός
Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην;
Ἱερεύς: Δι' εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν...