ΛΕΙΤΟΥΡΓΙΚΑ ΚΕΙΜΕΝΑ ΕΟΡΤΑΖΟΜΕΝΩΝ ΑΓΙΩΝ

26 ΟΚΤΩΒΡΙΟΥ 2018

ΕΣΠΕΡΙΝΟΣ ΑΓΙΟΥ ΔΗΜΗΤΡΙΟΥ (25/10/18)

 

ὁ Ἱερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: μήν.

ναγνστης:

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.
  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά.
  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      
  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
  • Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
  • Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
  • Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
  • Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

 

Δξα Πατρί... Κα νν ...

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').

ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.


ὁ διάκονος:

  • ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
  • ὁ α’ χορός: Κύριε ἐλέησον....
  • Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
  • Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
  • Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (το δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
  • Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
  • Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
  • Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
  • Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
  • α χορς: Σοὶ Κύριε.

τι πρπει σοι, πσα δξα, τιμ κα προσκνησις, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός

Ἦχος πλ.δ’

  Ψαλμς ρμ’ (140)

μήν. Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

ὁ β’ χορός

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.


ὁ α’ χορός

Στίχ. ὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

το παραδξου θαματος

τοῦ παραδόξου θαύματος! ἐν οὐρανῷ καὶ ἐν γῇ, ἀγαλλίαμα σήμερον, ἐν τῇ μνήμῃ ηὔγασται, Δημητρίου τοῦ Μάρτυρος, ἐκ τῶν   Ἀγγέλων ἐπαίνοις στέφεται, καὶ ἐξ ἀνθρώπων ᾄσματα δέχεται. Ὢ οἷον ἤθλησε! πῶς καλῶς ἠγώνισται! δι' οὗ ἐχθρός, πέπτωκεν ὁ δόλιος, Χριστοῦ νικήσαντος.

ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

τοῦ παραδόξου θαύματος! ταῖς τῶν θαυμάτων βολαῖς, τοῦ ἡλίου φανότερον, εἰς ἀεὶ Δημήτριος, διαλάμπει τοῖς  πέρασιν, ἐξ ἀνεσπέρου φωτὸς λαμπόμενος, καὶ τῷ     ἀδύτῳ φωτὶ τερπόμενος· οὗ ταῖς ἑλλάμψεσι, νέφη ἀπηλάθησαν βαρβαρικά, νόσοι ἐδιώχθησαν, δαίμονες ἥττηνται.

ὁ α’ χορός

Στίχ. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

τοῦ παραδόξου θαύματος! ὑπὲρ Χριστοῦ λογχευθείς, ὁ τρισμάκαρ Δημήτριος,πρὸς ἐχθροὺς ἑκάστοτε, ῥομφαία ὤφθη δίστομος, ἀποθερίζων ἐχθρῶν γαυρίαμα, καὶ καταράσσων δαιμόνων φρύαγμα. ᾯ ἐκβοήσωμεν, Ἅγιε Δημήτριε, σκέπε ἡμᾶς, σοῦ τὴν ἀεισέβαστον, μνήμην γεραίροντας.

ὁ β’ χορός

Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις' καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Πύργος εὐσεβείας πέφηνας, ἐρηρεισμένος στερρῶς, ἐπὶ πέτραν τῆς πίστεως, πειρασμοῖς ἀνάλωτος, καὶ κινδύνοις ἀκλόνητος· μετὰ σφοδροῦ γὰρ σάλου καὶ κλύδωνος, σοὶ προσραγέντα ἀθέων κύματα, σὴν οὐ κατέβαλον, ἀκλινῆ στεῤῥότητα· μαρτυρικῷ στέφει γὰρ ἐπόθησας, ἐγκαλλωπίζεσθαι.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Πάθει τὸ πάθος μιμούμενος, τὸ ζωηφόρον Χριστοῦ, παρ' αὐτοῦ τὴν ἐνέργειαν, τῶν   θαυμάτων εἲληφας, Ἀθλοφόρε Δημήτριε, καὶ διασῴζεις τοὺς σοὶ προστρέχοντας, πολλῶν κινδύνων αὐτοὺς ῥυόμενος, ἔχων εὐάρεστον, παρρησίαν ἔνδοξε πρὸς τὸν Χριστόν, ᾧ καὶ νῦν παρίστασαι, δόξης πληρούμενος.


ὁ β’ χορός

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Αἵματι τῷ σῷ σταζόμενος, τῷ ζωοδότῃ Χριστῷ, τῷ τὸ αἷμα τὸ τίμιον, διὰ σὲ κενώσαντι, προσηνέχθης Δημήτριε, καὶ κοινωνὸν σε δόξης εἰργάσατο, καὶ βασιλείας αὐτοῦ συμμέτοχον, ὡς ἀριστεύσαντα, κατὰ τοῦ ἀλάστορος, καὶ τὰ δεινά, τούτου μηχανήματα, τελείως σβέσαντα.

ὁ α’ χορός

Δξα Πατρί... ἦχος πλ.β’

Βυζαντίου

Σήμερον συγκαλεῖται ἡμᾶς, τοῦ Ἀθλοφόρου ἡ παγκόσμιος πανήγυρις. Δεῦτε οὖν φιλέορτοι, φαιδρῶς ἐκτελέσωμεν, τὴν μνήμην αὐτοῦ λέγοντες. Χαίροις ὁ τὸν χιτῶνα τῆς ἀσεβείας διαρρήξας, διὰ τῆς πίστεως, τὴν δὲ ἀνδρείαν τοῦ Πνεύματος σεαυτῷ περιθέμενος. Χαίροις, ὁ καταργήσας τὰς ἐπινοίας τῶν   παρανόμων, τῇ ἰσχὺϊ τῇ δοθείσῃ σοι, παρὰ τοῦ Θεοῦ. Χαίροις, ὁ λογχευθέντων τῶν   μελῶν, τὸ μακάριον πάθος πνευματικῶς ἡμῖν ἀναζωγραφήσας τοῦ Χριστοῦ. Ὃν καθικέτευε, Ἀθλητῶν ἐγκαλλώπισμα Δημήτριε, λυτρωθῆναι ἡμᾶς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Κα νν... Θεοτοκίον ἦχος ὁ αὐτός

Πρὸς τό,

Φοβερὸς εἶ Κύριε

Παναγία Δέσποινα, τοῦ κόσμου βοήθεια, καὶ ἐλπὶς Χριστιανῶν, σὲ νῦν ἐκδυσωποῦμεν, καὶ σὲ παρακαλοῦμεν ἀγαθή, ὑπὲρ ἡμῶν ἡμαρτηκότων καὶ ἀπεγνωσμένων, τόν Υἱόν σου καὶ Κύριον, ἵλεων ποιῆσαι Θεοτόκε· ἔχεις γὰρ τὸ δύνασθαι, τῇ μητρικῇ σου πρὸς αὐτὸν χρωμένῃ παρρησίᾳ. Πρόφθασον Ἄχραντε, πρόφθασον μεσίτευσον, καὶ ῥῦσαι τὸν λαόν σου τῆς ἐνεστώσης ἀπειλῆς· διὰ σπλάγχνα ἐλέους, μὴ παρίδῃς τοὺς ὑμνοῦντάς σε.

Εσοδος

Σοφα ρθοί !

χος β'

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.


σπρας Προκεμενον  

Τ Πμπτῃ σπρας    

Ἦχος β’ 

ὁ α’ χορός                                                                             

βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

ὁ β’ χορός

βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

ὁ α’ χορός

Στχ. ρα τους ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἤξει ἡ βοήθειά μου.

βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τν ορανν κα τν γν.

Προφητεας σαου τ νγνωσμα

(Κεφ. 63, 15-19 & 64, 15 καὶ ἐκλογὴ)

πίβλεψον ἐκ τοῦ οὐρανοῦ Κύριε, καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ Ἁγίου σου καὶ δόξης σου. Ποῦ ἐστι τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἠνέσχου ἡμῶν Κύριε; Σὺ γὰρ εἶ Πατὴρ ἡμῶν, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καί, Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς, ἀλλὰ σὺ Κύριε, Πατὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς, ἀπ' ἀρχῆς τὸ ὄνομά σου ἐφ' ἡμᾶς ἐστι. Τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνας τὰς καρδίας ἡμῶν, τοῦ μὴ φοβεῖσθαί σε; Ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου, οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου, ἐγενόμεθα ὡς τὸ ἀπαρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ' ἡμᾶς. Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται, ὡσεὶ κηρὸς τήκεται ἀπὸ πυρός, καὶ κατακαύσει πῦρ τούς ὑπεναντίους σου, καὶ φανερὸν ἔσται τὸ ὄνομά σου τοῖς  ὑπεναντίοις σου, ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται. Ὅταν ποιῇς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη. Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεὸν πλήν σου, καὶ τὰ ἔργα σου ἀληθινά, καὶ ποιήσεις τοῖς  ὑπομένουσί σε ἔλεος. Συναντήσεται γὰρ ἔλεος τοῖς  ποιοῦσι τὸ δίκαιον, καὶ τῶν   ὁδῶν σου μνησθήσονται. Καὶ νῦν, Κύριε, Πατὴρ ἡμῶν σὺ εἶ, ἡμεῖς δὲ πηλὸς καὶ σὺ ὁ Πλάστης ἡμῶν· ἔργα χειρῶν σου πάντες ἡμεῖς. Μὴ ὀργίζου ἡμῖν, Κύριε, ἕως σφόδρα, καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν. Καὶ νῦν  ἐπίβλεψον, Κύριε, ὅτι λαός σου πάντες ἡμεῖς.

Προφητεας ερεμου τ νγνωσμα

( Κεφ. 2, 1-12)

Τάδε λέγει Κύριος· Ἐμνήσθην ἐλέους νεότητός σου, καὶ ἀγάπης τελειώσεώς σου, τοῦ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ἰσραήλ, λέγει Κύριος, ὁ ἅγιος τοῦ Ἰσραήλ. τῷ Κυρίῳ ἀρχὴ γεννημάτων αὐτοῦ. Πάντες οἱ ἐσθίοντες αὐτὸν πλημμελήσουσι, κακὰ ἥξει ἐπ' αὐτούς, λέγει Κύριος· Ἀκούσατε λόγον Κυρίου, οἶκος Ἰακώβ, καὶ πᾶσα πατριὰ οἴκου Ἰσραήλ. Τάδε λέγει Κύριος. Τὶ εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν μακρὰν ἀπ' ἐμοῦ, καὶ ἐπορεύθησαν ὀπίσω τῶν   ματαίων, καὶ ἐματαιώθησαν, καὶ οὐκ εἶπον. Ποῦ ἐστι Κύριος, ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ὁ καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ, ἐν γῇ ἀνύδρῳ, καὶ ἀκάρπῳ, καὶ σκιᾷ θανάτου, ἐν γῇ, ἐν ᾗ οὐ διώδευσεν ἐν αὐτῇ ἀνήρ, οὐδὲ κατῴκησεν υἱὸς ἀνθρώπου ἐκεῖ; Καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον, τοῦ φαγεῖν τοὺς καρποὺς αὐτοῦ, καὶ τὰ ἀγαθὰ αὐτοῦ, καὶ εἰσήλθετε καὶ ἐμιάνατε τὴν γῆν μου, καὶ τὴν κληρονομίαν μου ἔθεσθε εἰς βδέλυγμα. Οἱ ἱερεῖς οὐκ εἶπον. Ποῦ ἐστι Κύριος, καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με· καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ· καὶ οἱ προφῆται προεφήτευον τῇ Βάαλ· καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν. Διὰ τοῦτο ἔτι κριθήσομαι πρὸς ὑμᾶς λέγει Κύριος, καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριθήσομαι. Διέλθετε εἰς νήσους Χεττιεὶμ καὶ ἴδετε, καὶ εἰς Κηδὰρ καὶ ἀποστείλατε, καὶ νοήσατε σφόδρα, καὶ ἴδετε, εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί, ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἦς οὐκ ὠφεληθήσονται. Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος.

Σοφας Σολομντος τ νγνωσμα

(Κεφ. 3,1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἑλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ· Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτους, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν, αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ν τος κλεκτος ατο.

 

Ὁ διάκονος:       

  • Εἴπωμεν πάντες ἐξ ὅλης της ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
  • Κύριε ἐλέησον (ἅπαξ).
  • Κύριε παντοκράτορ ὁ Θεός τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
  • Κύριε ἐλέησον (ἅπαξ).
  • Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
  • Κύριε ἐλέησον (ἐκ τρίτου).
  • Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).
  • Κύριε ἐλέησον (ἐκ τρίτου).
  • Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν , καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
  • Κύριε ἐλέησον (ἐκ τρίτου).
  • Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων του Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
  • Κύριε ἐλέησον (ἐκ τρίτου)
  • Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
  • Κύριε ἐλέησον (ἐκ τρίτου)
  • Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.
  • Κύριε ἐλέησον (ἅπαξ)

τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Προεστὼς ἢ ὁ ναγνστης:

μήν. Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μν.

 

Ὁ διάκονος:        

  • Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
  • Κύριε ἐλέησον.
  • ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.                                                                                                                                                                                                                                           
  • Κύριε ἐλέησον.
  • Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • γγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα των ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.       
  • Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • Χριστιανὰ τὰ τέλη της ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
  • Σοὶ Κύριε.

τι γαθς κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τοὺς αἰῶνας των αἰώνων.

Χορς: μήν.

 

Εἰρήνη πᾶσι.

Καὶ τῷ πνεύματί σου.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Σοί, Κύριε.

 

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου. Σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ, οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας; οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος, καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν, οὓς διαφύλαξον ἐν παντὶ καιρῷ, καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα, ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργίας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν.

 

Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


πστιχα

Στιχηρὰ ἰδιόμελα τοῦ σεισμοῦ.

Ποίημα Συμεὼν τοῦ θαυμαστορείτου

 ὁ α’ χορός

Ἦχος β’

μήν. Τῆς γῆς συνταρασσομένης τῷ τῆς ὀργῆς σου φόβῳ, βουνοὶ καὶ τὰ ὄρη συσσείονται Κύριε, ἀλλ' εὐσπλαγχνίας ὄμματι ἐφ' ἡμᾶς ἐπιβλέψας, μὴ τῷ θυμῷ σου ὀργισθῇς ἡμῖν, ἀλλὰ σπλαγχνισθεὶς ἐπὶ τὸ πλάσμα τῶν χειρῶν σου, τῆς φοβερᾶς ἡμᾶς τοῦ σεισμοῦ ἀπειλῆς ἐλευθέρωσον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

ὁ β’ χορός

Ἦχος πλ. β’

Στίχ. Συνέσεισας τὴν γῆν, καὶ συνετάραξας αὐτήν.

Φοβερὸς εἶ Κύριε, καὶ τὶς ὑποστήσεται τὴν δικαίαν σου ὀργήν, ἢ τὶς σὲ δυσωπήσει, ἢ τὶς παρακαλέσει ἀγαθέ, ὑπὲρ λαοῦ ἡμαρτηκότος καὶ ἀπεγνωσμένου; τὰ οὐράνια τάγματα Ἄγγελοι, Ἀρχαὶ καὶ Ἐξουσίαι, θρόνοι, Κυριότητες, τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ, ὑπὲρ ἡμῶν σοὶ βοῶσιν· Ἅγιος, Ἅγιος, Ἅγιος, εἶ Κύριε, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς ἀγαθέ, διὰ σπλάγχνα ἐλέους, σῷζε πόλιν κινδυνεύουσαν.

αχορός

Ἦχος αὐτός

Στίχ. ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν .

Νινευῖται τοῖς παραπτώμασι, τὴν διὰ τῆς τοῦ σεισμοῦ ἀπειλῆς κατάχωσιν ἤκουον· ἐν δὲ τῷ μεσιτεύοντι σημείῳ τοῦ κήτους, τὴν διά τοῦ Ἰωνᾶ ἀνάστασιν, ἡ μετάνοια παρακαλεῖ, ἀλλ' ὡς ἐκείνους, βοῇ λαοῦ σου μετὰ νηπίων καὶ κτηνῶν, οἰκτείρας προσεδέξω, καὶ ἡμᾶς παιδευομένους, διὰ τῆς τριημέρου Ἀναστάσεως, φεῖσαι καὶ ἐλέησον.

ὁ β’ χορός

Δξα Πατρί...χος πλ.δ’

Ἀνατολίου

χει μὲν ἡ θειοτάτη σου ψυχὴ καὶ ἄμωμος, ἀοίδιμε Δημήτριε, τὴν οὐράνιον Ἱερουσαλὴμ κατοικητήριον, ἧς τὰ τείχη, ἐν ταῖς ἀχράντοις χερσὶ τοῦ ἀοράτου Θεοῦ ἐζωγράφηνται. Ἔχει δὲ καὶ τὸ πανέντιμον, καὶ ἀθλητικώτατόν σου σῶμα, τὸν περίκλυτον τοῦτον ναὸν ἐπὶ γῆς, ταμεῖον ἄσυλον θαυμάτων, νοσημάτων ἀλεξητήριον, ἔνθα προστρέχοντες, τὰς ἰάσεις ἀρυόμεθα. Φρούρησον πανεύφημε, τὴν σὲ μεγαλύνουσαν πόλιν, ἀπὸ τῶν   ἐναντίων προσβολῶν, παῤῥησίαν ὡς ἔχων, πρὸς Χριστὸν τόν σὲ δοξάσαντα.

ὁ α’ χορός

Κα νν... Θεοτοκίον ἦχος ὁ αὐτός

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, π πσης νγκης κα θλψεως.

 

ὁ προεστὼς: Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων των λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

 

ναγνστης: γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ').

Δξα Πατρί... Κα νν...

  • Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
  • Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
  • Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
  • γιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δξα Πατρί... Κα νν...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ὁ ἱερεύς:

τι σοῦ στν βασιλεα κα δναμις κα δξα τοῦ Πατρς κα τοῦ Υο κα τοῦ γου Πνεματος, νν κα ε κα ες τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορὸς

πολυτκιον τοῦ Ἁγίου χος γ’

μήν. Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις, σὲ ὑπέρμαχον ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαρρύνας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Δόξα Πατρί...Καὶ νῦν...τοῦ σεισμοῦ. Ἦχος πλ.δ’

ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ῥῦσαι ἡμᾶς τῆς φοβερᾶς τοῦ σεισμοῦ ἀπειλῆς, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ κατάπεμψον ἡμῖν, πλούσια τὰ ἐλέη σου, πρεσβείαις τῆς Θεοτόκου, μνε Φιλνθρωπε.

 

πόλυσις

«...Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...»

 

26 ΟΚΤΩΒΡΙΟΥ 2018

Τοῦ ῾Αγίου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου.᾽Ανάμνησις τοῦ γεγονότος σεισμοῦ ( 740 μ.Χ. ).


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον...

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα...

ὁ α’ χορὸς

χος γ’

μήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ. α'. ξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 

ὁ α’ χορὸς

Στχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...

ὁ β’ χορὸς

Στχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 

ὁ α’ χορὸς

Ἀπολυτίκιον  Ἦχος γ’

Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις, σὲ ὑπέρμαχον ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαῤῥύνας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

Δόξα Πατρί...

Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις...

ὁ α’ χορὸς

Καὶ νῦν... Ἕτερον το σεισμο

χος πλ. δ'

ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ῥῦσαι ἡμᾶς τῆς φοβερᾶς τοῦ σεισμοῦ ἀπειλῆς, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ κατάπεμψον ἡμῖν, πλούσια τὰ ἐλέη σου, πρεσβείαις τῆς Θεοτόκου, μνε Φιλνθρωπε.


 

Συναπτ μικρκα  κφνησις

  τι σν τ κρτος... 

Μετ τν α' Στιχολογαν

Κθισμα
ὁ α’ χορὸς

χος δ'

Ταχ προκατλαβε

μνήμη σου ἔνδοξε, Μάρτυς Δημήτριε, ἐφαίδρυνε σήμερον, τὴν Ἐκκλησίαν Χριστοῦ, καὶ πάντας συνήγαγεν, ᾄσμασιν ἐπαξίως, εὐφημεῖν σε θεόφρον, ὡς ὄντως στρατιώτην, καὶ ἐχθρῶν καθαιρέτην, διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, ῥῦσαι ἡμᾶς πειρασμῶν.

ὁ β’ χορὸς

Δξα Πατρί... μοιον

θλήσεως καύχημα, Μάρτυς Δημήτριε, Χριστὸν ἐνδυσάμενος, κατεπολέμησας, ἐχθρὸν τὸν ἀνίσχυρον, πλάνην γὰρ τῶν ἀνόμων, ἐν αὐτῷ καταργήσας, γέγονας τοῖς ἐν πίστει, εὐσεβείας ἀλείπτης, διό σου καὶ τὴν μνήμην, σεπτῶς πανηγυρίζομεν.

ὁ α’ χορὸς

Κα νν... Θεοτοκον

λπὶς ἀκαταίσχυντε, τῶν πεποιθότων εἰς σέ, ἡ μόνη κυήσασα, ὑπερφυῶς ἐν σαρκί, Χριστὸν τὸν Θεὸν ἡμῶν, τοῦτον σὺν τοῖς Ἁγίοις, Ἀποστόλοις δυσώπει, δοῦναι τῇ οἰκουμένῃ, ἱλασμὸν καὶ εἰρήνην, καὶ πᾶσιν ἡμῖν πρὸ τέλους, βίου διόρθωσιν.

Μετ τν β' Στιχολογαν

Κθισμα

ὁ β’ χορὸς

χος πλ. α' - Τν συνναρχον

διστάκτῳ τῇ πίστει ὁ Ἀθλοφόρος Χριστοῦ, τῶν τυράννων τὰ θράση καταβαλὼν ἀνδρικῶς, ἀθλητικῶς τὸν πονηρὸν κατεπάλαισε, καὶ τῶν βασάνων ἀμοιβήν, τὴν τῶν θαυμάτων παροχήν, ἐδέξατο ἐκ τοῦ μόνου, Θεοῦ τοῦ ἀγωνοθέτου, ᾧ  καὶ πρεσβεύει ἐλεηθῆναι ἡμᾶς.

ὁ α’ χορὸς

Δξα Πατρί...

διστάκτῳ τῇ πίστει ὁ Ἀθλοφόρος Χριστοῦ...

ὁ β’ χορὸς

Κα νν... Θεοτοκον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλίπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.

Μετ τν Πολυλεον

Κθισμα

ὁ α’ χορὸς

χος γ’ - Τν ραιτητα

Τὸν συμπαθέστατον, Κυρίου Μάρτυρα, ἐκδυσωποῦμέν σε πιστῶς Δημήτριε, ῥῦσαι ἡμᾶς παντοδαπῶν, κινδύνων ἐπερχομένων, ἴασαι ψυχῶν ἡμῶν, καὶ σωμάτων τὰ τραύματα, θραῦσον τὰ φρυάγματα, τῶν ἐχθρῶν ἡμῶν Ἅγιε, εἰρήνευσον ἡμῶν τὴν ζωήν, ὅπως ἀεὶ σε δοξάζωμεν.

ὁ β’ χορὸς

Δξα Πατρὶ...Κα νν...Θεοτοκον

Θεομακάριστε, Μήτηρ ἀνύμφευτε, τὴν ἀσθενοῦσαν μου, ψυχὴν θεράπευσον, ὅτι συνέχομαι πολλοῖς, ἐν πταίσμασι Θεοτόκε, ὅθεν καὶ κραυγάζω σοι, στεναγμῷ τῆς καρδίας μου. Δέξαι με πανάχραντε, τὸν πολλὰ ἁμαρτήσαντα, ἵνα ἐν παῤῥησίᾳ κραυγάζω σοι΄ Χαῖρε ἡ Κεχαριτωμένη.

Τό α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

ὁ α’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρί...

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν...

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

ὁ α’ χορός

Προκείμενον  Ἦχος δ'

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

ὁ β’ χορός

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

ὁ α’ χορός

Στχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς γοις ατο.


Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου

Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον.

Ἱερεὺς: τι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ...

ὁ α΄ χορὸς

μήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

 

Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς...

ὁ α’ χορὸς

Κύριε, ἐλέησον (γ'). 

Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ἱερεὺς: Εἰρήνη πᾶσι. 

ὁ β’ Χορὸς

Καὶ τῷ Πνεύματί σου.

Ἱερεὺς: κ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα

(Λουκ. ΚΑ’.12-19)

Διάκονος: Πρόσχωμεν.

ὁ α’ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς΄ Προσέχετε ἀπὸ τῶν ἀνθρώπων΄ἐπιβαλοῦσι γὰρ ἐφ' ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τς ψυχς μν.

 

ὁ α’ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.


Ν’ ψαλμὸς χῦμα


ὁ α’ χορὸς

Δξα Πατρὶ... Ἦχος β’

Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β χορὸς

Κα νν...

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Πεντηκοστάριον. Ἦχος β’

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Εἰς τὰ ὑπερκόσμια σκηνώματα, τὸ πνεῦμά σου Δημήτριε Μάρτυς σοφέ, Χριστὸς ὁ Θεὸς προσήκατο ἀμώμητον, σὺ γὰρ τῆς Τριάδος γέγονας ὑπέρμαχος, ἐν τῷ σταδίῳ ἀνδρείως ἐναθλήσας ὡς ἀδάμας στεῤῥός, λογχευθεὶς δὲ τὴν πλευράν, τὴν ἀκήρατόν σου πανσεβάσμιε, μιμούμενος τὸν ἐπὶ ξύλου τανυσθέντα, εἰς σωτηρίαν παντὸς τοῦ κόσμου, τῶν θαυμάτων εἴληφας τὴν ἐνέργειαν, ἀνθρώποις παρέχων τὰς ἰάσεις ἀφθόνως. Διό σου σήμερον, τὴν κοίμησιν ἑορτάζοντες, ἐπαξίως δοξάζομεν, τν σ δοξσαντα Κριον.


Σῶσον ὁ Θεὸς τὸν λαὸν σου...Ἐλέει καὶ οἰκτιρμοῖς...

ΚΑΝΟΝΕΣ

Το σεισμο, ο κροστιχς.

Ὦ Χριστ, τς γς τν κλνον πασον τχος. ωσφ.

δ α'   χος πλ. β'  

ὁ α’ χορὸς

Ερμς

ς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδὴν ἐβόα ᾄσωμεν.

ὁ β’ χορὸς

Στχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

ς φοβερὰ ἡ ὀργή σου, ἐξ ἧς ἡμᾶς, ἐλυτρώσω Κύριε, μὴ συγχώσας ἐν τῇ γῇ, ἅπαν τὸ ἀνάστημα ἡμῶν, εὐχαρίστως σε διὸ ἀεὶ δοξάζομεν.

ὁ α’ χορὸς

Στχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Χαίρων ἀεὶ καθ' ἑκάστην τῇ παντελεῖ, διορθώσει Δέσποτα, ὥσπερ φύλλον εὐτελές, διασείεις ἅπασαν τὴν γῆν, εἰς τὸν φόβον σου πιστοὺς στηρίζων ἡμᾶς.

ὁ β’ χορὸς

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

κετευτικῶς σοι βοῶμεν Μῆτερ Θεοῦ, τὰ συνήθη σπλάγχνα σου, ἐπὶ πόλιν καὶ λαόν, συμπαθῶς δεικνύουσα σεισμοῦ, βαρυτάτου καὶ φθορᾶς ἡμᾶς ἀπάλλαξον.

Τοῦ Ἁγίου, ο κροστιχς

Μρω νοητ προσπλακες, μρον γν.

ν δ τος Θεοτοκοις

Φιλοθου

Ποίημά ἐστιν οὗτος τοῦ Ἁγιωτάτου καὶ οἰκουμενικοῦ Πατριάρχου κυρίου Φιλοθέου, ὑπόθεσιν ἔχων ἐγκωμίων ὁμοῦ καὶ δεήσεως τὸ ἱερὸν αὐτοῦ μύρον.

δ α'   χος δ’

αχορὸς

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

νοξω τ στμα μου

Μερίς μου Δημήτριε, καὶ δόξα θεία γεγένησαι, τῆς μάνδρας γὰρ πρόβατον, κἀγὼ τῆς φίλης σου, διὸ δέξαι μου, τὸν ὕμνον στεφηφόρε, κροτοῦντα τοῦ μύρου σου, τὴν χάριν σήμερον.

βχορὸς

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

πῆλθες Δημήτριε, λαμπρῶς Μαρτύρων τὸ στάδιον, ἐλαίῳ ἀλείψας σου, τῶν ἀρετῶν τὴν ψυχήν, καινῷ τρόπῳ δέ, πεσὼν νικᾷς γενναῖε, καὶ μύρου τὸ σῶμά σου, κρήνην ἀνέδειξας.

ὁ α’ χορὸς

Δόξα Πατρὶ...

ευμάτων βορβόρου με, καὶ δυσωδίας Δημήτριε, ἀπόσμηξον δέομαι, τῶν ἀκαθάρτων παθῶν, καὶ τῷ μύρῳ σου, λαμπρῶς εὐωδιάσας, Χριστοῦ μύρου ποίησον, ἄξιον σκήνωμα.

ὁ β’ χορὸς

Καὶ νῦν... Θεοτοκον

Φανεῖσαν Πανάμωμε, μύρου τοῦ θείου ἀλάβαστρον, καὶ σκεῦος ἐξαίρετον, τῆς εὐωδίας Χριστοῦ, ἱκετεύω σε, παθῶν τῆς δυσωδίας, βορβόρου τε λύτρωσαι, τῆς ἁμαρτίας με.

Το σεισμο

αχορὸς

δ γ' Ερμς

Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου.

 

ὁ β’ χορὸς

Στχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

γῆ μαστίζεται ἡμῶν, κακῶς διακειμένων, καὶ ἀεὶ τὴν ὀργήν σου, συγκινούντων καθ' ἡμῶν, οἰκτίρμον Παμβασιλεῦ, ἀλλὰ φεῖσαι, Δέσποτα τῶν δούλων σου.

ὁ α’ χορὸς

Στχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Συσσείσας Κύριε τὴν γῆν, ἐστερέωσας πάλιν, νουθετῶν ἐπιστρέφων, τὴν ἀσθένειαν ἡμῶν, στηρίζεσθαι ἐν τῷ σῷ, θείῳ φόβῳ, θέλων ὑπεράγαθε.

ὁ β’ χορὸς

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

μόνη οὖσα ἀγαθή, τὸν πανάγαθον Λόγον, ἐκτενῶς ἐκδυσώπει, τῆς παρούσης τοῦ σεισμοῦ, ῥυσθῆναι πάντας ὀργῆς, Θεοτόκε, ἄχραντε δεόμεθα.

Τοῦ Ἁγίου

αχορὸς

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τος σος μνολγους

Ναμάτων ἐπέβης ζωηρύτων, Βαπτίσματι θείῳ καθαρθεὶς αἵματι, δὲ λουσάμενος, μαρτυρικῷ Δημήτριε, κρᾶσιν καινὴν τετέλεκας, πηγὴ τῶν μύρων γενόμενος.

ὁ β’ χορὸς

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

μέγας φρουρὸς Θεσσαλονίκης, ὡς μέγας Κυρίου ποταμός, τέρπεις λαμπρῶς τὴν πόλιν σου, τοῦ μύρου τοῖς ὁρμήμασιν, ὡς θεία δὲ σκηνώματα, καθαγιάζεις τὰ σύμπαντα.

ὁ α’ χορὸς  

Δόξα Πατρί...

πόλις σου Μάρτυς ὣσπερ κρήνη, ναμάτων ὁρᾶται ζωτικῶν, ὡς ῥεύματα τὰ μύρα σου, ποταμηδὸν προχέουσα, θαλάσσας τῶν αἱρέσεων, καὶ τῶν παθῶν κατακλύζοντα.

ὁ β’ χορὸς

Καὶ νῦν... Θεοτοκον

δοὺ ἡ Παρθένος ἀνακράζει, τῷ πάντων Δεσπότη καὶ Υἱῷ. Καλὸς εἶ ὁ Νυμφίος μου, ἰδοὺ καλὸς ὡραῖος τε, εἰς τὴν ὀσμὴν τοῦ μύρου σου, σπουδ δραμομαι πσω σου.


 

Συναπτ μικρ κα  κφνησις

 Ὅτι σ ε Θες μν...

Κθισμα

  βχορός

το γου

χος πλ. δ' - Τν Σοφαν κα Λόγον

Εὐσεβείας τοῖς τρόποις καταπλουτῶν, ἀσεβείας τὴν πλάνην καταβαλών, Μάρτυς κατεπάτησας, τῶν τυράννων τὰ θράση, καὶ τῷ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος, τῶν εἰδώλων τὴν πλάνην, εἰς χάος ἐβύθισας. ὅθεν ἐπαξίως, ἀμοιβὴν τῶν ἀγώνων, ἐδέξω τὰ θαύματα, καὶ πηγάζεις ἰάματα, Ἀθλοφόρε Δημήτριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

αχορός

Δξα Πατρί...  τερον το γου

Βασιλεῖ τῶν αἰώνων εὐαρεστῶν, βασιλέως ἀνόμου πᾶσαν βουλήν, ἐξέκλινας Ἔνδοξε, καὶ γλυπτοῖς οὐκ ἐπέθυσας, διὰ τοῦτο θῦμα, σαυτὸν προσενήνοχας, τῷ τυθέντι Λόγῳ ἀθλήσας στεῤῥότατα, ὅθεν καὶ τῇ λόγχῃ, τὴν πλευρὰν ἐξωρύχθης, τὰ πάθη ἰώμενος, τῶν πιστῶς προσιόντων σοι, Ἀθλοφόρε Δημήτριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

βχορός

Κα νν... Το Σεισμο

χος δ' - ψωθες ν τ Σταυρ

Τῆς ἐπελθούσης σου ὀργῆς ἀφορήτου, ὅτι ἠλέησας ἡμᾶς καὶ ἐῤῥύσω, φιλανθρωπίας πέλαγος δεικνύων Χριστέ, νῦν εὐχαριστοῦμέν σοι, παιδευθέντες ἐκκλῖναι, ἀπὸ τῶν κακῶν ἡμῶν, τῶν ἡμᾶς θανατούντων. Ἀλλ' ἐπιβλέψας οἴκτειρον ἡμᾶς...

αχορός

...ταῖς ἱκεσίαις Σωτὴρ τῆς τεκούσης σε.

Το σεισμο

ὁ β’ χορὸς

δ δ'  Ερμς

Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαράς, ἐν Κυρίῳ ἑορτάζουσα.

αχορὸς

Στχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Σαλεύεις Κύριε, τὴν γῆν βουλόμενος, ἑδρασμῷ ἀληθείας πάντας ἡμᾶς, Δέσποτα στηρίζεσθαι, σαλευομένους προσβολαῖς, τοῦ δολίου πολεμήτορος.

 

βχορὸς

Στχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Τῇ θείᾳ νεύσει σου, κλονεῖς τὰ σύμπαντα, καὶ δονεῖς τὰς καρδίας τῶν ἐπὶ γῆς, κατοικούντων Δέσποτα, τῆς οὖν δικαίας σου ὀργῆς, ἄνες Κύριε τὰ κύματα.

αχορὸς

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Ναὸν σε Δέσποινα, Θεοῦ γινώσκοντες, ἐν ἁγίῳ ναῷ σου χεῖρας οἰκτράς, αἴρομεν εἰς δέησιν, ἴδε τὴν κάκωσιν ἡμῶν, καὶ παράσχου σὴν βοήθειαν.

Τοῦ Ἁγίου

βχορὸς

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τν νεξιχναστον

ριμον ὡς βότρυν σε μάκαρ Χριστός, θείας ἐξ ἀμπέλου δρεψάμενος, ἐναποθλίβει, Μαρτυρίου τοῖς ληνοῖς, τὸ καταῤῥεῦσαν γλεῦκος δέ, μύρου θείαν βρύσιν εἰργάσατο.

αχορὸς

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ποῦ μένεις Νυμφίε μου; ποῦ τὴν σκηνήν, σοῦ ἐν μεσημβρίᾳ κατέπηξας; ὁ στεφανίτης, ἀνεβόα τῷ Χριστῷ, εἰς τὴν ὀσμὴν τῶν μύρων σου, μύρον ἐκδραμοῦμαι ληψόμενος.

βχορὸς

Δόξα Πατρί... 

εύματα Δημήτριε πλάνης δεινῆς, κλύσας τῶν ἰαμάτων σου ῥεύμασιν, ἁμαρτιῶν μου, καὶ παθῶν τοὺς ποταμούς, εἰς τέλος ἀποξήρανον, μύρων σου τοῖς ῥεύμασι δέομαι.

αχορὸς

Καὶ νῦν... Θεοτοκον

Λέγε μοι Νυμφίε μου, λέγε τρανῶς. Ποῦ πότε ποιμαίνεις τὰ πρόβατα; ἡ Νύμφη κράζει, τῷ Νυμφίῳ καὶ υἱῷ, ἡ ὀσμὴ γὰρ τῶν μύρων σου...

ὁ β’ χορὸς

...πάντας τοὺς φιλοῦντάς σε εἵλκυσεν.

Το σεισμο

ὁ α’ χορὸς

δ ε'  Ερμς

Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενος.

 

ὁ β’ χορὸς

Στχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Καὶ σὺ καρδία σείσθητι νῦν, βλέπουσα Θεοῦ τὴν ἀπειλήν, ἐπικειμένην καὶ βόησον. Φεῖσαι τοῦ λαοῦ σου Δέσποτα Κύριε, καὶ παῦσον τὴν δικαίαν ὀργήν σου εὔσπλαγχνε.

ὁ α’ χορὸς

Στχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Λαὸν καὶ πόλιν ἣν περ τῷ σῷ, αἵματι ἐκτήσω Ἰησοῦ, μὴ παραδῶς εἰς ἀπώλειαν, ἐν τῷ συνταράσσειν τὴν γῆν σεισμῷ φοβερῷ, χορὸς τῶν Ἀποστόλων καθικετεύει σε.

ὁ β’ χορὸς

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Νῦν βοηθείας ἦλθεν καιρός, νῦν καταλλαγῆς χρεία Ἁγνή, πρὸς τὸν Υἱόν σου καὶ Κύριον, ὅπως οἰκτειρήσῃ προσκεκρουκότας ἡμᾶς, καὶ τῆς ἐπικειμένης ὀργῆς λυτρώσηται.

Τοῦ Ἁγίου

ὁ α’ χορὸς

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ξστη τ σμπαντα

μέγας ἐν Μάρτυσι, Δημήτριος τοῖς αἵμασιν, ἱδρῶτας κεράσας τῶν ἀγώνων, μύρον τὸ θεῖον ἡμῖν ἐσκεύασε, πυρὶ τῷ τοῦ Πνεύματος καλῶς, ἑψήσας τὸ φάρμακον, εἰς ψυχῶν καινὴν κάθαρσιν.

βχορὸς

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σωμάτων τὰ τραύματα, καὶ τῶν ψυχῶν Δημήτριε, ὣς περ ἀντιδότῳ δραστηρίῳ, μύρῳ καθαίρεις τῷ ἐκ τοῦ τάφου σου, ἰὸν ἀποπλύνων νοητόν, ζήλῳ τοῦ Δεσπότου σου, σταλαγμοῖς τῶν αἱμάτων σου.

αχορὸς

Δόξα Πατρί...

Πυρὸς ἐνεργέστερον, τὸ μύρον σου Δημήτριε, πᾶσαν διατρέχον Ἐκκλησίαν, βλύζει πηγάζει, ζεῖ τε καὶ δρᾷ μυστικῶς, τοῖς πίστει προστρέχουσιν αὐτῷ, φλέγον τὰ νοσήματα, καὶ διῶκον τοὺς δαίμονας.

βχορὸς

Καὶ νῦν... Θεοτοκον

Λόγος ἐν μήτρᾳ σου, Κόρη σκηνώσας εἴργασται, ταύτην μυροθήκην καινοῦ μύρου, ὅθεν Παρθένε Ἁγίων θείων ψυχαί, ὀπίσω σου ἔδραμον θερμῶς. Εἶ καλὴ βοῶσαί σοι...

αχορὸς

...εἶ καλὴ Κόρη Δέσποινα.

 

Το σεισμο

ὁ β’ χορὸς

δ ς'  Ερμς

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι. Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.

αχορὸς

Στχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Οὐκ ἔχοντες Δέσποτα, παῤῥησίαν δυσωπεῖν, οἱ ταπεινοὶ τὸ ὕψος σου, τοὺς ἐκλεκτοὺς Ἀγγέλους σου εἰς θερμήν, κινοῦμεν παράκλησιν, δι' αὐτῶν τῆς ὀργῆς σου ἐξελοῦ ἡμᾶς.

βχορὸς

Στχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Νῦν ἔγνωμεν Κύριε, ὡς ἠθέλησας ἡμᾶς, καὶ οὐδαμῶς συνέχωσας, ὑπὸ τὴν γῆν συμπτώμασιν χαλεποῖς, πολλὰ πλημμελήσαντας, εὐχαρίστως διὸ σε μεγαλύνομεν.

αχορὸς

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

γία Θεόνυμφε, ἀπορούμενον νυνί, τὸν σὸν λαὸν οἰκτείρησον, καὶ μητρικαῖς πρεσβείαις τὴν καθ' ἡμῶν, Θεοῦ ἀγανάκτησιν, μεταποίησον τάχος δυσωποῦμέν σε.

Τοῦ Ἁγίου

βχορὸς

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τν θεαν τατην

Λουτρὸν τοῦ θείου Βαπτίσματος, λουσάμενος ἐχρίσθης Ἀοίδιμε, μύρῳ τοῦ Πνεύματος΄ ὃ τηρηθὲν σοι ἀμόλυντον, τῆς σῆς πλευρὰς τὸ αἷμα, μῦρον εἰργάσατο.

αχορὸς

Στχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

νάστα δεῦρο πλησίον μου, ψυχὴ τοῦ Δημητρίου προσφθέγγεται, νυμφίος Κύριος, οἶκον τοῦ νάρδου εἰσέλθωμεν, καὶ τῆς ὀσμῆς τοῦ μύρου μου μεταλάβωμεν.

βχορὸς

Δόξα Πατρί...

Καινὰ Δημήτριε κράζει σοι, νυμφίος ὁ Χριστὸς τὰ τελούμενα, ὁ χειμὼν λέλυται, δεῦρο, τὸ ῥόδον ἐξήνθησεν, εἰς τὴν ὀσμὴν ὡς φίλος, δράμε τῶν μύρων μου.

 

αχορὸς

Καὶ νῦν... Θεοτοκον

Θανάτῳ θάνατος λέλυται, ζωὴ ἀπὸ τοῦ τάφου ἀνέτειλε, τῷ ξένῳ τόκῳ σου, νόμων λυθέντων τῶν φύσεων. Μαρτύρων δὲ τὸ αἷμα, μρον γεγνηται.


Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες...

Κοντκιον ατμελον

χος β'

Τοῖς τῶν ἰαμάτων σου ῥείθροις Δημήτριε, τὴν Ἐκλησίαν Θεὸς ἐπορφύρωσεν, ὁ δοὺς σοι τὸ κράτος ἀήττητον, καὶ περιέπων τὴν πόλιν σου ἄτρωτον, αὐτῆς γρ πρχεις τ στριγμα.

Οκος

Τοῦτον τὸν μέγαν, πάντες συμφώνως οἱ πιστοὶ συνελθόντες, ὡς ὁπλίτην Χριστοῦ καὶ Μάρτυρα τιμήσωμεν, ἐν ᾠδαῖς καὶ ὕμνοις ἀναβοῶντες τῷ Δεσπότῃ καὶ Κτίστῃ τῆς οἰκουμένης. ῦσαι ἡμᾶς τοῦ σεισμοῦ τῆς ἀνάγκης φιλάνθρωπε, πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων τῶν Ἁγίων Μαρτύρων. εἰς σὲ γὰρ ἐλπίζομεν, τοῦ ῥυσθῆναι κινδύνων καὶ θλίψεων, τι σ πρχεις μν τ στριγμα.

Σ υ ν α ξ ά ρ ι ο ν

Τ ΚΣΤ’ το ατο μηνς, Μνήμη τοῦ Ἁγίου καὶ Ἐνδόξου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου, καὶ θαυματουργοῦ.

Στχοι

Δημήτριον νύττουσι λόγχαι Χριστέ μου,

Ζηλοῦντα πλευρᾶς λογχονύκτου σῆς πάθος.

Εἰκοστῇ μελίαι Δημήτριον ἕκτῃ ἀνεῖλον.

 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀρτεμίδωρος καὶ Βασίλειος, ξίφει τελειοῦνται.

Στχοι

Ἀρτεμίδωρος, ὢ τέλους ψῆφος ξίφος,

Σύναθλον εἶχε Βασίλειον πρὸς ξίφος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Λεπτίνα κατὰ γῆς συρομένη, τελειοῦται.

Στχοι

Ἐν γῇ συρεῖσα χερσὶ δυσσεβοφρόνων,

Ἀφῆκεν εἰς γῆν Λεπτίνα σαρκὸς πάχος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Γλύκων ξίφει τελειοῦται.

 

Στχοι

Ξίφει προτείνας Μάρτυς αὐχένα Γλύκων,

Σπονδὴν γλυκεῖαν αἷμά σου Χριστῷ χέεις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ μεγάλου καὶ φρικώδους σεισμοῦ.

Στχοι

Ἔσεισας, ἀλλ' ἔσωσας αὖθις γῆν Λόγε.

Τῆς σῆς γὰρ ὀργῆς οἶκτός ἐστι τὸ πλέον.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. μν.


ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ. ᾠδὴ α

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

ᾠδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου...

αχορός

...στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾠδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾠδὴ ε’

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾠδὴ ς’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

 

ὁ α’ χορός

ᾠδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾠδὴ η’

Στχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, ες πντας τος αἰῶνας.


Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς...

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν...

ὁ α’ χορός

Στχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν...

ὁ β’ χορός

Στχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν...

ὁ α’ χορός

Στχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν...

ὁ β’ χορός

Στχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν...

 

Καταβασία

ὁ α’ χορός

ᾠδὴ θ’

πας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτκε γν, ειπρθενε.


Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...

ξαποστειλρια

ὁ α’ χορὸς

Τος Μαθητας

Μάρτυς Χριστοῦ Δημήτριε, ὡς ποτὲ τοῦ Λυαίου, τὴν ὀφρὺν καὶ τὴν ἔπαρσιν, καὶ τὸ ἵππειον θράσος, καθεῖλες χάριτι θείᾳ, τὸν γενναῖον κρατύνας, ἐν τῷ σταδίῳ Νέστορα, τοῦ Σταυροῦ τῇ δυνάμει, οὕτω κἀμέ, ταῖς εὐχαῖς σου κράτυνον Ἀθλοφόρε΄ κατὰ δαιμόνων πάντοτε, καὶ παθῶν ψυχοφθόρων.

ὁ β’ χορὸς

Θεοτοκον

Τὸν σαρκωθέντα Κύριον, ἐξ ἁγνῶν σου αἱμάτων, Παρθενομῆτορ ἄχραντε, δυσωποῦσα μὴ παύσῃ, ὑπὲρ ἡμῶν τῶν σῶν δούλων, ὅπως εὕρωμεν χάριν, καὶ εὔκαιρον βοήθειαν, ἐν ἡμέρᾳ ἀνάγκης, γένος βροτῶν, ἀπειλῆς σεισμοῦ τε τοῦ βαρυτάτου, κινδύνων τε ἐξαίρουσα, μητρικας σου πρεσβεαις.


ΑΙΝΟΙ

Ἦχος πλ.α’

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 

Χαροις σκητικν

Δεῦρο Μάρτυς Χριστοῦ πρὸς ἡμᾶς, σοῦ δεομένους, συμπαθοῦς ἐπισκέψεως. καὶ ῥῦσαι κεκακωμένους, τυραννικαῖς ἀπειλαῖς, καὶ δεινὴ μανία τῆς αἱρέσεως, ὑφ' ἧς ὡς αἰχμάλωτοι, καὶ γυμνοὶ διωκόμεθα, τόπον ἐκ τόπου, συνεχῶς διαμείβοντες, καὶ πλανώμενοι, ἐν σπηλαίοις καὶ ὄρεσιν. Οἴκτειρον οὖν πανεύφημε, καὶ δὸς ἡμῖν ἄνεσιν, παῦσον τὴν ζάλην καὶ σβέσον, τὴν καθ' ἡμῶν ἀγανάκτησιν, Θεὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Στχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Δεῦρο Μάρτυς Χριστοῦ πρὸς ἡμᾶς...

ὁ α’ χορός

Στχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Τεῖχος ὠχυρωμένον ἡμῖν, τὰς ἑλεπόλεις τῶν ἐχθρῶν μὴ πτοούμενον, ἐδόθης τὰς τῶν βαρβάρων, ἐπιδρομὰς καταργῶν, καὶ πασῶν τῶν νόσων τὰ συμπτώματα, κρηπὶς ἀκατάβλητος, καὶ θεμέλιος ἄῤῥηκτος, καὶ πολιοῦχος, οἰκιστὴς καὶ ὑπέρμαχος, ἐχρημάτισας, τῇ σῇ πόλει Δημήτριε, ἣν λυτρωθεῖσαν ἔνδοξε, Θεοῦ εὐδοκήσαντος διὰ παντὸς ἐλευθέραν, ταῖς σαῖς πρεσβείαις διάσωσον, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

  β’ χορός

Στχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Πᾶσαν τὴν ἀρετὴν συλλαβών, τῶν Ἀθλοφόρων ὁ χορὸς ἀναδείκνυται, ἐντεῦθεν τῆς ἀκηράτου, καὶ μακαρίας ζωῆς, τὴν τρυφὴν ἀξίως ἐκληρώσαντο, ἐν οἷς ἀξιάγαστε, διαπρέπων Δημήτριε, καὶ τῇ μιμήσει, τοῦ Χριστοῦ σεμνυνόμενος, καὶ καυχώμενος, τῇ τῆς λόγχης ἰσότητι, αἴτησαι ἐκτενέστερον, ἡμᾶς τοὺς τιμῶντάς σε, τῶν παθημάτων ῥυσθῆναι, καὶ χαλεπῶν περιστάσεων, θερμῶς ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ α’ χορὸς

Δξα Πατρί...  χος δ’

νδρου εροσολυμτου

Τὸν λόγχαις κληρωσάμενον, τῆς σωτηρίου πλευρᾶς τὴν χάριν, τῆς νυγείσης τῇ λόγχῃ, ἐξ ἧς ἡμῖν πηγάζει ὁ Σωτήρ, ζωῆς καὶ ἀφθαρσίας νάματα, Δημήτριον τιμήσωμεν, τὸν σοφώτατον ἐν διδαχαῖς, καὶ στεφανίτην ἐν Μάρτυσι, τὸν δι' αἵματος τελέσαντα, τὸν τῆς ἀθλήσεως δρόμον, καὶ θαύμασιν ἐκλάμψαντα πάσῃ τῇ οἰκουμένῃ, τόν ζηλωτὴν τοῦ Δεσπότου, καὶ συμπαθῆ φιλόπτωχον, τὸν ἐν πολλοῖς καὶ πολλάκις κινδύνοις χαλεποῖς, τῶν Θεσσαλονικέων προϊστάμενον, οὗ καὶ τὴν ἐτήσιον μνήμην γεραίροντες, δοξάζομεν Χριστὸν τὸν Θεόν, τὸν ἐνεργοῦντα δι' αὐτοῦ πᾶσι τὰ ἰάματα.

ὁ β’ χορός

Κα νν... Θεοτοκον

ῦσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ἡ τεκοῦσα τὸν τῶν ὅλων Ποιητήν, ἵνα πάντες κράζωμέν σοι. Χαῖρε ἡ μόνη προστασία τν ψυχν μν.


 

Δοξολογία Μεγάλη

εἰς ἦχον δ’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν

ὁ β’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

γιος ὁ Θεός,
ὁ β’ χορός

γιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ Ἀπολυτίκιον  Ἦχος γ'

Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις, σὲ ὑπέρμαχον ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαῤῥύνας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τ μγα λεος.


 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Εἰ βούλει, τὰ Τυπικὰ καὶ εἰς τοὺς Μακαρισμοὺς ἐκ τῆς γ’ᾠδῆς τοῦ Κανόνος τοῦ Σεισμοῦ δ΄ καὶ δ’ ἐκ τῆς ς' ᾠδῆς τοῦ β’ Κανόνος τοῦ Ἁγίου.

Εἰ δὲ μὴ τὰ παρόντα

ΑΝΤΙΦΩΝΑ (τὰ Ἀρχαῖα)

(Βλέπε «Ἐγκόλπιον Ἀναγνώστου καὶ Ψάλτου» σελ.175, Σημ.35 καὶ 36)

Ἀντίφωνον Α’

αχορός

Ἦχος β´

ὁ Ἀναγνώστης: Στχ. α’. γαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

ὁ α’ χορὸς

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 

ὁ Ἀναγνώστης: Στχ. β’. Τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

ὁ β’ χορὸς

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

 

ὁ Ἀναγνώστης: Στχ. γ’. τι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

ὁ α’ χορὸς

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

 

Δόξα Πατρί...Καὶ νῦν...

ὁμοῦ οἱ δύο χοροί

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

 

Ἀντίφωνον Β’

Ἀναγνώστης: Στίχ. α´. Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.

βχορός

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστὸς, ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

 

Ἀναγνώστης: Στίχ. β´. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

αχορός

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστὸς...

 

Ἀναγνώστης: Στίχ.  γ´. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν.

βχορός

Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστὸς...

Ἀναγνώστης

Δόξα Πατρί... 

βχορός

Καὶ νῦν...

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας. Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 

Ἀντίφωνον Γ

Ἦχος δ

Ἀναγνώστης: Στχ. α’. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.

Ἀπολυτίκιον  Ἦχος γ'

Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις, σὲ ὑπέρμαχον ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαῤῥύνας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 

 

Ἀναγνώστης: Στχ. β’. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ, ὅτι Θεὸς μέγας, Κύριος καὶ Βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.

βχορὸς

Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις...

Εἰσοδικὸν

αχορός

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελῆται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς...
βχορὸς

...ψάλλοντάς σοι, λληλούϊα.

 

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελῆται συλλείτουργον) 

Ἀπολυτίκιον χος πλ. δ'

ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ῥῦσαι ἡμᾶς τῆς φοβερᾶς τοῦ σεισμοῦ ἀπειλῆς, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ κατάπεμψον ἡμῖν, πλούσια τὰ ἐλέη σου, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.

βχορὸς

Ἀπολυτίκιον Ἦχος γ'

Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις, σὲ ὑπέρμαχον ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαῤῥύνας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 

αχορός

Τοῦ Ναοῦ

βχορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελῆται συλλείτουργον)

Κοντκιον χος β'

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τν τιμντων σε.


 Τρισάγιον


Ἀπόστολος  (Β´ Τιμ. β´ 1-10).

Προκείμενον ἦχος βαρύς.

Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.

Στίχ.  Εἰσάκουσον ὁ Θεὸς τῆς φωνῆς μου.
Πρὸς Τιμόθεον Β’ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ ᾽Ιησοῦ, καὶ ἃ ἤκουσας παρ᾽ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ ᾽Ιησοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ· ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ὃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε ᾽Ιησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου· ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος, ἀλλ’ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ ᾽Ιησοῦ μετὰ δόξης αἰωνίου.

λληλούϊα (γ’)


Εὐαγγέλιον

 (᾽Ιω. ιε´ 17 – ις´ 2).
Ἐκ τοῦ κατὰ Ἰωάννην.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδείς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. Ἀλλ᾿ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ·καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾿ ἀρχῆς μετ᾿ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

 ὁ α’ χορς

Δόξα σοι, Κύριε, δόξα σοι.


Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου


Ες τ, ξαιρτως

αχορός

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.


ὁ β’ χορός

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. λληλούϊα.

ὁ α’ χορός   

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)

πόλυσις

«...Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...»

 

Δι’εὐχῶν...

μήν.