ΕΙΡΜΟΙ ΚΑΤ’ ΗΧΟΝ
ΕΙΡΜΟΙ ΚΑΤ’ ΗΧΟΝ
ΚΑΙ ΚΑΤ’ΑΛΦΑΒΗΤΙΚΗΝ ΣΕΙΡΑΝ
Ἦχος α’
Ἀβραμιαίοι Παῖδες Ἦχος α΄
Ἀβραμιαῖοι παῖδες ἐν καμίνῳ, τὴν Τριάδα τυπώσαντες, τοῦ πυρὸς τὴν φλόγα εἰς δρόσον μετέβαλον καὶ ὑμνοῦντες ἐβόων· εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.
Ἅλιον ποντογενὲς Ἦχος α΄
Ἅλιον ποντογενές, κητῷον ἐντόσθιον πῦρ, τῆς τριημέρου ταφῆς σοῦ ἦν προεικόνισμα, οὗ Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται·σεσωσμένος γὰρ ὡς καὶ προυπέποτο, ἀσινὴς ἐβόα, θύσω σοι μετὰ φωνῇς αἰνέσεως Κύριε.
Ἀναστάσεως ἡμέρα Ἦχος α΄
Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
Ἄνθρακα πυρὸς τῶν Ἠσαΐου Ἦχος α΄
Ἄνθρακα πυρὸς τῶν Ἠσαΐου, Σεραφεὶμ θίγει χειλέων ποτέ, τῇ λαβίδι ἀφελόμενον καὶ περιθέν, ὁ δέ, καθηράμενος, Δικαιοσύνην μάθετε, πᾶσαν ἐκήρυττε.
Ἀπέρριψάς με Ἦχος α΄
Ἀπέρριψάς με, εἰς βάθη καρδίας θαλάσσης, καὶ ἔσωσάς με Σωτήρ, δουλείας θανάτου, καὶ ἔλυσας τὸν δεσμόν, τῶν ἀνομιῶν μου.
ᾌσωμεν πάντες λαοὶ Ἦχος α΄
ᾌσωμεν πάντες λαοί, τῷ ἐκ πικρᾶς δουλείας, Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι, καὶ ἐν βυθῷ θαλάσσης, ποδὶ ἀβρὀχῳ ὁδηγήσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.
Αὔτη ἡ κλητὴ Ἦχος α΄
Αὔτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτῳν, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρίς ἐστι πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Γένους βροτείου Ἰαμβικὸς Ἦχος α΄
Γένους βροτείου τὴν ἀνάπλασιν πάλαι, ᾄδων Προφήτης Ἀββακούμ, προμηνύει, Ἰδεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον. Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου, Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος.
Δεῦτε πόμα πίωμεν Ἦχος α΄
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
Διὰ βρώσεως ἐξήγαγε Ἦχος α΄ ἀπὸ τοὺς Μακαρισμούς*.
Διὰ βρώσεως ἐξήγαγε, τοῦ Παραδείσου ὁ ἐχθρὸς τὸν Ἀδάμ, διὰ Σταυροῦ δὲ τὸν λῃστήν, ἀντεισήγαγε Χριστὸς ἐν αὐτῷ· Μνήσθητί μου κράζοντα, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Εἰκόνι λατρεύειν Ἦχος α΄
Εἰκόνι λατρεύειν, μουσικῆς συμφωνίας, συγκαλουμένης λαούς, ἐκ τῶν ᾠδῶν Σιὼν ᾄδοντες, πατρικῶς οἱ Παῖδες Δαυΐδ, τυράννου ἔλυσαν, τὸ παλίμφημον δόγμα, καὶ τὴν φλόγα εἰς δρόσον μετέβαλον, ὕμνον ἀναμέλποντες, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Εἰσακήκοα Κύριε τὴν ἀκοὴν Ἦχος α΄
Εἰσακήκοα Κύριε τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, (ὁ Προφήτης ἔλεγε), καὶ ἐδόξασά σου τὴν δύναμιν.
Ἐκ νυκτὸς ἔργων Ἰαμβικὸς Ἦχος α΄
Ἐκ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνης Ἱλασμὸν ἡμῖν Χριστὲ τοῖς ἐγρηγόρως, Νῦν σοι τελοῦσιν ὕμνον, ὡς εὐεργέτῃ, Ἔλθοις πορίζων εὐχερῆ τε τὴν τρίβον, Καθ' ἢν ἀνατρέχοντες, εὕροιμεν κλέος.
Ἐκ νυκτὸς ὀρθρίζοντες Ἦχος α΄
Ἐκ νυκτὸς ὀρθρίζοντες ὑμνοῦμέν σε Χριστέ, τὸν τῷ Πατρὶ συνάναρχον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν, Τὴν εἰρήνην τῷ κόσμῳ παράσχου φιλάνθρωπε.
Ἐκύκλωσεν ἡμᾶς Ἦχος α΄
Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὔκ ἐστιν ὁ ῥυόμενος, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις.
Ἐν καμίνῳ Παῖδες Ἦχος α΄
Ἐν καμίνῳ Παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐν Πνεύματι προβλέπων Ἦχος α΄
Ἐν Πνεύματι προβλέπων Προφῆτα Ἀββακούμ, τήν τοῦ Λόγου σάρκωσιν ἐκήρυττες βοῶν, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ. Δόξα τῇ δυνάμει σου Κύριε.
Ἔπαινον ὁ θεοπτης Ἦχος α΄
Ἔπαινον ὁ θεόπτης, Μωυσῆς τοῦ Ἰσραὴλ προανακρούεται, ἄρχει Μαριὰμ δὲ σοφῶν γυναικῶν. ᾨδὴν ἐπινίκιον, τῷ λυτρωτῇ Θεῷ πάντες ᾄσωμεν.
Ἐπήρθη ὁ ἥλιος Ἦχος α΄
Ἐπήρθη ὁ ἡλιος, καί ἡ σελήνη, ἔστη εν τῇ τάξει αυτής, ὑψώθης Μακρόθυμε, ἐπί τοῦ Ξύλου, καὶ ἔπηξας ἐν αὐτῷ, τήν Ἐκκλησίαν σου.
Ἐπὶ Σταυροῦ σε Δυνατὲ Ἦχος α΄
Ἐπὶ Σταυροῦ σε Δυνατὲ φωστὴρ ὁ μέγας κατιδὼν τρόμῳ ἐπαρθεὶς τάς ἀκτῖνας συνέστειλεν ἔκρυψε, πᾶσα δὲ Κτίσις ὕμνησεν, ἐν φόβῳ τὴν σὴν μακροθυμίαν· καὶ γὰρ ἐπλήσθη ἡ γῆ, τῆς σῆς αἰνέσεως.
Ἐπὶ τῆς θείας φυλακῆς Ἦχος α΄
Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.
Ἐποίησε κράτος Ἦχος α΄
Ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ· καθεῖλε γὰρ δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, ὁ Θεὸς τοῦ Ἰσραήλ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης.
Ἔσωσε λαὸν Ἰαμβικὸς Ἦχος α΄
Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης, Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι. Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν, Πόλου τίθησιν ἡμῖν, ὂν κατ οὐσίαν, Ἴσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν.
Ἡ δημιουργικὴ Ἦχος α΄
Ἡ δημιουργική, καὶ συνεκτικὴ τῶν ἁπάντων, Θεοῦ σοφία καὶ δύναμις, ἀκλινῆ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ· μόνος γὰρ εἶ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος.
Ἡ κάμινος Σωτὴρ ἐδροσίζετο Ἦχος α΄
Ἡ κάμινος Σωτὴρ ἐδροσίζετο, οἱ Παῖδες δὲ χορεύοντες ἔψαλλον, Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ἡ τὸν πρὸ συλλήψεως Ἦχος α΄
Ἡ τὸν πρὸ συλλήψεως ἁγνὸν Σαμουήλ, ἀδιστάκτως τῷ Θεῷ καθυποσχομένη, ἱερομήτωρ Ἄννα νῦν γηθομένη, ᾄδει σὺν ἡμῖν. Ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.
Θαύματος ὑπερφυοῦς Ἦχος α΄
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἢν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
Θεὸς ὢν εἰρήνης Ἦχος α΄
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, Φιλάνθρωπε.
Ἴδετε, ἴδετε Ἦχος α΄
Ἴδετε, ἴδετε, ὅτι Θεὸς ἐγώ εἰμι, ὁ δουλωθέντα τὸν λαὸν τοῦ Ἰσραήλ, τῷ Μωϋσῇ δημαγωγεῖν, ἐν ἐρήμῳ προστάξας, καὶ σώσας ὡς δυνατὸς τῇ ἐξουσίᾳ μου.
Ἰταμῷ θυμῷ Ἦχος α΄
Ἰταμῷ θυμῷ τε καὶ πυρί, θεῖος ἔρως ἀντιταττόμενος, τὸ μὲν πῦρ ἐδρόσιζε, τῷ θυμῷ δὲ ἐγέλα, θεοπνεύστῳ λογικῇ, τῇ τῶν ὁσίων τριφθόγγῳ λύρᾳ ἀντιφθεγγόμενος, μουσικοῖς ὀργάνοις ἐν μέσῳ φλογός, ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Καταύγασον ἡμῶν Ἦχος α΄
Κατάυγασον ἡμῶν τὸν νοῦν ὁ Θεός, τῷ φωτὶ τῶν ἐντολῶν σου καὶ τῇ αἴγλῃ τῆς χάριτος δωρούμενος ἡμῖν ἀγαθὲ τὰ σὰ ἐλέη, διότι φως καὶ εἰρήνη τὰ προστάγματά σου.
Κατενόησα Παντοδυναμε Ἦχος α΄
Κατενόησα Παντοδύναμε τὴν σὴν οἰκονομίαν, καὶ μετὰ φόβου ἐδόξασά σε Σωτήρ.
Κατῆλθες ἐν τοῖς κατωτάτοις Ἦχος α΄
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
Λίθον ὂν ἀπεδοκίμασαν Ἦχος α΄
Λίθον ὂν ἀπεδοκίμασαν, οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη, εἰς κεφαλὴν γωνίας, αὐτός ἐστιν ἡ πέτρα, ἐν ᾗ ἐστερέωσε, τὴν Ἐκκλησίαν ὁ Χριστός, ἣν ἐξ ἐθνῶν ἐξηγοράσατο.
Μέγα τὸ μυστήριον Ἦχος α΄
Μέγα τὸ μυστήριον, τῆς σῆς Χριστὲ οἰκονομίας! τοῦτο γὰρ ἄνωθεν προβλέπων, θεοπτικῶς ὁ Ἀββακούμ· Ἐξῆλθες ἐβόα σοι, εἰς σωτηρίαν λαοῦ σου φιλάνθρωπε.
Μήτραν ἀφλέκτως Ἰαμβικὸς Ἦχος α΄
Μήτραν ἀφλέκτως εἰκονίζουσι Κόρης, οἱ τῆς παλαιᾶς πυρπολούμενοι νέοι, ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην. Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ, λαοὺς πρὸς ὕμνον ἐξανίστησι χάρις.
Μυστήριον ξένον Ἦχος α΄
Μυστήριον ξένον, ὀρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλήθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὂν ἀνυμνοῦντες μεγαλύνομεν.
Ναίων Ἰωνᾶς Ἰαμβικὸς Ἦχος α΄
Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις, Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι. Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει, Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην, θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥαθυμίας.
Νενίκηνται τῆς φύσεως Ἦχος α΄
Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε, παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τόκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου.
Νεῦσον πρὸς ὕμνους Ἰαμβικὸς Ἦχος α΄
Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα, Ἐχθροῦ ταπεινῶν τὴν ἐπηρμένην ὀφρύν, Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας, ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους, Μάκαρ, μελῳδοὺς τῇ βάσει τῆς πίστεως.
Νὺξ περιέσχε με Σωτὴρ Ἦχος α΄
Νὺξ περιέσχε με Σωτήρ, ἁμαρτίας καὶ ἀχλύς· διό μοι ἀνάτειλον, τῆς μετανοίας Κύριε, τὸν ὄρθρον ὡς εὔσπλαγχνος, πρὸ τοῦ με φθάσαι τὸ πέρας τὸ ἄδηλον, τὸ τῆς ζωῆς μου Χριστέ, ἡ ζωὴ καὶ τὸ φῶς.
Ὁ διὰ στύλου πυρὸς Ἦχος α΄
Ὁ διὰ στύλου πυρὸς καὶ νεφέλης, τὸν Ἰσραὴλ ὁδηγήσας Θεός, τὴν θάλασσαν διέρρηξεν, ἅρματα δὲ Φαραὼ ἐκάλυψεν. ᾌσωμεν ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.
Ὁ διαπόντιον Ἦχος α΄
Ὁ διαπόντιον, ὑπομείνας συμφοράν, φυγῇ κλύδωνος, κλήρου φορᾷ, καὶ λαγόσι συσχεθείς, ἁλίου θηρός, οὐ διεφθάρη, ἀλλ' ἐβόα Ἰωνᾶς, Πρὸς σὲ ἡ ζωή μου ἀναβήτω Χριστέ.
Ὁ ἐν τῇ βάτῳ ὀφθεὶς Ἦχος α΄
Ὁ ἐν τῇ βάτῳ ὀφθείς, ἐν πυρὶ τῷ Νομοθέτῃ, καὶ τὸν τόκον τῆς ἀειπαρθένου ἐν αὐτῇ προτυπώσας, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Ὁ θειότατος προετύπωσε Ἦχος α΄
Ὁ θειότατος προετύπωσε πάλαι Μωσῆς, ἐν Ἐρυθρᾷ θαλάσσῃ, διαβιβάσας Ἰσραήλ, τῷ Σταυρῷ σου τὴν ὑγράν, τῇ ῥάβδῳ τεμών, ᾠδήν σοι ἐξόδιον, ἀναμέλπων Χριστὲ ὁ Θεός.
Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν Ἦχος α΄
Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾷν σοι, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε.
Ὁ Παῖδας ἐκ καμίνου Ἦχος α΄
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ὁ τὸν ἄνω βυθὸν Ἦχος α΄
Ὁ τὸν ἄνω βυθὸν τῆς θείας ἀκαταληψίας, εὐσεβῶς ἀνανηξάμενος, καὶ τὸν νοῦν ὡς ἐκ πέτρας ἀπεριλήπτου, τῆς θεαρχικῆς ἀπαιωρήσας Τριάδος, παμμακάριστε Πάτερ, σὲ μεγαλύνομεν.
Ὁ φωτίσας τῇ ἐλλάμψει Ἦχος α΄
Ὁ φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τάς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.
Οἱ μὴ τῇ τροφῇ χρανθέντες Ἦχος α΄
Οἱ μὴ τῇ τροφῇ χρανθέντες Παῖδες, βασιλικῆς τραπέζης, εἰς πῦρ χαίροντες ἔβησάν ποτε, καὶ ἐν φλογὶ δροσιζομενοι, προθύμως ἔψαλλον· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Οἱ οὐρανοὶ τῶν οὐρανῶν Ἦχος α΄
Οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ, τὸ ὑπεράνω τῶν οὐρανῶν, εὐλογεῖτε, ὑμνεῖτε, τὸν Κύριον.
Οἱ Παῖδες εὐσεβείᾳ Ἦχος α΄
Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον, ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Ὃν φρίττουσιν Ἄγγελοι Ἦχος α΄
Ὃν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε ἱερεῖς, δοξάσατε Παῖδες, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὀρθρίζοντές σε ἀνυμνοῦμεν Ἦχος α΄
Ὀρθρίζοντές σε ἀνυμνοῦμεν, Σωτὴρ τοῦ Κόσμου εἰρήνην, εὑράμενοι τῷ Σταυρῷ σου, δι οὗ ἀνεκαίνισας, τὸ γένος τὸ ἀνθρώπινον, φῶς πρός, ἀνέσπερον ἄγων ἡμᾶς.
Ὀρθρίσωμεν ὄρθρου βαθέος Ἦχος α΄
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
Ὄρος σε τῇ χάριτι Ἦχος α΄
Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.
Πεποικιλμένη τῇ θείᾳ δόξῃ Ἦχος α΄
Πεποικιλμένη τῇ θείᾳ δόξῃ, ἡ ἱερὰ καὶ εὐκλεὴς Παρθένε μνήμη σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων τῷ σῷ, ᾄδοντας Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται.
Πρόσεχε, οὐρανέ καί λαλήσω Ἦχος α΄
Πρόσεχε οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν Σωτῆρα τοῦ κόσμου καὶ μόνον φιλάνθρωπον.
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ Ἦχος α΄
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῇς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός, Δόξα τῇ δυνάμει σου, Κύριε.
Ῥήσεις Προφητῶν καὶ αἰνίγματα Ἦχος α΄
Ῥήσεις Προφητῶν καὶ αἰνίγματα, τὴν σάρκωσιν ὑπέφηναν, τὴν ἐκ Παρθένου σου Χριστέ, φέγγος ἀστραπῆς σου, εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι, καὶ φωνεῖ σοι ἄβυσσος, ἐν ἀγαλλιάσει, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Σὲ ἥν περ εἶδε Μωυσῆς Ἦχος α΄
Σὲ ἥν περ εἶδε Μωυσῆς, ἀκατάφλεκτον βάτον, καὶ κλίμακα ἔμψυχον, ἢν ὁ Ἰακὼβ τεθέαται, καὶ πύλην οὐράνιον, δι΄ἧς διῆλθε Χριστὸς ὁ Θεὸς ἡμῶν, ὕμνοις, Μῆτερ ἁγνή, μεγαλύνομεν.
Σὲ νοητήν, Θεοτόκε κάμινον Ἦχος α΄
Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοὶ ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Σὲ τὴν ὁραθεῖσαν πύλην Ἦχος α΄
Σὲ τὴν ὁραθεῖσαν πύλην, ὑπὸ Ἰεζεκιὴλ τοῦ Προφήτου, ἐν ᾗ οὐδεὶς διῆλθεν, εἰ μὴ Θεὸς μόνος, Θεοτόκε Παρθένε, ἐν ὕμνοις τιμῶμέν σε.
Σὲ τὴν φαεινὴν λαμπάδα Ἦχος α΄
Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα τοῦ Θεοῦ, τὴν ἀρίζηλον δόξαν, καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων, ἐν ὕμνοις μεγαλύνομεν.
Σοῦ ἡ τροπαιοῦχος Ἦχος α΄
Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται. Αὔτη γὰρ ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὀδὸν βυθοῦ καινουργὴσασα.
Σπλάγχνων Ἰωνᾶν Ἦχος α΄
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.
Σταυρὸς κατεπάγη ἐν Κρανίῳ Ἦχος α΄
Σταυρὸς κατεπάγη ἐν Κρανίῳ, καὶ ἤνθησεν ἡμῖν ἀθανασίαν, ἐκ πηγῆς ἀενάου, τῆς πλευρᾶς τοῦ Σωτῆρος.
Στέργειν μὲν ἡμᾶς Ἰαμβικὸς Ἦχος α΄
Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ, Ῥᾶον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε, Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους, Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος, Ὅση πέφυκεν ἡ προαίρεσις δίδου.
Στερεωθήτω ἡ καρδία μου Ἦχος α΄
Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ' ὑδάτων οὐρανῶν, στερέωσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν Παντοδύναμε.
Στερέωμά μου γενοῦ Ἦχος α΄
Στερέωμά μου γενοῦ, ὁ θεμελιώσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων, ὅτι οὔκ ἐστιν Ἅγιος πλὴν σοῦ Κύριε.
Στερέωσον Δεσπότα Χριστὲ Ἦχος α΄
Στερέωσον Δεσπότα Χριστέ, τῷ Σταυρῷ σου ἐν πέτρᾳ με τῇ τῆς πίστεως μὴ σαλευθῆναι τὸν νοῦν, ἐχθροῦ προσβολαῖς τοῦ δυσμενοῦς, μόνος γὰρ εἶ ἅγιος.
Στερέωσον Κύριε Ἦχος α΄
Στερέωσον Κύριε, τὴν Ἐκκλησίαν σου, ἢν ἐκτήσω τῇ δυνάμει τοῦ Σταυροῦ σου, ἐν ᾧ ἐχθρὸν ἐθριάμβευσας, καὶ ἐφώτισας τὴν Οἰκουμένην.
Στερέωσόν με Χριστὲ Ἦχος α΄
Στερέωσόν με Χριστέ, ἐπὶ τὴν ἄσειστον πέτραν τῶν ἐντολῶν σου, καὶ φώτισον με φωτὶ τοῦ προσώπου σου· οὔκ ἐστι γὰρ Ἅγιος, πλὴν σοῦ φιλάνθρωπε.
Σὺν τῷ θαυμασίῳ στὰς Ἦχος α΄
Σὺν τῷ θαυμασίῳ στάς, Ἀββακούμ, ἐπὶ τῆς θείας φυλακῆς σου Γρηγόριε, καὶ τὸν ἐπ ὤμων Χερουβὶμ κατανοήσας, τῆς παγκοσμίου γέγονας μυητὴς σωτηρίας, ἀεὶ κραυγάζων, Κύριε, δόξα τῇ δυνάμει σου.
Σὺν τῷ Ἰωνᾷ βοῶμεν Ἦχος α΄
Σὺν τῷ Ἰωνᾷ βοῶμέν σοι Κύριε, μετὰ φωνῆς αἰνέσεως δεόμενοι, ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.
Τὴν ζωοδόχον πηγὴν Ἦχος α΄
Τὴν ζωοδόχον πηγὴν τὴν ἀέναον, τὴν φωτοφόρον λυχνίαν τὴν πάγχρυσον, τὸν ναὸν τὸν ἔμψυχον, τὴν σκηνὴν τὴν ἄχραντον, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν πλατυτέραν, τὴν Θεοτόκον ἐν ὕμνοις τιμήσωμεν.
Τὴν σὴν εἰρήνην Ἦχος α΄
Τὴν σὴν εἰρήνην δὸς ἡμῖν, Υἱὲ τοῦ Θεοῦ, ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις.
Τὴν φωτοφόρον νεφέλην Ἦχος α΄
Τὴν φωτοφόρον νεφέλην, ἐν ᾗ ὁ πάντων Δεσπότης, ὡς ὑετὸς ἐξ οὐρανοῦ, ἐπὶ πόκον κατῆλθε, καὶ ἐσαρκώθη δι’ ἡμᾶς, γενόμενος ἄνθρωπος, ὁ ἄναρχος, μεγαλύνωμεν πάντες, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν ἁγνήν.
Τὸ θεῖον καὶ ἄρρητον κάλλος Ἦχος α΄
Τὸ θεῖον καὶ ἄρρητον κάλλος, τῶν ἀρετῶν σου Χριστὲ διηγήσομαι· ἐξ ἀϊδίου γὰρ δόξης συναΐδιον, καὶ ἐνυπόστατον λάμψας ἀπαύγασμα, Παρθενικῆς ἀπὸ γαστρός, τοῖς ἐν σκότει καὶ σκιᾷ, σωματωθεὶς ἀνέτειλας ἥλιος.
Τὸ φαεινὸν ἡμῖν ἑξανάτειλον Ἦχος α΄
Τὸ φαεινὸν ἡμῖν ἑξανάτειλον, φῶς τὸ ἀπρόσιτον, τοῖς ὀρθρίζουσιν ἐπὶ τὰ κρίματα, τῶν ἐντολῶν σου, Δεσπότα φιλάνθρωπε, Χριστὲ ὁ Θεὸς ἡμῶν.
Τὸν ἐν Σινᾷ τὴν βάτον Ἦχος α΄
Τὸν ἐν Σινᾷ τὴν βάτον καιομένην ἄφλεκτον διαφυλάξαντα· καὶ τοὺς παῖδας ἐν μέσῳ καιομένης φλογὸς ρυσάμενον Θεόν· ὑμνεῖτε, εὐλογεῖτε λαοὶ καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Τὸν ἐν σοφίᾳ τοὺς οὐρανοὺς Ἦχος α΄
Τὸν ἐν σοφίᾳ τοὺς οὐρανοὺς στερεώσαντα καὶ ἐφ΄ὑδάτων τὴν γῆν ἑδράσαντα καὶ τὴν κτίσιν πᾶσαν δημιουργήσαντα· εὐλογεῖτε, ὑμνεῖτε ἱερεῖς τὸν Κύριον λαὸς ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Τὸν ἐν φλογὶ πυρὸς Ἦχος α΄
Τὸν ἐν φλογὶ πυρός, καιομένης καμίνου διαφυλάξαντα Παῖδας, καὶ ἐν μορφῇ Ἀγγέλου συγκαταβάντα τούτοις, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὸν Προφήτην διέσωσας Ἦχος α΄
Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε, κἀμὲ ἐκ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι.
Τὸν Προφήτην Ἰωνᾶν Ἦχος α΄
Τὸν προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ, τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου κράζοντα, δόξα σοι.
Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ Ἦχος α΄
Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ, διαφυλάξαντα Παῖδας, καὶ τὴν βροντῶσαν κάμινον, μεταβαλόντα εἰς δρόσον, Χριστὸν τὸν Θεὸν ὑμνεῖτε, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Τὸν τύπον τοῦ θείου Σταυροῦ Ἦχος α΄
Τὸν τύπον τοῦ θείου Σταυροῦ Ἰωνᾶς ἐν κοιλίᾳ τοῦ κήτους, τεταμέναις παλάμαις, προδιεχάραξε καὶ ἀνέθορε σεσωσμένος τοῦ θηρὸς τῇ δυνάμει σου Λόγε.
Τοὺς ἐν καμίνῳ Παῖδας Ἦχος α΄
Τοὺς ἐν καμίνῳ Παῖδάς σου Σωτήρ, οὐχ ἥψατο οὐδὲ παρηνώχλησε τὸ πῦρ, τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τύπον τῆς ἁγνῆς Ἦχος α΄
Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.
Τῷ βοηθήσαντι Θεῷ Ἦχος α΄
Τῷ βοηθήσαντι Θεῷ, ἐν Αἰγύπτῳ τῷ Μωσῇ, καὶ δι' αὐτοῦ τὸν Φαραώ, πανστρατιᾷ βυθίσαντι, ἐπινίκιον ᾠδὴν ᾄσωμεν. Ὅτι δεδόξασται.
Τῷ παντάνακτος ἐξεφαύλισαν Ἰαμβικὸς Ἦχος α΄
Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ, Ἀπλητα θυμαίνοντος ἠγκιστρωμένοι, Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν, Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ, Λέγουσιν· Εἰς αἰῶνας εὐλογητὸς εἶ.
Τῷ πρὸ τῶν αἰώνων Ἦχος α΄
Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.
Ὑπῆλθον ὡς νυμφῶνα Ἦχος α΄
Ὑπῆλθον ὡς νυμφῶνα, τῆς καμίνου τὴν φλόγα τὴν ἄστεκτον, οἱ δι' εὐσέβειάν ποτε, Παῖδες Ἅγιοι δειχθέντες σαφῶς, καὶ συμφώνως ἀνυμνοῦντες, ὕμνον ἔμελπον. Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Ὕμνον σοι προσφέρομεν Ἦχος α΄
Ὕμνον σοι προσφέρομεν τῶν ἀσωμάτων, ὥσπερ οἱ Παῖδες ἐν τῇ καμίνῳ, καὶ ὑμνοῦντες λέγομεν, εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Φλόγα δροσίζουσαν Ὁσίους Ἦχος α΄
Φλόγα δροσίζουσαν Ὁσίους, δυσσεβεῖς δὲ καταφλέγουσαν, Ἄγγελος Θεοῦ ὁ πανσθενής, ἔδειξε Παισί, ζωαρχικὴν δὲ πηγὴν εἰργάσατο τὴν Θεοτόκον, φθορὰν θανάτου, καὶ ζωὴν βλυστάνουσαν τοῖς μέλπουσι, τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Φλογώσεως ὁ Παῖδας Ἦχος α΄
Φλογώσεως ὁ Παῖδας ῥυσάμενος σάρκα προσλαβόμενος, ἦλθεν ἐπὶ γῆς καὶ Σταυρῷ προσηλωθείς, σωτηρίαν ἡμῖν ἐδωρήσατο, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.
Φωτίζου, φωτίζου Ἦχος α΄
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν καὶ ἀγάλλου, Σιών, σὺ δέ, ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Χαῖρε Παρθενίας Ἦχος α΄
Χαίροις παρθενίας καύχημα, χαίρε Μῆτερ Ἄχραντε· ἣν ἡ σύμπασα κτίσις θείαις ᾠδαῖς μεγαλύνομεν.
Χεῖρας ἐν τῷ λάκκῳ Ἦχος α΄
Χεῖρας ἐν τῷ λάκκῳ βληθεὶς τῶν λεόντων ποτὲ ὁ μέγας ἐν Προφήταις σταυροειδῶς ἐκπετάσας Δανιὴλ ἀβλαβὴς ἐκ τῆς τούτων καταβρώσεως σέσωσται, εὐλογῶν Χριστὸν τὸν Θεὸν εἰς τοὺς αἰῶνας.
Χριστὸς γεννᾶται Ἦχος α΄
Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.
Ὦ Μῆτερ Παρθένε Ἦχος α΄
Ὦ Μῆτερ Παρθένε, καὶ Θεοτόκε ἀψευδής, ἡ τεκοῦσα ἀσπόρως, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐν Σταυρῷ ὑψωθέντα σαρκὶ, σὲ οἱ πιστοί, ἅπαντες ἀξίως, σὺν τούτῳ νῦν μεγαλύνομεν.
ᾨδὴν ἐπινίκιον Ἦχος α΄
ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραὴλ ὅτι δεδόξασται.
Ἦχος β’
Ἄβυσσος ἁμαρτημάτων Ἦχος β΄
Ἄβυσσος ἁμαρτημάτων, ἐκύκλωσέ με ἐσχάτη, ἀλλ' ὡς τὸν Προφήτην Ἰωνᾶν, ἀνάγαγε Κύριε, Κύριε, ἐκ φθορᾶς τὴν ζωήν μου.
Ακήκοα Κύριε, τήν ένδοξόν σου Ἦχος β΄
Ἀκήκοα Κύριε τὴν ἔνδοξόν σου οικονομίαν καὶ ἐδόξασα Φιλάνθρωπε τὴν ἀκατάληπτόν σου δύναμιν.
Ἀκήκοε Κύριε φωνῇς σου Ἦχος β΄
Ἀκήκοε Κύριε φωνῇς σου, ὂν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ, ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε. Σὺ εἶ Χριστός, Θεοῦ Σοφία καὶ Δύναμις.
Ἀνάρχου Γεννήτορος Ἦχος β΄
Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα, διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν.
Ἀντιθεον πρόσταγμα Ἦχος β΄
Ἀντίθεον πρόσταγμα, παρανομοῦντος τυράννου, μετάρσιον τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος, καὶ ὑπερένδοξος.
Ἀπορεῖ πᾶσα γλῶσσα Ἦχος β΄
Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε, ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου, καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.
Άσωμεν τώ Κυρίω Ἦχος β΄
ᾌσωμεν τῷ Κυρίῳ τῷ ἐν θαλάσσῃ πάλαι λαὸν καθοδηγήσαντι καὶ ἐν αυτῇ τὸν Φαραὼ πανστρατιᾷ βυθίσαντι ᾠδὴν ἐπινίκιον ὅτι δεδόξασται.
Ἄτριπτον ἀσυνήθη Ἦχος β΄
Ἄτριπτον ἀσυνήθη, ἁβρόχως θαλαττίαν ἀνύσας τρίβον, ὁ ἐκλεκτὸς ἐβόα Ἰσραήλ. τῷ Κυρίῳ ᾄσωμεν, ὅτι δεδόξασται.
Βάτος ἐν ὄρει πυράφλεκτος Ἦχος β΄
Βάτος ἐν ὄρει πυράφλεκτος, καὶ δροσοβόλος κάμινος Χαλδαϊκή, σαφῶς προγράφει σε Θεονυμφε· τὸ γὰρ θεῖον ἄϋλον ἐν ὑλικῇ γαστρί, πῦρ ἀφλέκτως ἐδέξω· διὸ τῷ ἐκ σοῦ τεχθέντι κράζομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Βυθοῦ ἀνεκάλυψε Ἦχος β΄
Βυθοῦ ἀνεκάλυψε πυθμένα καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.
Βυθῷ ἁμαρτημάτων Ἦχος β΄
Βυθῷ ἁμαρτημάτων συνέχομαι ἀεί, καὶ ἐν πελάγει τοῦ βίου χειμάζομαι, ἀλλ' ὥσπερ τὸν Ἰωνᾶν ἐκ τοῦ θηρός, κἀμὲ τῶν παθῶν ἀνάγαγε, καὶ διάσωσον Σωτήρ.
Δεῦτε λαοί, ᾄσωμεν Ἦχος β΄
Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὂν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται.
Εἰκόνος χρυσῆς Ἦχος β΄
Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν Ἦχος β΄
Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε μόνε φιλάνθρωπε.
Ἐλευθέρα μὲν ἡ κτίσις Ἰαμβικὸς Ἦχος β΄
Ἐλευθέρα μὲν ἡ κτίσις γνωρίζεται, Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι. Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης. Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον· Ἡ πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία.
Ἐλήλυθας, ἐκ Παρθένου Ἦχος β΄
Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, σεσαρκωμένος, καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἐμεγάλυνας Χριστὲ Ἦχος β΄
Ἐμεγάλυνας Χριστέ, τὴν τεκοῦσάν σε Θεοτόκον, ἀφ' ἧς ὁ Πλάστης ἡμῶν, ὁμοιοπαθὲς ἡμῖν περιέθου σῶμα, τὸ τῶν ἡμετέρων λυτήριον ἀμπλακημάτων· ταύτην μακαρίζοντες, πᾶσαι γενεαί σε μεγαλύνομεν.
Ἐν ἀβύσσῳ Ἦχος β΄
Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.
Ἐν βυθῷ Ἦχος β΄
Ἐν βυθῷ κατέστρωσέ ποτε, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπεροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται.
Ἐν πέτρᾳ με, τῆς πίστεως Ἦχος β΄
Ἐν πέτρᾳ με, τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ’ ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν. Οὔκ ἐστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὔκ ἐστι δίκαιος, πλὴν σοῦ Κύριε.
Ἐν τῇ καμίνῳ τῇ τῶν Παίδων Ἦχος β΄
Ἐν τῇ καμίνῳ τῇ τῶν Παίδων, προαπεικόνισάς ποτε, τὴν σὴν Μητέρα Κύριε· ὁ γὰρ τύπος τούτους πυρὸς ἐξείλετο, ἀφλέκτως ἐμβατεύοντας, ἢν ὑμνοῦμεν ἐμφανισθεῖσαν, διὰ σοῦ τοῖς πέρασι σήμερον, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ἐξήνθησεν ἡ ἔρημος Ἦχος β΄
Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου.
Ἔφλεξε ῥείθρῳ Ἰαμβικὸς Ἦχος β΄
Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τὰς κάρας. Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα, Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας, Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας, Ὅλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος.
Ἔφριξε Παίδων εὐαγῶν Ἦχος β΄
Ἔφριξε Παίδων εὐαγῶν, τὸ ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα, καὶ εἶξε τὸ τραφέν, ἐν ἀπείρῳ ὕλῃ, ἀκάματον πῦρ. Ἀειζώου δὲ ἐκμαρανθείσης φλογός, διαιωνίζων ὕμνος ἀνεμέλπετο. Τὸν Κύριον πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐχθροῦ ζοφώδους Ἰαμβικὸς Ἦχος β΄
Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου, Ἰὸν καθάρσει Πνεύματος λελουμένοι, Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον, Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν, Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη.
Ἡ ἐν οὐρανοῖς Ἦχος β΄
Ἡ ἐν οὐρανοῖς εὐλογημένη καὶ ἐπὶ γῆς δοξολογουμένη χαῖρε Νύμφη ἀνύμφευτε.
Ἡ τὸν ἀχώρητον Θεὸν Ἦχος β΄
Ἡ τὸν ἀχώρητον Θεόν, ἐν γαστρὶ χωρήσασα, καὶ χαρὰν τῷ κόσμῳ κυήσασα, σὲ ὑμνοῦμεν, Παναγία Παρθένε.
Ἡ τὸν πρὸ ἡλίου φωστῆρα Ἦχος β΄
Ἡ τὸν πρὸ ἡλίου φωστῆρα, τὸν Θεὸν ἑξανατείλαντα, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, ἐκ λαγόνων παρθενικῶν, ἀφράστως σωματώσασα, εὐλογημένη πάναγνε σὲ Θεοτόκε μεγαλύνομεν.
Ἡ φωνὴ τοῦ λόγου Ἦχος β΄
Ἡ φωνὴ τοῦ λόγου, ὁ λύχνος τοῦ φωτός, ὁ ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ. Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρουμενος.
Ἥμαρτον εἰς σὲ Σωτήρ Ἦχος β΄
Ἥμαρτον εἰς σὲ Σωτήρ, ὡς ὁ ἄσωτος Υἱός, δέξαι με Πάτερ μετανοοῦντα, καὶ ἐλέησόν με ὁ Θεός.
Ἤχου ῥημάτων δεήσεως Ἦχος β΄
Ἤχου ῥημάτων δεήσεως, ἐκ κατωδύνου Δέσποτα, ψυχῆς ἐπακούσας, τῶν δεινῶν με λύτρωσαι· μόνος γὰρ εἶ τῆς ἡμῶν, σωτηρίας πρόξενος.
Ἴδετε, ἴδετε Ἦχος β΄
Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι, ὁ ἐν θαλάσσῃ σώσας, καὶ ἐν ἐρήμῳ κορέσας, Ἰσραηλίτην λαόν, καὶ τὸ ὕδωρ ἐκ πέτρας πηγάσας τοῖς βροτοῖς, ἵνα τὸν πάλαι τῇ φθορᾷ, πεπτωκότα φορέσας, ἑλκύσω πρὸς ἐμαυτόν, δι' ἄφατον ἔλεος.
Ἰησοῦς ὁ ζωῆς ἀρχηγὸς Ἦχος β΄
Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἤκει, Ἀδὰμ τοῦ πρωτοπλάστου, καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ, ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν, πάντα νοῦν εἰρήνην χαρίζεται.
Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ Ἰαμβικὸς Ἦχος β΄
Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ, Ἤχῳ Πατήρ, ὂν γαστρὸς ἐξηρεύξατο, Ναί φησιν οὗτος, συμφυὴς γόνος πέλων, Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους, Λόγος τε μου ζῶν, καὶ βροτὸς προμηθείᾳ.
Ἰνδάλματος χρυσοῦ Ἦχος β΄
Ἰνδάλματος χρυσοῦ, καταπτύσαντες τρισόλβιοι Νεανίαι, τὴν ἀπαράλλακτον καὶ ζῶσαν Θεοῦ Εἰκόνα τεθεαμένοι, μέσον τῆς φλογὸς ἀνέμελπον, ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον, πᾶσα Κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Ἰσχὺν ὁ διδοὺς Ἦχος β΄
Ἰσχὺν ὁ διδοὺς τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χριστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα· διὸ πιστοὶ βοήσωμεν, οὔκ ἐστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὔκ ἐστι δίκαιος πλὴν σοῦ Κύριε.
Κάμινός ποτε Ἦχος β΄
Κάμινός ποτε, πυρὸς ἐν Βαβυλῶνι, τάς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Μεσίτης Θεοῦ Ἦχος β΄
Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν.
Μυστήριον παράδοξον Ἦχος β΄
Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα, δρόσον, ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην, ὂν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Νέους εὐσεβεῖς Ἦχος β΄
Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις· ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὁ ἄνθραξ τῷ Ἠσαΐᾳ Ἦχος β΄
Ὁ ἄνθραξ τῷ Ἡσαΐᾳ, προοφθείς, Ἥλιος παρθενικῆς ἀπὸ γαστρὸς ἀνέτειλε, τοῖς ἐν σκότει πεπλανημένοις, καὶ θεογνωσίας φωτισμὸν δωρούμενος.
Ὁ τὴν κάμινον πάλαι Ἦχος β΄
Ὁ τὴν κάμινον πάλαι παφλάζουσαν σβέσαι καὶ τοὺς παῖδας τῷ ὄμβρῳ τοῦ πνεύματος δροσίσας, εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ὁ τοῦ φωτὸς χορηγὸς Ἦχος β΄
Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σοῦ γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν.
Ὁ φωτισμὸς Ἦχος β΄
Ὁ φωτισμός, τῶν ἐν σκότει κειμένων, ἡ σωτηρία, τῶν ἀπεγνωσμένων Χριστὲ Σωτήρ μου πρὸς σὲ ὀρθρίζω, Βασιλεῦ τῆς εἰρήνης, φώτισόν με τῇ ἐπιλάμψει σου· ἄλλον γὰρ ἐκτός σου Θεὸν οὐκ ἐπίσταμαι.
Ὅλος ὑπάρχεις ἔφεσις Ἦχος β΄
Ὅλος ὑπάρχεις ἔφεσις, ὅλος γλυκασμός, Λόγε Θεοῦ, Παρθένου Υἱέ, Θεὲ Θεῷν Κύριε, Ἁγίων Ὑπεράγιε, διό σε ἅπαντες σὺν τῇ τεκούσῃ μεγαλύνομεν.
Ὁ σκιόγραφον ἀχλὺν Ἦχος β΄
Ὁ σκιόγραφον ἀχλύν, αἰνιγμάτων σκεδάσας, καὶ τῶν πιστῶν ἐκβάσει τῆς ἀληθείας, διὰ τῆς θεόπαιδος, καταυγάσας τάς καρδίας, καὶ ἡμᾶς τῷ φωτί σου Χριστὲ καθοδήγησον.
Ὅσοι παλαιῶν ἐκλελύμεθα Ἰαμβικὸς Ἦχος β΄
Ὅσοι παλαιῶν ἐκλελύμεθα βρόχων, βορῶν λεόντων συντεθλασμένων μύλας, ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα, Λόγῳ πλέκοντες ἐκ λόγων μελῳδίαν, ᾯ τῶν πρὸς ἡμᾶς ἥδεται δωρημάτων.
Πρὸς Κύριον ἐκ κήτους Ἦχος β΄
Πρὸς Κύριον ἐκ κήτους ὁ Ἰωνᾶς ἐβόησε· Σύ με ἀνάγαγε, ἐκ πυθμένος ᾍδου δέομαι, ἵνα ὡς λυτρωτῇ, ἐν φωνῇ αἰνέσεως, ἀληθείας τε πνεύματι θύσω σοι.
Προσέχετε λαοί Ἦχος β΄
Προσέχετε λαοί, τὰ τεράστια τῶν ἔργων, τῆς θείας μου δυναστείας, καὶ ἐν τούτῳ ἐπιγνώσεσθε, ὅτι μόνος ἐγώ εἰμι Θεὸς τοῦ παντός.
Προσέχετε λαός μου τῷ νόμῳ μου Ἦχος β΄
Προσέχετε λαός μου τῷ νόμῳ μου, κλίνατε τὸ οὖς ὑμῶν, εἰς τὰ ῥήματα τοῦ στόματός μου, ὅτι τὸ ὄνομά σου Κύριε ἐκάλεσα.
Πυρσῷ καθαρθεὶς μυστικῆς Ἰαμβικὸς Ἦχος β΄
Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας, Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν, Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην, Σάρκωσιν ἐμφαίνουσαν ἀρρήτου Λόγου, Ὢ τῶν δυναστῶν τὰ κράτη συνετρίβη.
Ῥῆμα τυράννου Ἦχος β΄
Ῥῆμα τυράννου, ἐπεὶ ὑπερίσχυσεν, ἑπταπλασίως κάμινος, ἐξεκαύθη ποτέ, ἐν ᾗ Παῖδες οὐκ ἐφλέχθησαν, Βασιλέως πατήσαντες δόγμα, ἀλλ' ἐβόων· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ῥήτορες ἀνεδείχθησαν Παῖδες Ἦχος β΄
Ῥήτορες ἀνεδείχθησαν Παῖδες, φιλοσοφώτατοί ποτε· ἐκ θεολήπτου ψυχῆς γάρ, θεολογοῦντες χείλεσιν ἔμελπον, ὁ ὑπέρθεος τῶν Πατέρων, καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Σὲ τὴν νοητήν Ἦχος β΄
Σὲ τὴν νοητήν, καὶ ἔμψυχον κλίμακα, ἐν ᾗ ὁ Θεὸς ἡμῶν ἐπεστήρικτο, δι' οὗ τὴν πρὸς οὐρανὸν εὕρομεν ἄνοδον, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν.
Στειρωθέντα μου τὸν νοῦν Ἦχος β΄
Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεὸς ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου.
Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε Ἦχος β΄
Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τάς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.
Στίβει θαλάσσης Ἰαμβικὸς Ἦχος β΄
Στίβει θαλάσσης, κυματούμενον σάλον, Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον, Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων, Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος, Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.
Σὺ τῷ λόγῳ σου Κύριε Ἦχος β΄
Σὺ τῷ λόγῳ σου Κύριε οὺρανοὺς ἐστερέωσας· σὺ καὶ τὴν ἐμὴν ἐν τῇ πίστει καρδίαν στερέωσον.
Τὰ Χερουβεὶμ μιμούμενοι Ἦχος β΄
Τὰ Χερουβεὶμ μιμούμενοι, Παῖδες ἐν τῇ καμίνῳ ἐχόρευον βοῶντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες, ταῦτα πάντα διὰ τάς ἁμαρτίας ἡμῶν, ὁ ὑπερύμνητος, καὶ δεδοξασμένος, εἰς πάντας τοὺς αἰῶνας.
Τὴν ἁγνὴν καὶ ἄχραντον Ἦχος β΄
Τὴν ἁγνὴν καὶ ἄχραντον, Μητέρα καὶ Παρθένον, ᾠδαῖς ᾀσμάτων ἅπαντες οἱ πιστοί, εὐσεβῶς ὡς Θεοτόκον μεγαλύνομεν.
Τὴν ἀχλὺν τῆς ψυχῆς μου Ἦχος β΄
Τὴν ἀχλὺν τῆς ψυχῆς μου, Σωτήρ μου διασκεδάσας, τῷ φωτὶ τῶν ἐντολῶν σου καταύγασόν με, ὡς μόνος τῆς εἰρήνης Βασιλεύς.
Τὴν ἐκ παρθένου σου Ἦχος β΄
Τὴν ἐκ παρθένου σου γέννησιν, ὁ Προφήτης προβλέπων, ἀνεκήρυττε βοῶν· Τὴν ἀκοήν σου ἀκήκοα, καὶ ἐφοβήθην, ὅτι ἀπὸ Θαιμάν, καὶ ἐξ ὄρους ἁγίου κατασκίου, ἐπεδήμησας Χριστέ.
Τὴν Μωσέως ᾠδὴν Ἦχος β΄
Τὴν Μωσέως ᾠδήν, ἀναλαβοῦσα βόησον ψυχή, βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν.
Τὴν παρθενίαν σου Ἦχος β΄
Τὴν παρθενίαν σου Θεοτόκε ἀμίαντε, ἣν οὐ κατέφλεξε, τὸ πῦρ τῆς Θεότητος, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν.
Τὴν ὑπερφυῶς σαρκὶ Ἦχος β΄
Τὴν ὑπερφυῶς σαρκί, συλλαβοῦσαν ἐν γαστρί, τὸν ἐκ Πατρὸς ἀχρόνως, προεκλάμψαντα Λόγον, ἐν ὕμνοις ἀσιγήτοις, μεγαλύνωμεν πιστοί.
Τὴν φωνήν σοι προσάγομεν Ἦχος β΄
Τὴν φωνήν σοι προσάγομεν, τοῦ Λῃστοῦ καὶ βοῶμέν σοι· Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.
Τῆς νυκτὸς διελθούσης Ἦχος β΄
Τῆς νυκτὸς διελθούσης, ἤγγικεν ἡ ἡμέρα, καὶ τὸ φῶς τῷ κόσμῳ ἐπέλαμψε· διὰ τοῦτο ὑμνεῖ σε τάγματα Ἀγγέλων καὶ δοξολογεῖ σε Χριστὲ ὁ Θεός.
Τῆς πίστεως, ἐν πέτρᾳ Ἦχος β΄
Τῆς πίστεως, ἐν πέτρᾳ με στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν. Οὔκ ἐστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὔκ ἐστι δίκαιος, πλὴν σοῦ Κύριε.
Τὸν ἀρρήτῳ σοφίᾳ Ἦχος β΄
Τὸν ἀρρήτῳ σοφίᾳ, συστησάμενον πάντα Θεὸν Λόγον, καὶ ἐκ μὴ ὄντων, εἰς τὸ εἶναι παραγαγόντα, εὐλογεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον Ἦχος β΄
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν.
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς Ἦχος β΄
Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τὸν ἐν τῇ βάτῳ Μωσῇ Ἦχος β΄
Τὸν ἐν τῇ βάτῳ Μωσῇ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὅρει, προτυπώσαντά ποτε, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὸν ἐν φωναῖς Ἀγγελικαῖς Ἦχος β΄
Τὸν ἐν φωναῖς Ἀγγελικαῖς, ἐν οὐρανοῖς δοξαζόμενον Θεόν, αἰνέσωμεν ἅπαντες οἱ γηγενεῖς, εἰς τοὺς αἰῶνας ἅπαντας.
Τὸν πάλαι δροσίσαντα Ἦχος β΄
Τὸν πάλαι δροσίσαντα, τῶν Ἑβραίων τοὺς Παῖδας ἐν φλογί, καὶ φλέξαντα Κύριον, τοὺς Χαλδαίους παραδόξως ἐν αὐτῇ, ἀνυμνήσωμεν λέγοντες· Εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τόξον συνετρίβη δυναστῶν Ἦχος β΄
Τόξον συνετρίβη δυναστῶν τῷ κράτει σου Χριστέ, καὶ δύναμιν ἀσθενεῖς, σὲ περιεζώσαντο.
Τῷ δόγματι τῷ τυραννικῷ Ἦχος β΄
Τῷ δόγματι τῷ τυραννικῷ, οἱ ὅσιοι τρεῖς Παῖδες μὴ πεισθέντες, ἐν τῇ καμίνῳ βληθέντες, Θεὸν ὡμολόγουν ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Τῷ τὴν ἄβατον Ἦχος β΄
Τῷ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι, ἀναξηράναντι, καὶ πεζεῦσαι δι' αὐτῇς, τὸν Ἰσραηλίτῃν λαὸν καθοδηγήσαντι, Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.
Τῶν γηγενῶν τίς ἤκουσε Ἦχος β΄
Τῶν γηγενῶν τίς ἤκουσε τοιοῦτον; ἢ τίς ἑώρακε ποτέ, ὅτι Παρθένος εὑρέθη ἐν γαστρὶ ἔχουσα, καὶ ἀνωδίνως τὸ βρέφος ἀποτεκοῦσα; τοιοῦτον σου τὸ θαῦμα, καὶ σὲ ἁγνὴ Θεοτόκε μεγαλύνομεν.
Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε Ἦχος β΄
Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε, εἰσακήκοα καὶ ἐξέστην· ἕως ἐμοῦ ἤκεις γάρ, ἐμὲ ζητῶν τὸν πλανηθέντα. Διὸ τὴν πολλὴν σου συγκατάβασιν, τὴν εἰς ἐμὲ δοξάζω Πολυέλεε.
Χειρόγραφον εἰκόνα Ἦχος β΄
Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ’ ἀγράφῳ οὐσίᾳ θωρακισθέντες τρισμακάριοι, ἐν τῷ σκάμματι τοῦ πυρὸς ἐδοξάσθητε, ἐν μέσῳ δὲ φλογὸς ἀνυποστάτου ἱστάμενοι, Θεὸν ἐπεκαλεῖσθε. Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Ψυχαῖς καθαραῖς Ἦχος β΄
Ψυχαῖς καθαραῖς, καὶ ἀρρυπώτοις χείλεσι, δεῦτε μεγαλύνωμεν τὴν ἀκηλίδωτον, καὶ ὑπέραγνον Μητέρα τοῦ Ἐμμανουήλ, δι' αὐτῇς τῷ ἐξ αὐτῇς, προσφέροντες πρεσβείαν τεχθέντι, φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
Ὢ τῶν ὑπὲρ νοῦν Ἰαμβικὸς Ἦχος β΄
Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων! Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη, Δι' ἧς τυχόντες παντελοῦς σωτηρίας, Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ, Δῶρον φέροντες ὕμνον εὐχαριστίας.
Ἦχος γ’
Ἄβυσσος ἐσχάτη Ἦχος γ΄
Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν ἐκύκλωσέ με, καὶ ἐκλείπει τὸ πνεῦμά μου, ἀλλ' ἐκτείνας Δέσποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνῆτα διάσωσον.
Ἀνάγαγε ἐκ φθορᾶς Ἦχος γ΄
Ἀνάγαγε ἐκ φθορᾶς με Κύριε ὁ Θεός μου ὁ Ἰωνᾶς ἐβόα, κἀγὼ βοῶ σοι, ἐκ τοῦ βυθοῦ ῥῦσαί με Σωτήρ, τῶν πολλῶν μου κακῶν, ὅπως αἴνεσιν φωνῆς, θύσω σοι μόνε Φιλάνθρωπε.
ᾎσμα καινὸν Ἦχος γ΄
ᾎσμα καινὸν ᾄσωμεν λαοὶ τῷ ἐκ Παρθένου τεχθέντι εἰς σωτηρίαν ἡμῶν, και ἑνοποιήσαντι τοῖς ἐπουρανίοις τὰ ἐπίγεια, ὅτι δεδόξασται.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες Ἦχος γ΄
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾌσωμεν τῷ Κυρίῳ, τῷ ποιῆσαντι Ἦχος γ΄
ᾌσωμεν τῷ Κυρίῳ, τῷ ποιήσαντι θαυμαστὰ τέρατα, ἐν Ἐρυθρᾷ θαλάσσῃ· πόντῳ γὰρ ἐκάλυψε τοὺς ὑπεναντίους, καὶ ἔσωσε τὸν Ἰσραήλ, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.
Βαβυλωνία κάμινος Ἦχος γ΄
Βαβυλωνία κάμινος, τοὺς παῖδας οὐκ ἔφλεξεν, οὐδὲ τῆς Θεότητος τὸ πῦρ, τὴν Παρθένον διέφθειρε· διὸ μετὰ τῶν Παίδων πιστοὶ βοήσωμεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Βυθός μοι τῶν παθῶν ἐπανέστη Ἦχος γ΄
Βυθός μοι τῶν παθῶν ἐπανέστη, καὶ ζάλη ἐναντίων ἀνέμων, ἀλλὰ προφθάσας με σύ, σῶσον Σωτήρ, καὶ ῥῦσαὶ φθορᾶς, ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην.
Ἐβόησα ἐν στεναγμοῖς Ἦχος γ΄
Ἐβόησα ἐν στεναγμοῖς ἀσιγήτοις πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσέ μου ἐξ ᾄδου κατωτάτου, καὶ ἀνήγαγεν ἐκ φθορᾶς τὴν ζωήν μου.
Ἐβόησέ σοι Ἦχος γ΄
Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη. Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.
Ἔθου πρὸς ἡμᾶς Ἦχος γ΄
Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε· τὸν μονογενῆ γὰρ σοῦ Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας· διό σοι κραυγάζομεν, εὐχαριστοῦντες· Δόξα τῇ δυνάμει σου Κύριε.
Εἰσακήκοα τὴν ἀκοὴν Ἦχος γ΄
Εισακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην Κύριε.
Ἐκάλυψεν οὐρανοὺς Ἦχος γ΄
Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σοῦ, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἱ νέσεως.
Ἐν νόμῳ, σκιᾷ Ἦχος γ΄
Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.
Ἐν Σιναίῳ τῷ ὅρει κατεῖδέ σε Ἦχος γ΄
Ἐν Σιναίῳ τῷ ὅρει κατεῖδέ σε, ἐν τῇ βάτῳ Μωυσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, συλλαβοῦσαν ἐν γαστρί. Δανιὴλ δὲ σε εἶδεν, ὄρος ἀλατόμητον, ῥάβδον βλαστήσασαν, Ἡσαΐας κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ.
Ἐνύλου φλόγα πυρὸς Ἦχος γ΄
Ἐνύλου φλόγα πυρός, δὶ' ἀΰλου κατεμάραναν, θεοφορούμενοι Παῖδες, καὶ ἔψαλλον· εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐπὶ τῆς γῆς Ἦχος γ΄
Ἐπὶ τῆς γῆς ὁ ἀόρατος ὤφθης, καὶ τοῖς βροτοῖς ἑκὼν συνανεστράφης, ὁ ἀκατάληπτος· πρὸς σὲ οὖν ὀρθρίζοντες, ἀνυμνοῦμέν σε Φιλάνθρωπε.
Ἐστερεώθη ἡ καρδία μου Ἦχος γ΄
Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ὅτι οὔκ ἐστιν Ἅγιος, πλὴν σοῦ Κύριε.
Εὐλογητὸς Κύριος Ἦχος γ΄
Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἐγείρας κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυΐδ τοῦ παιδὸς αὐτοῦ, διὰ σπλάγχνα ἐλέους, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, ἀνατολὴ ἐξ ὕψους, καὶ κατηύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης.
Θαυμαστὸς ἐνδόξως Ἦχος γ΄
Θαυμαστὸς ἐνδόξως ποιῶν τέρατα, σὺ εἶ ὁ Θεός, ὁ ἄβυσσον γεώσας, καὶ ἅρματα καλύψας, καὶ λαὸν διασώσας, ᾄδοντά σοι ὡς λυτρωτῇ ἡμῶν Θεῷ.
Ἴδετε, ἴδετε Ἦχος γ΄
Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι, Ὁ Σωτὴρ τοῦ Κόσμου, τὸ φῶς τὸ ἀληθινόν, ἡ πηγὴ τῆς ζωῆς, ὁ Υἱὸς τοῦ Θεοῦ.
Λατρεύειν ζῶντι Θεῷ Ἦχος γ΄
Λατρεύειν ζῶντι Θεῷ, οἱ ἐν Βαβυλῶνι Παῖδες προσκαρτερήσαντες, μουσικῶν ὀργάνων κατεφρόνησαν, καὶ φλογὸς μέσον ἑστῶτες, θεοτερπῆ ὕμνον ἀναμέλποντες ἔλεγον· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Μὴ ἐν ποταμοῖς Ἦχος γ΄
Μὴ ἐν ποταμοῖς, ὀργισθῇς Κύριε, μὴ ἐν ποταμοῖς ὁ θυμός σου, ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου.
Ὁ ἐκ μὴ ὄντων τὰ πάντα Ἦχος γ΄
Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Δεσπότα, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με.
Ὁ τὰ ὕδατα Ἦχος γ΄
Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.
Ὁ τὴν φλόγα Ἦχος γ΄
Ὁ τὴν φλόγα δροσίσας τῆς καμίνου, καὶ τοὺς Παῖδας ἀφλέκτους διασώσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Οἱ τῷ γλυκεῖ τοῦ Ἀχράντου Ἦχος γ΄
Οἱ τῷ γλυκεῖ τοῦ Ἀχράντου σοῦ Τόκου, βέλει τρωθέντες Ἁγνή, σοῦ τὸ ἀξιέραστον κάλλος θαυμάζοντες, ἅμα σὺν Ἀγγέλοις ἐπαξίως σε, ὡς μητέρα Θεοῦ μεγαλύνομεν.
Ὀρθρίζοντες ἀνυμνοῦμέν σε Λόγε Ἦχος γ΄
Ὀρθρίζοντες ἀνυμνοῦμέν σε Λόγε, Υἱὲ Θεοῦ Μονογενές, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε, καὶ πιστῶς προσκυνοῦντας.
Πρὸς σὲ ὀρθρίζω Ἦχος γ΄
Πρὸς σε ὀρθρίζω, τὸν τοῦ παντὸς Δημιουργόν, τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνην· διότι φῶς τὰ προστάγματά σου, ἐν οἷς με καθοδήγησον.
Πρόσεχε γῆ καὶ οὺρανέ Ἦχος γ΄
Πρόσεχε γῆ καὶ οὺρανέ, καί ἐνωτίζου τὰ ρήματά μου, λαλήσω γὰρ τοῖς ἐν γῇ, Θεοῦ θαυμάσια.
Σὲ τὴν ἀθάνατον πηγὴν Ἦχος γ΄
Σὲ τὴν ἀθάνατον πηγήν, τὴν δι' Ἁγίων ἰάματα, τῶν ἀνθρώπων τῷ γένει παρέχουσαν, ἀεὶ μεγαλύνομεν, ὅτι σῴζεις τάς ψυχὰς ἡμῶν.
Σὲ τὴν ἀκατάφλεκτον βάτον Ἦχος γ΄
Σὲ τὴν ἀκατάφλεκτον βάτον, καὶ ἁγίαν Παρθένον, τὴν Μητέρα τοῦ Φωτός, καὶ Θεοτόκον, τὴν ἐλπίδα πάντων ἡμῶν μεγαλύνομεν.
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα Ἦχος γ΄
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Σκηνώσεως Ἰωνᾶς Ἦχος γ΄
Σκηνώσεως Ἰωνᾶς, τῆς ἐν κατωτάτῳ ᾅδου τῆς φύσεως, σύμβολον γεγονὼς ἐβόα, ἀνάγαγε ἐκ φθορᾶς, τὴν ζωήν μου Φιλάνθρωπε.
Σοβαρὸς ὁ τύραννος Ἦχος γ΄
Σοβαρὸς ὁ τύραννος, ἀλλὰ παίδων γέγονεν ἄθυρμα, ὥσπερ γὰρ χοῦν πατήσαντες, τὴν ἑπταπλάσιον φλόγα ἔψαλλον, ευλογητὸς ὁ Κύριος ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.
Στεῖρα ψυχὴ καὶ ἄγονε Ἦχος γ΄
Στεῖρα ψυχὴ καὶ ἄγονε, κτῆσαι καρπὸν εὐκλεῆ, εὐτεκνουμένη βόησον· Ἐστερεώθην διὰ σοῦ ὁ Θεός, οὔκ ἐστιν ἅγιος, οὔκ ἐστι δίκαιος, πλὴν σοῦ Κύριε.
Στερέωσον Κύριε Ἦχος γ΄
Στερέωσον Κύριε, τάς καρδίας ἡμῶν, καὶ φώτισον εἰς τὴν σὴν ὑμνῳδίαν, τοῦ δοξάζειν σε Σωτὴρ εἰς αἰῶνα αἰῶνος.
Σῶσόν με Κύριε ὁ Θεός μου Ἦχος γ΄
Σῶσόν με Κύριε ὁ Θεός μου· σὺ γὰρ πάντων ἡ σωτηρία, ὁ κλύδων με τῶν παθῶν ἐκταράττει, καὶ τὸ βάρος τῶν ἀνομιῶν με βυθίζει, δός μοι χεῖρα βοηθείας, καὶ πρὸς φῶς ἀνάγαγε με κατανύξεως, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.
Τεμνομένην θάλασσαν Ἦχος γ΄
Τεμνομένην θάλασσαν ράβδῳ, πάλαι ὁ Ἰσραὴλ διῆλθεν ὡς ἐν ἐρήμῳ, καὶ Σταυροῦ τύπος ἐμφανῶς προοδοποιεῖ τρίβον· διὰ τοῦτο ᾄσωμεν ἐν αἰνέσει τῷ θαυμαστῷ Θεῷ ἡμῶν ὅτι δεδόξασται.
Τὴν ἐν βάτῳ καὶ πυρὶ Ἦχος γ΄
Τὴν ἐν βάτῳ καὶ πυρί, προγραφεῖσαν ἐν Σινᾷ, τῷ νομοθέτῃ Μωσῇ, καὶ τὸ θεῖον ἐν γαστρί, ἀφλέκτως συλλαβοῦσαν πῦρ, τὴν ὁλόφωτον καὶ ἄσβεστον λαμπάδα, τὴν ὄντως Θεοτόκον, ἐν ὕμνοις τιμῶντές σε μεγαλύνομεν.
Τὴν σὴν εἰρήνην Ἦχος γ΄
Τὴν σὴν εἰρήνην δὸς ἡμῖν Υἱὲ τοῦ Θεοῦ,ἐκτὸς σοῦ γὰρ ἄλλον Θεὸν οὐ γινώσκομεν,τὸν ἐν τοῖς Ὑψίστοις σὺν Πατρὶ καὶ Πνεύματι δοξολογούμενον.
Τὸ κατάσκιον ὄρος Ἦχος γ΄
Τὸ κατάσκιον ὄρος, ὁ Ἀββακοὺμ προεώρα, τὴν ἄχραντόν σου μήτραν Ἁγνή· διὸ καὶ ἀνεκραύγαζεν· Ἀπὸ Θαιμὰν ἥξει ὁ Θεὸς ὁ Ἅγιος, καὶ ἐξ ὄρους κατασκίου δασέος.
Τὸ ξένον καὶ ἀπόρρητον Ἦχος γ΄
Τὸ ξένον καὶ ἀπόρρητον τοῦ τόκου σου μυστήριον εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην καὶ γεγηθὼς κραυγάζω σοι· Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Τὸ πρὶν εἰκόνι τῇ χρυσῇ Ἦχος γ΄
Τὸ πρὶν εἰκόνι τῇ χρυσῇ, Περσικῷ σεβάσματι, Παῖδες οὐ προσεκύνησαν τρεῖς, ὑμνοῦντες ἐν μέσῳ τῆς καμίνου. Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Τὸ στερέωμα Ἦχος γ΄
Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἢν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.
Τὸ φῶς σου τὸ ἀνέσπερον Χριστὲ Ἦχος γ΄
Τὸ φῶς σου τὸ ἀνέσπερον Χριστέ, καταύγασον ὁ Θεὸς τῇ ταπεινῇ μου ψυχῇ, καὶ ὁδήγησον εἰς τὸν φόβον σου, διότι φῶς τὰ προστάγματά σου.
Τὸν ἐν φλογὶ Ἦχος γ΄
Τὸν ἐν φλογὶ τοῖς Παισὶ τῶν Ἑβραίων, συγκαταβάντα θεϊκῇ τῇ δυναστείᾳ, καὶ ὀφθέντα Κύριον, ἱερεῖς εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς Ἦχος γ΄
Τὸν ἐξ ἀνάρχου τοῦ Πατρός, γεννηθέντα πρὸ αἰώνων Θεόν, καὶ ἐπ' ἐσχάτων ἐκ τῆς Θεοτόκου, σάρκα ἐνδυσάμενον, ὡς τέλειον ἄνθρωπον, καὶ Θεὸν ἐκ τοῦ Θεοῦ, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τὸν ὑπ' Ἀγγέλων ἀσιγήτως Ἦχος γ΄
Τὸν ὑπ' Ἀγγέλων ἀσιγήτως, ἐν ὑψίστοις δοξαζόμενον Θεόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, γῆ καὶ ὄρη καὶ βουνοί, καὶ βυθὸς καὶ πᾶν γένος ἀνθρώπων, ὕμνοις αὐτὸν ὡς Κτίστην, καὶ Λυτρωτὴν εὐλογεῖτε.
Τόξον ἔθραυσας ἐχθρῶν Ἦχος γ΄
Τόξον ἔθραυσας ἐχθρῶν, καὶ θυρεοὺς συνέτριψας ἐν ἰσχύϊ, Δεσπότα Χριστέ, τὸ στερέωμα ἡμῶν, ἅγιος εἶ Κύριε.
Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων Ἦχος γ΄
Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων, καταντήσαντας φιλάνθρωπε, καὶ τρικυμίαις πειρασμῶν, ἀπολέσθαι κινδυνεύοντας, βοῶντας, μὴ παρίδῃς. Σῶσον Σωτὴρ ὡς ἔσωσας, τοῦ θηρὸς τὸν προφήτην.
Τρεῖς Παῖδες ἐν καμίνῳ Ἦχος γ΄
Τρεῖς Παῖδες ἐν καμίνῳ, τὴν Τριάδα τυπώσαντες, τοῦ πυρὸς τὴν ἀπειλὴν κατεπάτησαν, καὶ ὑμνοῦντες ἐβόων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Φαραὼ τὰ ἅρματα Ἦχος γ΄
Φαραὼ τὰ ἅρματα, βυθῷ καλύψας Κύριε τὴν θάλασσαν διέρρηξας, καὶ ἔσωσας ᾄσμασιν ὑμνοῦντά σε, λαὸν Ἰσραηλίτην.
Φωτὶ τῷ ἀνεσπέρῳ Ἦχος γ΄
Φωτὶ τῷ ἀνεσπέρῳ σου Χριστέ, καταύγασον τὴν ταπεινήν μου ψυχήν, καί ὁδήγησον εἰς τὸν φόβον σου, διότι φῶς τὰ προστάγματά σου.
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος Ἦχος γ΄
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσε ποτέ· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
Ὡς εἶδεν Ἠσαΐας συμβολικῶς Ἦχος γ΄
Ὡς εἶδεν Ἠσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα, ἐγώ, πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Ὡς ὄμβρος ἐπ' ἄγρωστιν Ἦχος γ΄
Ὡς ὄμβρος ἐπ΄ἄγρωστιν καὶ ὡς νιφετὸς ἐπὶ χόρτον, καταβήτω ἐπὶ γῆς τὰ ρήματά μου.
Ὡς πάλαι τοὺς εὐσεβεῖς Ἦχος γ΄
Ὡς πάλαι τοὺς εὐσεβεῖς, τρεῖς Παῖδας ἐδρόσισας, ἐν τῇ φλογὶ τῇ Χαλδαϊκῇ, τῷ φωτιστικῷ τῆς Θεότητος πυρί, καὶ ἡμᾶς καταύγασον· Εὐλογητὸς εἶ κράζοντας, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ἦχος δ’
Ἀβραμιαῖοί ποτε Ἦχος δ΄
Ἀβραμιαῖοί ποτε, ἐν Βαβυλῶνι παῖδες, καμίνου φλόγα κατεπάτησαν, καὶ ὑμνοῦντες ἔψαλλον, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
[Ἀβραμιαῖοί ποτε, ἐν Βαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.]
Ἀκήκοεν ὁ Προφήτης Ἦχος δ΄
Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε καὶ ἐφοβήθη, κατενόησε τὰ ἔργα σου, καὶ ἐξέστη· Δόξα τῇ δυνάμει σου, δόξα Χριστέ, τῇ συγκαταβάσει σου.
Ἄκουε Κόρη Παρθένε Ἦχος δ΄
Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, βουλὴν Ὑψίστου ἀρχαίαν ἀληθινήν, γενοῦ πρὸς ὑποδοχὴν ἑτοίμη Θεοῦ. Διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς συναναστρέφεται· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἄναξ ἀνάκτων Ἰαμβικὸς Ἦχος δ΄
Ἄναξ ἀνάκτων, οἷος ἐξ οἵου μόνος, Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου. Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις, Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης, ᾌδουσι, Δόξα τῷ κράτει σου, Κύριε.
Ἀνάτειλόν μοι Κύριε Ἦχος δ΄
Ἀνάτειλόν μοι Κύριε, τὸ φῶς τῶν προσταγμάτων σου, ὅτι πρὸς σὲ Χριστὲ τὸ πνεῦμά μου, ὀρθρίζει καὶ ὑμνεῖ σε· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ πρὸς σὲ καταφεύγω, τῆς εἰρήνης Βασιλεῦ.
Ἀνοίξω τὸ στόμα μου Ἦχος δ΄
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα (τὴν κοίμησιν, τὴν εἴσοδον, τὴν σύλληψιν).
Ἅπας γηγενὴς Ἦχος δ΄
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αὔλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια (τὴν ἱερὰν Μετάστασιν, τὰ ἱερὰ Εἰσόδια,) τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.
Ἅρματα Φαραὼ Ἦχος δ΄
Ἅρματα Φαραώ, καὶ τὴν δύναμιν αὐτοῦ, ἔρριψεν εἰς θάλασσαν, ὁ κραταιὸς ἐν πολέμοις, ᾄσωμεν αὐτῷ ᾆσμα καινόν, ὅτι ἐνδόξως δεδόξασται.
Ἀσεβεῖς οὐκ ὄψονται Ἦχος δ΄
Ἀσεβεῖς οὐκ ὄψονται, τὴν δόξαν σου, ἀλλ' ἡμεῖς σε Μονογενές, πατρικῆς ἀπαύγασμα, δόξης Θεότητος, ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν σε φιλάνθρωπε.
ᾌσομαί σοι Κύριε Ἦχος δ΄
ᾌσομαί σοι Κύριε ὁ Θεός μου, ὅτι ἐξήγαγες λαόν, δουλείας Αἰγύπτου, ἐκάλυψας δὲ ἅρματα Φαραώ, καὶ τὴν δύναμιν.
Ἀφ' ὕψους κατῆλθες Ἦχος δ΄
Ἀφ' ὕψους κατῆλθες, βουλήσει ἐπὶ γῆς, ὁ ὑπεράνω πάσης ἀρχῆς, καὶ ταπεινὴν ἀνύψωσας ἐξ ᾅδου κατωτάτου, φύσιν βροτείαν· οὐ γάρ ἐστιν ἅγιος, πλὴν σοῦ φιλάνθρωπε.
Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ Ἦχος δ΄
Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ, θάλασσα καὶ πᾶσαι αἱ πηγαί, οἱ οὐρανοὶ τῶν οὐρανῶν, φῶς καὶ σκότος, ψῦχος καὶ καύσων, υἱοὶ τῶν ἀνθρώπων, ἱερεῖς εὐλογεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Δι' ἀγάπησιν οἰκτιρμὸν Ἦχος δ΄
Δι' ἀγάπησιν οἰκτίρμον, τῆς σῆς εἰκόνος ἐπὶ Σταυροῦ σου ἔστης, καὶ ἐτάκησαν τὰ ἔθνη· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἰσχύς μου καὶ ὕμνησις.
Ἐβόησαν, ἐν εὐφροσύνῃ Ἦχος δ΄
Ἐβόησαν, ἐν εὐφροσύνῃ Δικαίων τὰ πνεύματα, νῦν τῷ κόσμῳ, διαθήκη καινὴ διατίθεται, καὶ ῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος.
Ἐβόησε, προτυπῶν Ἦχος δ΄
Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ προφήτης Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ βασιλεῦ τῶν δυνάμεων.
Εισακήκοα Κύριε Ἦχος δ΄
Εἰσακήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην, ὅτι τῆς σῆς αἰνέσεως πλήρης ἡ γῆ.
[Εἰσακήκοα ὁ Θεός, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην Κύριε, ὅτι τῆς σῆς αἰνέσεως πλήρης ἡ γῆ.]
Εἰσακήκοα ὁ Θεὸς Ἦχος δ΄
Εἰσακήκοα ὁ Θεός, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, ὁ Προφήτης ἔλεγε, καὶ ἐδόξασά σου τὴν δύναμιν.
Εισακήκοα τήν ακοήν σου Ἦχος δ΄
Εἰσακήκοα τὴν ἀκοήν σου Κύριε ὅτι ὤφθης ἐπὶ τῆς γῆς καὶ ἐδόξασά σου τὴν δύναμιν.
Εἰσακήκοα τὴν ἔνδοξον Ἦχος δ΄
Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου Χριστὲ ὁ Θεός, ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς κραυγάζοντας· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἐκ νυκτὸς ὀρθρίζοντα Ἦχος δ΄
Ἐκ νυκτὸς ὀρθρίζοντα φώτισόν με ζωοποιὲ Χριστοῦ Σταυρέ, φόβῳ προσκυνοῦντά σε, ἡμέραν σωτήριον, ἀεὶ ἐξανατέλλων μοι.
Ἔκλινας Χριστὲ Ἦχος δ΄
Ἔκλινας Χριστὲ τῇ καταβάσει σου, οὐρανοὺς ἐν συνέσει, καὶ ὤφθης σεσαρκωμένος ἐπὶ γῆς. Διὸ πάντες βοῶμεν· τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Ἐν κήτει Χριστὲ τριημερεύσας Ἦχος δ΄
Ἐν κήτει Χριστὲ τριημερεύσας, Ἰωνᾶς προέγραψέ σε τὸν ἀθάνατον, ὡς νεκρὸν ἑκουσίως, ἐν τῇ κοιλίᾳ τῆς γῆς τριημερεύσαντα.
Ἐν Κυρίῳ Θεῷ μου Ἦχος δ΄
Ἐν Κυρίῳ Θεῷ μου, ἐστερεώθη ἡ καρδία μου· διὸ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν.
Ἐν πελάγει τοῦ βίου Ἦχος δ΄
Ἐν πελάγει τοῦ βίου, ταῖς πράξεσί μου κατῆλθον εἰς βυθόν, ἀλλ' ὡς ἐκ κήτους Ἰωνᾶς, οὕτω βοῶ σοι· Ἐκ βυθοῦ τῶν κακῶν με ἀνάγαγε δέομαι, Υἱὲ τοῦ Θεοῦ καὶ Λόγε.
Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Ἦχος δ΄
Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.
Ἐν τοῖς ῥείθροις σήμερον κοντάκιον Ἦχος δ΄
Ἐν τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγονὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ. Μὴ δειλιάσῃς βαπτίσαι με· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον.
Ἐν τῷ θλιβεσθαί με Ἦχος δ΄
Ἐν τῷ θλιβεσθαί με, ἐβόησα πρὸς Κύριον, καὶ ἑπήκουσέ μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
Ἐν φλογί πυρός Ἦχος δ΄
Ἐν φλογὶ πυρὸς παρίστανται, σοὶ Χερουβείμ, Σεραφεὶμ Κύριε, καὶ πᾶσα κτίσις ὕμνον ᾄδει σοι τερπνόν. Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, Χριστὸν τὸν μόνον Δημιουργόν, εἰς πάντας τοὺς αἰῶνας.
(Ἐν πυρὶ φλογὸς παρίστανται, σοὶ Χερουβείμ, Σεραφεὶμ Κύριε, καὶ πᾶσα κτίσις ὕμνον ᾄδει σοι τερπνόν. Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, Χριστὸν τὸν μόνον Δημιουργόν, εἰς πάντας τοὺς αἰῶνας.)
Ἐξέστη τὰ σύμπαντα Ἦχος δ΄
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
Ἐξέστη τὰ σύμπαντα Ἦχος δ΄ (Νοεμβρίου 21)
Ἐξέστη τὰ σύμπαντα ἐν τῇ σεπτῇ εἰσόδῳ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε· ἔνδον εἰσῆλθες ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί σε τὴν εἰρήνην βραβεύουσα.
Ἐπαρθέντα σε ἰδοῦσα Ἦχος δ΄
Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῇς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῇς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἐποίησε κράτος Ἦχος δ΄
Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ· καθεῖλε γὰρ δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, ὁ Θεὸς τοῦ Ἰσραήλ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους, καὶ κατηύθυνεν ἡμᾶς εἰς ὁδὸν εἰρήνης.
Ἔρρηξε γαστρὸς Ἰαμβικὸς Ἦχος δ΄
Ἔρρηξε γαστρὸς ἠτεκνωμένης πέδας, Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης. Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι Ἄννης, φερούσης πνεῦμα συντετριμμένον· Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων.
Ἐστερεώθη ἡ καρδία μου Ἦχος δ΄
Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, τῷ διδόντι εὐχὴν τῷ εὐχομένῳ, ὅτι τόξον δυνατὸν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν.
Ἐστερεώθη ἡ καρδία μου Ἦχος δ΄
Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη ἐπ' ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθην ἐν σωτηρίῳ σου.
Εὕα μὲν τῷ τῆς παρακοῆς Ἦχος δ΄
Εὕα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας. Ὅθεν σε πάντες μεγαλύνομεν.
Εὐεργέτα Χριστὲ Παντοδύναμε Ἦχος δ΄
Εὐεργέτα Χριστὲ Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Εὐλογητὸς εἶ ὁ Θεός Ἦχος δ΄
Εὐλογητὸς εἶ ὁ Θεὸς ἐν τῇ καμίνῳ οἱ παῖδες ὡμολόγουν, ἀγγέλου δὲ ἤκουον βοῶντος πρὸς αὐτοὺς· εἰσηκούσθη ἡ δέησις ἡμῶν.
Εὐφραίνεται ἐπὶ σοὶ Ἦχος δ΄
Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.
Εὐφράνθητι Ἱερουσαλὴμ Ἦχος δ΄
Εὐφράνθητι Ἱερουσαλήμ, πανηγυρίσατε οἱ ἀγαπῶντες Σιών· ὁ βασιλεύων γὰρ εἰς τοὺς αἰῶνας, Κύριος τῶν Δυνάμεων ἦλθεν, εὐλαβείσθω πᾶσα ἡ γῆ, ἐκ προσώπου αὐτοῦ, καὶ βοάτω· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ζάλη με λογισμῶν Ἦχος δ΄
Ζάλη με λογισμῶν καταλαβοῦσα, εἰς βυθὸν καθέλκει με, ἀμέτρων πλημμελημάτων, ἀλλὰ σὺ Κυβερνῆτα ἀγαθέ, προφθάσας διάσωσόν με.
Ἦλθον εἰς τὰ βάθη Ἦχος δ΄
Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεὸς ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου ὡς φιλάνθρωπος.
Θαλάσσης τὸ ἐρυθραῖον Ἦχος δ΄
Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.
Θείῳ καλυφθεὶς Ἰαμβικὸς Ἦχος δ΄
Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ ἐρρητόρευσε τὸν θεογράφον νόμον. Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου, Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν Ἦχος δ΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, συστήσασθε ἑορτήν, καὶ ἀγαλλόμενοι, δεῦτε μεγαλύνωμεν Χριστόν, μετὰ βαΐων καὶ κλάδων, ὕμνοις κραυγάζοντες· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.
Θύσω σοι, μετὰ φωνῇς Ἦχος δ΄
Θύσω σοι, μετὰ φωνῇς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.
Ἱλασμὸς ἡμῖν Χριστὲ Ἰαμβικὸς Ἦχος δ΄
Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία, Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου, Ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλατίου, Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς, Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα.
Κρυπτὸν θεῖον ἄχραντον Ἦχος δ΄
Κρυπτὸν θεῖον ἄχραντον, ἐν σοὶ τελεῖται ἐμφανὲς Μυστήριον, Παρθένε ἄχραντε· καὶ γὰρ Θεὸς ἐκ σοῦ σεσωμάτωται, δι' εὐσπλαχνίαν· διό σε ὡς Θεοτόκον μεγαλύνομεν.
Λίθος ἀχειρότμητος Ἦχος δ΄
Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τάς διεστώσας φύσεις. Διὸ ἐπαγαλλόμενοι σὲ Θεοτόκε μεγαλύνομεν.
Λόγου Θεοῦ ἄφραστον Ἦχος δ΄
Λόγου Θεοῦ ἄφραστον ἐν σοὶ τελεῖται, ἐμφανῶς Μυστήριον, Παρθένε ἄχραντε· καὶ γὰρ Θεός, ἐκ σοῦ σεσωμάτωται δι' εὐσπλαγχνίαν· διό σε ὡς Θεοτόκον μεγαλύνομεν.
Λύει τὰ δεσμὰ Ἰαμβικὸς Ἦχος δ΄
Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα, Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος, Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον, Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην, ἡ δημιουργηθεῖσα σύμπασα κτίσις.
Λυτήριον κάθαρσιν ἀμπλακημάτων Ἰαμβικὸς Ἦχος δ΄
Λυτήριον κάθαρσιν ἀμπλακημάτων, πυρίπνοον δέξασθε Πνεύματος δρόσον, Ὦ τέκνα φωτομορφα τῆς Ἐκκλησίας, νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος. Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις.
Λυτρωτὰ τοῦ παντὸς Ἦχος δ΄
Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.
Μεγαλύνομεν πάντες Ἦχος δ΄
Μεγαλύνομεν πάντες, τὴν φιλανθρωπίαν σου, Κύριε Σωτὴρ ἡμῶν, ἡ δόξα τῶν δούλων σου, καὶ στέφανος τῶν πιστῶν, ὁ μεγαλύνας τὴν μνήμην τῆς τεκούσης σε.
Μετὰ τόκον σε Ἁγνὴ Ἦχος δ΄
Μετὰ τόκον σε Ἁγνή, καὶ πρὸ τοῦ τόκου, καὶ ἐν τόκῳ ἄχραντε, σὲ πᾶσα ἡ κτίσις καταγγέλλουσα, ὡς Θεοτόκον ἀληθῆ μεγαλύνομεν.
Μή καταποντισάτω Ἦχος δ΄
Μὴ καταποντισάτω με καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός· ἀπέρριμμαι γάρ εἰς βάθη, καρδίας θαλάσσης, τῶν κακῶν μου· διό σοι κραυγάζω ὡς Ἰωνᾶς· Ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου πρὸς σέ, ο Θεός ἡμῶν.
Μὴ παραδῴης ἡμᾶς Ἦχος δ΄
Μὴ παραδῴης ἡμᾶς εἰς τέλος, διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
Μωυσῆς ἐν τῷ ὅρει Ἦχος δ΄
Μωϋσῆς ἐν τῷ ὄρει ἄφλεκτον τὴν βάτον ἑώρακεν Ἰωσὴφ ἐν σπηλαίῳ, ἄφθορον τὸν τόκον ἐθεασατο, ἀνύμφευτε μῆτερ, ἀλόχευτε κόρη ὕμνοις Θεοτόκε μεγαλύνομεν.
Νάουσαν ἀκρότομον Ἦχος δ΄
Νάουσαν ἀκρότομον, προστάγματι σῷ, στερεὰν ἐθήλασε πέτραν, Ἰσραηλίτῃς λαός, ἡ δὲ πέτρα σὺ Χριστέ, ὑπάρχεις καὶ ζωή, ἐν ᾧ ἐστερεώθη ἡ Ἐκκλησία κράζουσα· Ὡσαννά, εὐλογημένος εἶ ὁ ἐρχόμενος.
Νέοι τρεῖς ἐν Βαβυλῶνι Ἦχος δ΄
Νέοι τρεῖς ἐν Βαβυλῶνι, πρόσταγμα τυραννικόν, εἰς φλήναφον θέμενοι, μέσον τοῦ πυρὸς ἀνεβόων· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Νῦν ἀναστήσομαι Ἦχος δ΄
Νῦν ἀναστήσομαι, προφητικὼς ἔφη ὁ Θεός, νῦν ὑψωθήσομαι, νῦν δοξασθήσομαι, τὸν πεσόντα προσλαβὼν ἐκ τῆς Παρθένου, καὶ πρὸς φῶς τὸ θαυμαστόν, ἀνυψῶν τῆς ἐμῆς Θεότητος.
Ὁ ἀνατείλας τὸ φῶς Ἦχος δ΄
Ὁ ἀνατείλας τὸ φῶς, καὶ φωτίσας τὸν ὄρθρον, καὶ δείξας τὴν ἡμέραν, δόξα σοι, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.
Ὁ ἀνατείλας τὸ φῶς, καὶ φωτίσας τὸν ὄρθρον, καὶ δείξας τὴν ἡμέραν, δόξα σοι Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ, φιλάνθρωπε δόξα σοι.
Ὁ διασώσας ἐν πυρὶ Ἦχος δ΄
Ὁ διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.
Ὁ ἐν ἀρχῇ ἄναρχος Λόγος Ἦχος δ΄
Ὁ ἐν ἀρχῇ ἄναρχος Λόγος, σὺν Πατρὶ καὶ τῷ Πνεύματι, Υἱὸς μονογενής, εὐλογημένος εἶ καὶ ὑπερυψούμενος, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ὁ ἐν τῷ ὅρει τῷ Μωσεῖ Ἦχος δ΄
Ὁ ἐν τῷ ὅρει τῷ Μωσεῖ συλλαλήσας, καὶ τύπον τῆς Παρθένου τὴν βάτον δείξας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὁ καθήμενος ἐν δόξῃ Ἦχος δ΄
Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου.
Ὁ κτησάμενος ἡμᾶς Ἦχος δ΄
Ὁ κτησάμενος ἡμᾶς, περιούσιον λαόν, τῷ αἵματί σου, Κύριε, τὴν ἐν ὁμονοίᾳ σὴν εἰρήνην δὸς ἡμῖν, φυλάττων τὴν ποίμνην σου.
Ὁ πατάξας Αἴγυπτον Ἦχος δ΄
Ὁ πατάξας Αἴγυπτον, καὶ Φαραὼ τὸν τύραννον, βυθίσας ἐν θαλάσσῃ, λαὸν διέσωσας δουλείας, Μωσαϊκῶς ᾄδοντα, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.
Ὁ στερεῶν βροντὴν Ἦχος δ΄
Ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα, στερέωσόν με Κύριε, ἵνα ὑμνῶ σε εἰλικρινῶς, καὶ ποιῶ τὸ θέλημά σου, ὅτι οὔκ ἐστιν Ἅγιος, ὡς σὺ ὁ Θεὸς ἡμῶν.
Ὁ τὰ σύμπαντα φέρων Ἦχος δ΄
Ὁ τὰ σύμπαντα φέρων, τῇ ἀπορρήτῳ σου δυνάμει Χριστέ, τοὺς ὁσίους σοῦ Παῖδας, ἐν τῇ φλογὶ ἐδρόσισας κράζοντας· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὁ τόκος σου ἄφθορος Ἦχος δ΄
Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε· διὸ πάντες μεγαλύνομεν.
Ὁ τοῦ φωτὸς διατμήξας Ἦχος δ΄
Ὁ τοῦ φωτὸς διατμήξας τὸ πρωτόγονον χάος, ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνεῖ σε Χριστέ, τὸν Δημιουργόν, ἐν τῷ φωτί σου, τάς ὁδοὺς ἡμῶν εὔθυνον.
Ὁ τῶν Πατέρων Θεὸς Ἦχος δ΄
Ὁ τῶν Πατέρων Θεός, μὴ καταισχύνῃς ἡμᾶς, ἀλλὰ δώρησαι ἡμῖν, ἐν παρρησίᾳ βοᾷν σοι· Εὐλογητὸς εἶ ὁ Θεὸς.
Οἱ ἐν Βαβυλῶνι Παῖδες Ἦχος δ΄
Οἱ ἐν Βαβυλῶνι Παῖδες, τῷ θείῳ πυρπολούμενοι ζήλῳ, τυράννου καὶ φλογὸς ἀπειλήν, ἀνδρείως κατεπάτησαν, καὶ μέσον πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὄρθρον φαεινὸν ἡμῖν Ἦχος δ΄
Ὄρθρον φαεινὸν ἡμῖν ἐξανάτειλον ὡς ἀγαθὸς καὶ ὁδήγησον ἡμᾶς εἰς τὸν φόβον σου Δέσποτα.
Ὅτι στεῖρα ἔτεκεν Ἦχος δ΄
Ὅτι στεῖρα ἔτεκεν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις, ἠσθένησε συναγωγή, τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν· Ἅγιος εἶ Κύριε.
Οὐκ ἐλάτρευσαν Ἦχος δ΄
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν; ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Οὐκ ἐν σοφίᾳ Ἦχος δ΄
Οὐκ ἐν σοφίᾳ καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ’ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ Σοφίᾳ Χριστέ· οὐ γάρ ἐστιν Ἅγιος, πλὴν σοῦ φιλάνθρωπε.
Οὔκ ἐστι σοὶ ὅμοιος Ἦχος δ΄
Οὔκ ἐστι σοὶ ὅμοιος, δεδοξασμένε Κύριε· ἐν χειρὶ γὰρ κραταιᾷ, ἐλυτρώσω τὸν λαόν, ὂν ἐκτήσω Φιλάνθρωπε.
Οὗτος ὁ Θεὸς ἡμῶν Ἦχος δ΄
Οὗτος ὁ Θεὸς ἡμῶν, ὁ ἐκ Παρθένου σαρκωθείς, καὶ τὴν φύσιν θεώσας, ὂν ὑμνοῦντες βοῶμεν· Δόξα τῇ δυνάμει σου Κύριε.
Παῖδας εὐαγεῖς Ἦχος δ΄
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Πάντα τὰ ἔργα τοῦ Θεοῦ Ἦχος δ΄
Πάντα τὰ ἔργα τοῦ Θεοῦ, καὶ πᾶσα κτίσις, εὐλογείτε τὸν Κύριον, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ· ὑμνεῖτε λαοὶ καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Πάντα τὰ ἔργα τοῦ Θεοῦ Ἦχος δ΄
Πάντα τὰ ἔργα τοῦ Θεοῦ, καὶ πᾶσα κτίσις, εὐλογεῖτε τὸν Κύριον, ὅτι τοῖς ἀνθρώποις ἐκ τῆς γῆς ἀνέτειλε τὸ φῶς, καὶ τὴν οἰκουμένην πᾶσαν ἐφώτισε, καὶ ζωὴν αἰώνιον τῷ κόσμῳ ἐδωρήσατο, ὑμνεῖτε λαοί, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.
Πῦρ φλέγον Ἄγγελος Ἦχος δ΄
Πῦρ φλέγον ἐν καμίνῳ ἐξετινάσσετο, παῖδες ἐδροσίζοντο καὶ ὑμνοῦντες ἔλεγον· εὐλογητὸς εἶ ὁ μόνος ὑπάρχων Θεὸς ὁ τῶν πατέρων ἡμῶν.
Σέ τήν απειρόγαμον Ἦχος δ΄
Σέ τήν απειρόγαμον Θεοτόκον, τήν ουράνιον παστάδα, τήν τεκούσαν τόν αρχηγόν τής σωτηρίας ημών, εν ύμνοις μεγαλύνομεν.
Σὲ τὴν ὑπερένδοξον νύμφην Ἦχος δ΄
Σὲ τὴν ὑπερένδοξον νύμφην, καὶ Παναγίαν Θεοτόκον, τὴν τὸν Κτίστην τεκοῦσαν, τῶν ὁρατῶν τε πάντων καὶ ἀοράτων, ἐν ὕμνοις μεγαλύνομεν.
Σὺ Κύριέ μου φῶς Ἦχος δ΄
Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.
Σύμφωνον ἐθρόησεν ὀργάνων Ἰαμβικὸς Ἦχος δ΄
Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος, Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας. Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις, Σεβασμιάζει τοῦ βοᾷν, Τριὰς μόνη, Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ.
Τὰ σύμπαντα Δέσποτα Ἦχος δ΄
Τὰ σύμπαντα Δεσπότα, τῇ σῇ σοφίᾳ συνεστήσω, γῆς δὲ πάλιν ἥδρασας, ὡς οἶδας τὸν πυθμένα, τῇ βάσει πηξάμενος ἐπὶ ὑδάτων ἀπείρων· διὸ πάντες βοῶμεν ἀναμέλποντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον.
Τῇ εἰκόνι τῇ χρυσῇ Ἦχος δ΄
Τῇ εἰκόνι τῇ χρυσῇ, μὴ προσκυνήσαντες Παῖδες Ἀβραμιαῖοι, ἐδοκιμάζοντο, ὥσπερ χρυσὸς ἐν χωνευτηρίῳ· ἐν καμίνῳ γὰρ πυρός, ὡς ἐν θαλάμῳ φωτεινῷ, ἐχόρευον βοῶντες· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Τὴν ἀνεξιχνίαστον θείαν Ἦχος δ΄
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.
Τὴν θείαν ταύτην Ἦχος δ΄
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
Τὴν Σιὼν ἐπ' ὅρους ἀνάβηθι Ἦχος δ΄
Τὴν Σιὼν ἐπ' ὅρους ἀνάβηθι, ὁ εὐαγγελιζόμενος, καὶ τὴν Ἱερουσαλήμ, ὁ κηρύσσων ἐν ἰσχύϊ ὕψωσον φωνήν. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ Πόλις τοῦ Θεοῦ, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ, καὶ σωτήριον ἔθνεσιν.
Τῆς σῆς ἐπὶ γῆς Ἦχος δ΄
Τῆς σῆς ἐπὶ γῆς παρουσίας Χριστὲ ὁ Θεός, προμηνύων ὁ προφήτης τὴν ἔλευσιν, μετὰ χαρᾶς ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.
Τὸ στερέωμα τῶν ἐπὶ σοὶ Ἦχος δ΄
Τὸ στερέωμα τῶν ἐπὶ σοὶ πεποιθότων, Χριστὲ ὁ Θεός, ἐν τῇ πίστει τῇ ὀρθοδόξῳ σου στήριξον ἡμᾶς ὡς φιλάνθρωπος.
Τὸν ἄσπορον τόκον σου Ἦχος δ΄
Τὸν ἄσπορον τόκον σου, Θεοτόκε Ἄχραντε, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐν ὕμνοις ἀσιγήτοις μεγαλύνομεν.
Τὸν βασιλέα Χριστὸν Ἦχος δ΄
Τὸν Βασιλέα Χριστόν, ὂν ὡμολόγησαν οἱ αἰχμάλωτοι Παῖδες, ἐν τῇ καμίνῳ λέγοντες μεγάλη τῇ φωνῇ. Πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.
Τὸν ἐν καμίνῳ τοὺς Παῖδας Ἦχος δ΄
Τὸν ἐν καμίνῳ τοὺς Παῖδας, ἀφλέκτους τηρήσαντα, καὶ τὸ πῦρ κατασβέσαντα, ὑμνήσωμεν λέγοντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εἰς πάντας τοὺς αἰῶνας
Τόν εν καμίνω τού πυρός Ἦχος δ΄
Τὸν ἐν καμίνῳ τοῦ πυρός, ἐν Βαβυλῶνι τοὺς παῖδας τῶν Ἑβραίων, διασώσαντα Θεόν, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αιῶνας.
Τὸν ἐν μορφῇ Ἀγγέλου ὁραθέντα Ἦχος δ΄
Τὸν ἐν μορφῇ Ἀγγέλου ὁραθέντα, ἐν καμίνῳ πυρὸς τοῖς ὑμνολόγοις, Χριστὸν τὸν Θεὸν ὑμνεῖτε Παῖδες, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τόν εν τώ Σταυρώ, σαρκὶ Ἦχος δ΄
Τόν εν τώ Σταυρώ, σαρκὶ προσηλωθέντα, καὶ ὑποδείξαντα ἡμῖν ὅπλον εἰς σωτηρίαν, Παῖδες ὑπερυψοῦτε, Χριστὸν τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας.
Τόν εν τώ Σταυρώ Ἦχος δ΄
Τόν εν τώ Σταυρώ προσηλωθέντα, καί ὑποδείξαντα ημίν όπλον εις σωτηρίαν, Παίδες υπερυψούτε, Χριστόν τόν Θεόν ημών εις τούς αιώνας.
Τὸν φωτισμόν σου, Κύριε Ἦχος δ΄
Τὸν φωτισμόν σου, Κύριε κατάπεμψον ἡμῖν, καὶ τῆς ἀχλύος ἡμᾶς τῶν πταισμάτων λῦσον ἀγαθέ, τὴν εἰρήνην οὐρανόθεν δωρούμενος.
Τόξον δυνατῶν ἠσθένησε Ἦχος δ΄
Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.
Τοὺς οὐρανοὺς ἡ ἀρετή σου Ἦχος δ΄
Τοὺς οὐρανοὺς ἡ ἀρετή σου κατεκάλυψε, καὶ ἡ γῆ ἐπληρώθη τῆς δόξης σου Χριστέ· διὸ ἀπαύστως κραυγάζομεν· Δόξα τῇ δυνάμει σου Κύριε.
Τοὺς σοὺς ὑμνολόγους Ἦχος δ΄
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.
Τριστάτας κραταιοὺς Ἦχος δ΄
Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοι ὡς ἐν τυμπάνῳ τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ᾄσω μελῴδημα.
Τῷ ὁδηγήσαντι πάλαι Ἦχος δ΄
Τῷ ὁδηγήσαντι πάλαι, τὸν Ἰσραὴλ φεύγοντα, ἐκ τῆς δουλείας τοῦ Φαραώ, καὶ ἐν ἐρήμῳ θρέψαντι, ᾄσωμεν τῷ λυτρωτῇ ἡμῶν Θεῷ, ὅτι δεδόξασται.
[Τῷ ὁδηγήσαντι πάλαι, τὸν Ἰσραὴλ φεύγοντα, ἐκ τῆς δουλείας Φαραώ, καὶ ἐν ἐρήμῳ ἐκθρέψαντι, μελῴδημα ἐπινίκιον, ᾄσωμεν τῷ λυτρωτῇ ἡμῶν Θεῷ, ὅτι δεδόξασται.]
Τῶν πταισμάτων τῇ ζάλῃ Ἦχος δ΄
Τῶν πταισμάτων τῇ ζάλῃ βυθιζόμενος, ὡς ἐν κοιλίᾳ τοῦ κήτους συνεχόμενος, σὺν τῷ Προφήτῃ κραυγάζω σοι· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, Κύριε, καὶ διάσωσόν με.
Χαίροις Ἄνασσα, μητροπάρθενον Ἰαμβικὸς Ἦχος δ΄
Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος. Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα. Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως. Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σοῦ τὸν τόκον Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν.
Χεῖρας ἐκπετάσας Δανιὴλ Ἦχος δ΄
Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκω ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσὶ Ἦχος δ΄
Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Χριστὸς ὁ ἐρχόμενος ἐμφανῶς Ἦχος δ΄
Χριστὸς ὁ ἐρχόμενος ἐμφανῶς Θεὸς ἡμῶν, ἥξει καὶ οὐ χρονιεῖ, ἐξ ὄρους κατασκίου δασέος, Κόρης τικτούσης ἀπειράνδρου, Προφήτης πάλαι φησί. Διὸ πάντες βοῶμεν· Δόξα τῇ δυνάμει σου Κύριε.
Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ Ἦχος δ΄
Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, χείλη δὲ πιστῶν τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Ὡς Ἰωνᾶν τὸν προφήτην Ἦχος δ΄
Ὡς Ἰωνᾶν τὸν προφήτην, ἐλυτρώσω τοῦ κήτους, Χριστὲ ὁ Θεός, κἀμὲ τοῦ βυθοῦ πταισμάτων, ἀνάγαγε καὶ σῶσόν με, μόνε φιλάνθρωπε.
Ὤφθησαν, αἱ πηγαὶ τῆς ἀβύσσου Ἦχος δ΄
Ὤφθησαν, αἱ πηγαὶ τῆς ἀβύσσου, νοτίδος ἄμοιροι, καὶ ἀνεκαλύφθη θαλάσσης, κυμαινούσης τὰ θεμέλια, τῇ καταιγίδι νεύματι· ταύτης γὰρ ἐπετίμησας, περιούσιον λαὸν δὲ ἔσωσας, ᾄδοντα, ἐπινίκιον ὕμνον σοι Κύριε.
Ἦχος πλ. α’
Ἀγγέλων σύστημα Ἦχος πλ. α΄
Ἀγγέλων σύστημα, ἀνθρώπων σύλλογος, τὸν Βασιλέα καὶ Κτίστην τοῦ παντός, Ἱερεῖς ὑμνεῖτε, εὐλογεῖτε Λευῖται, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἀκήκοα Κύριε, τὴν ἀκοὴν Ἦχος πλ. α΄
Ἀκήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὴν οἰκονομίαν σου, καὶ ἐδόξασά σε, μόνε φιλάνθρωπε.
Ἀκήκοα Κύριε, τὴν ἐκ τοῦ τάφου Ἦχος πλ. α΄
Ἀκήκοα Κύριε, τὴν ἐκ τοῦ τάφου σου ἔγερσιν, καὶ ἐδόξασά σου, τὴν ἀήττητον δύναμιν.
ᾌσωμεν τῷ Κυρίῳ Ἦχος πλ. α΄
ᾌσωμεν τῷ Κυρίῳ, τῷ ποιήσαντι θαυμαστὰ τέρατα, ἐν Ἐρυθρᾷ θαλάσσῃ, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.
Γῆν ἐφ' ἢν οὐκ ἔλαμψεν Ἦχος πλ. α΄
Γῆν ἐφ' ἢν οὐκ ἔλαμψεν, οὐκ εἶδεν ἥλιος ποτέ, ἄβυσσον, ἢν οὐχ ἑώρακε γυμνήν, τὸ κῦτος οὐρανοῦ, Ἰσραὴλ διώδευσεν ἁβρόχως Κύριε, καὶ εἰσήγαγες αὐτόν, εἰς ὄρος ἁγιάσματός σου, ᾄδοντα ψάλλοντα, ἐπινίκιον ᾠδήν.
Δυνάμει τοῦ Σταυροῦ σου Χριστὲ Ἦχος πλ. α΄
Δυνάμει τοῦ Σταυροῦ σου Χριστέ, στερέωσόν μου τὴν διάνοιαν, εἰς τὸ ὑμνεῖν, καὶ δοξάζειν σου τὴν σωτήριον Ἀνάληψιν.
Εἰσακήκοα Κύριε τήν ακοήν Ἦχος πλ. α΄
Εἰσακήκοα (κύριε) τὴν ἀκοήν, τῆς δυναστείας τοῦ Σταυροῦ σου, ὡς Παράδεισος ἠνοίγη δι' αὐτοῦ, καὶ ἐβόησα· Δόξα τῇ δυνάμει σου Κύριε.
Εἰσακήκοα τὴν ἀκοὴν Ἦχος πλ. α΄
Εἰσακήκοα τὴν ἀκοήν, τῆς δυναστείας τοῦ Σταυροῦ σου, ὡς Παράδεισος ἠνοίγη δι' αὐτοῦ, καὶ ἐβόησα· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἐκ νυκτός ορθρίζοντες Ἦχος πλ. α΄
Ἐκ νυκτὸς ὀρθρίζοντές σοι δόξαν ἀναπέμπομεν Κύριε ὁ Θεὸς ἡμῶν τὴν σὴν εἰρήνην δὸς ἡμῖν ὅτι ἐκτὸς σοῦ Θεὸν ἄλλον οὐκ οἴδαμεν.
Ἐκύκλωσέ με ἄβυσσος Ἦχος πλ. α΄
Ἐκύκλωσέ με ἄβυσσος, ταφή μοι τὸ κῆτος ἐγένετο, ἐγὼ δὲ ἐβόησα, πρὸς σε τὸν φιλάνθρωπον, καὶ ἔσωσέ με ἡ δεξιὰ σου Κύριε.
Ἐπὶ τὰ ἔθνη Ἦχος πλ. α΄
Ἐπὶ τὰ ἔθνη ὁ Θεὸς ἐβασίλευσεν, ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ, καὶ ψάλλομεν αὐτῷ συνετῶς, ὡς Βασιλεῖ καὶ Θεῷ.
Εὐλογητὸς εἶ ὁ Θεὸς Ἦχος πλ. α΄
Εὐλογητὸς εἶ ὁ Θεός, ὁ βλέπων ἀβύσσους, καὶ ἐπὶ θρόνου δόξης καθήμενος, ὁ ὑπερύμνητος, καὶ ὑπερένδοξος.
Ἴδετε, ἴδετε Ἦχος πλ. α΄
Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ σάρκα ἐνδυσάμενος, βουλήσει ἑκουσίᾳ, ἵνα σώσω τὸν Ἀδάμ, τὸν ἐκ πλάνης πεσόντα, τῇ παραβάσει διὰ τοῦ ὄφεως.
Ἵππον καὶ ἀναβάτην Ἦχος πλ. α΄
Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα.
Μαινομένην κλύδωνι Ἦχος πλ. α΄
Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δεσπότα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγε με ὡς εὔσπλαγχνος.
Μεγαλύνομεν Χριστὲ Ἦχος πλ. α΄
Μεγαλύνομεν Χριστέ, τὴν σὴν πανάμωμον Μητέρα ἁγνήν, ὅτι ἔτεκέ σε, ὑπερφυῶς κατὰ σάρκα, πάσης πλάνης καὶ καταφθορᾶς, ἡμᾶς λυτρωσάμενον.
Ὁ ἀναβαλλόμενος Ἦχος πλ. α΄
Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω· Τὴν ψυχήν μου φώτισον, τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος.
Ὁ ἐν καμίνῳ πυρὸς Ἦχος πλ. α΄
Ὁ ἐν καμίνῳ πυρός, τοὺς ὑμνολόγους σώσας Παῖδας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Ὁ πήξας ἐπ' οὐδενὸς Ἦχος πλ. α΄
Ὁ πήξας ἐπ' οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.
Ὁ ὑπερυψούμενος Ἦχος πλ. α΄
Ὁ ὑπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας· Ὁ Θεὸς εὐλογητὸς εἶ.
Οἱ ὅσιοι σοῦ Παῖδες Ἦχος πλ. α΄
Οἱ ὅσιοί σου Παῖδες, ἐν τῇ καμίνῳ Χριστέ, ἀνυμνοῦντες ἔλεγον· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Ὀρθρίζοντες βοῶμέν σοι Κύριε Ἦχος πλ. α΄
Ὀρθρίζοντες βοῶμέν σοι Κύριε, Σῶσον ἡμᾶς· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.
Ὅτι ἐποίησέ σοι μεγαλεῖα ὁ δυνατὸς Ἦχος πλ. α΄
Ὅτι ἐποίησέ σοι μεγαλεῖα ὁ δυνατός, Παρθένον ἀναδείξας σε, Ἁγνὴν μετὰ τὴν κύησιν, ὡς τεκοῦσαν ἀσπόρως, τὸν ἑαυτῆς ποιητήν· διό σε Θεοτόκε μεγαλύνομεν.
Πυρὸς σβεστήριον Ἦχος πλ. α΄
Πυρὸς σβεστήριον, τῶν παίδων ἡ προσευχή, δροσίζουσα κάμινον, κήρυξ τοῦ θαύματος μὴ φλογίζουσα, μηδὲ συγκαίουσα, τοὺς ὑμνολόγους Θεοῦ, τῶν Πατέρων ἡμῶν.
Σαλευομένην τὴν καρδίαν Ἦχος πλ. α΄
Σαλευομένην τὴν καρδίαν μου Κύριε, τοῖς κύμασι τοῦ βίου στερέωσον, εἰς λιμένα εὔδιον, καθοδηγῶν ὡς Θεός.
Σὲ τὴν μακαρίαν ἐν γυναιξὶ Ἦχος πλ. α΄
Σὲ τὴν μακαρίαν ἐν γυναιξί, καὶ εὐλογημένην ὑπὸ Θεοῦ, τῶν ἀνθρώπων τὸ γένος, ὕμνοις μεγαλύνομεν.
Σὲ τὴν ὑπὲρ νοῦν Ἦχος πλ. α΄
Σὲ τὴν ὑπὲρ νοῦν, καὶ λόγον Μητέρα Θεοῦ, τὴν ἐν χρόνῳ τὸν ἄχρονον ἀφράστως κυήσασαν, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν.
Σοὶ τῷ παντουργῷ Ἦχος πλ. α΄
Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Στερέωσον ἡμᾶς ὁ Θεὸς Ἦχος πλ. α΄
Στερέωσον ἡμᾶς ὁ Θεὸς τῇ σῇ δυνάμει, καὶ κατάβαλε Αἱρετικῶν τὰ φρυάγματα, καὶ ἀνύψωσον τὸ κέρας ἡμῶν.
Τὰ ἔργα τῆς οἰκονομίας Ἦχος πλ. α΄
Τὰ ἔργα τῆς οἰκονομίας σου Κύριε, ἐξέστησαν τὸν προφήτην Ἀββακούμ· ἐξῆλθες γὰρ εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας.
Τὴν θείαν ἐννοήσας σου Ἦχος πλ. α΄
Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι· εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας.
Τὴν τάλαιναν ψυχήν μου Ἦχος πλ. α΄
Τὴν τάλαιναν ψυχήν μου, νυκτομαχοῦσαν τῷ σκότει τῶν παθῶν, προφθάσας οἴκτειρον, καὶ λάμψον νοητὲ Ἥλιε, ἡμεροφαεῖς ἀκτῖνας ἐν ἐμοί, τοῦ διατμῆξαι τὴν νύκτα τὸ φῶς.
Τὸ φῶς τὸ ἀληθινὸν Ἦχος πλ. α΄
Τὸ φῶς τὸ ἀληθινόν, Χριστὲ ὁ Θεός, πρὸς σὲ ὀρθρίζει τὸ πνεῦμά μου ἐκ νυκτός, ἐπίφανον ἐπ' ἐμὲ τὸ πρόσωπόν σου.
Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων Ἦχος πλ. α΄
Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων, γεννηθέντα Υἱὸν καὶ Θεόν, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, σαρκωθέντα, ἐκ Παρθένου Μητρός, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὸν Ποιητὴν τῆς κτίσεως Ἦχος πλ. α΄
Τὸν Ποιητὴν τῆς κτίσεως, ὂν φρίττουσιν Ἄγγελοι, ὑμνεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τοῦ κήτους τὸν Προφήτην Ἦχος πλ. α΄
Τοῦ κήτους τὸν Προφήτην ἐλυτρώσω, ἐμὲ δὲ ἐκ βυθοῦ ἁμαρτημάτων, ἀνάγαγε Κύριε καὶ σῶσόν με.
Τοὺς ἐκ νυκτὸς Ἦχος πλ. α΄
Τοὺς ἐκ νυκτός, προσκυνοῦντάς σε Χριστὲ ἐλέησον, καὶ εἰρήνην δώρησαι, διότι φῶς καὶ τὰ σὰ προστάγματα, ἐγένοντο ἰάματα τοῖς δούλοις σοῦ φιλάνθρωπε.
Τῷ Σωτῆρι Θεῷ Ἦχος πλ. α΄
Τῷ Σωτῆρι Θεῷ, τῷ ἐν θαλάσσῃ λαόν, ποσὶν ἀβρόχοις ὁδηγήσαντι, καὶ Φαραὼ πανστρατιᾷ καταποντίσαντι· αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.
Ὡς τὸν Προφήτην τοῦ θηρὸς Ἦχος πλ. α΄
Ὡς τὸν Προφήτην τοῦ θηρός, ἐρρύσω Κύριε, κἀμὲ τοῦ βυθοῦ τῶν ἀκαθέκτων παθῶν, ἀνάγαγε δέομαι, ἵνα προσθήσω τοῦ ἐπιβλέψαι με, πρὸς Ναὸν τὸν ἅγιόν σου.
Ἦχος πλ. β΄
Ἄβυσσος ἐσχάτη Ἦχος πλ. β΄
Ἄβυσσος ἐσχάτη, ἁμαρτημάτων ἐκύκλωσέ με, καὶ τὸν κλύδωνα μηκέτι φέρων, ὡς Ἰωνᾶς τῷ Δεσπότῃ βοῶ σοι· ἐκ φθορᾶς με ἀνάγαγε.
Ἀκήκοα Κύριε, τὴν ἀκοὴν Ἦχος πλ. β΄
Ἀκήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην, δόξα τῇ δυνάμει σου Κύριε.
Ἀκήκοεν ὁ Προφήτης Ἦχος πλ. β΄
Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, δόξα τῇ δυνάμει σου Κύριε.
Ἀσπόρου συλλήψεως Ἦχος πλ. β΄
Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄσπορος ἡ κύησις. Θεοῦ γὰρ ἡ γέννησις καινοποιεῖ τάς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.
Ἄφραστον θαῦμα! Ἦχος πλ. β΄
Ἄφραστον θαῦμα! ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς ὁσίους Παῖδας ἐκ φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.
Βοηθὸς καὶ σκεπαστὴς ἐγένετο Ἦχος πλ. β΄
Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται.
Δροσοβόλον μὲν τὴν κάμινον Ἦχος πλ. β΄
Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν Τύραννον ἔπεισε βοᾷν. Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ἐβόησα, ἐν ὅλῃ καρδίᾳ μου Ἦχος πλ. β΄
Ἐβόησα, ἐν ὅλῃ καρδίᾳ μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἑπήκουσέ μου, ἐξ ᾍδου κατωτάτου, καὶ ἀνήγαγεν, ἐκ φθορᾶς τὴν ζωήν μου.
Ἐκ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε Ἦχος πλ. β΄
Ἐκ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι, καὶ ὁδήγησον κἀμέ, ἐν τοῖς προστάγμασί σου, καὶ δίδαξον με ποιεῖν, ἀεὶ τὸ θέλημά σου.
Ἐκ φλογὸς τοῖς Ὁσίοις Ἦχος πλ. β΄
Ἐκ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν, ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ἐκάλυψεν οὐρανοὺς Ἦχος πλ. β΄
Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ, καὶ τῆς σῆς αἰνέσεως Κύριε, τὰ πάντα πεπλήρωται.
Ἔκστηθι φρίττων οὐρανὲ Ἦχος πλ. β΄
Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς· ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχείται, ὂν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐν τῇ στερρᾷ τῆς πίστεως Ἦχος πλ. β΄
Ἐν τῇ στερρᾷ τῆς πίστεώς σου πέτρᾳ, τὸν λογισμὸν ἑδράσας τῆς ψυχῆς μου, στερέωσον, Κύριε. Σὲ γὰρ ἔχω Ἀγαθέ, καταφυγὴν καὶ στερέωμα.
Ἐπὶ τὴν ἀσάλευτον Χριστὲ Ἦχος πλ. β΄
Ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον.
Ἡ τὸ Χαῖρε δι' Ἀγγέλου δεξαμένη Ἦχος πλ. β΄
Ἡ τὸ Χαῖρε δι' Ἀγγέλου δεξαμένη, καὶ τεκοῦσα τὸν Κτίστην τὸν ἴδιον, Παρθένε σῷζε τοὺς σὲ μεγαλύνοντας.
Ἡμάρτομεν, ἠνομήσαμεν Ἦχος πλ. β΄
Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν, ἀλλὰ μὴ παραδῴης ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός.
Θεὸν ἀνθρώποις ἰδεῖν Ἦχος πλ. β΄
Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὂν οὐ τολμᾶ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὂν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν.
Θεὸν Πατέρα Δημιουργόν Ἦχος πλ. β΄
Θεὸν Πατέρα Δημιουργόν, ὁμοούσιον Υἱὸν καὶ θεῖον Πνεῦμα, οἱ ἐν φλογὶ νεανίαι ᾄδειν προτρέπονται. Εὐλογείτω τὸν Κύριον πᾶσα κτίσις καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
Θεοφανείας σου Χριστὲ Ἦχος πλ. β΄
Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν· Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ πάντες οἱ γηγενεῖς ἀγαλλιάσονται.
Ἴδετε, ἴδετε Ἦχος πλ. β΄
Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ μάννα ἐπομβρήσας, καὶ τὸ ὕδωρ ἐκ πέτρας, πηγάσας πάλαι ἐν ἐρήμῳ τῷ λαῷ μου, τῇ μόνῃ δεξιᾷ, καὶ τῇ ἰσχύϊ τῇ ἐμῇ.
Κύματι θαλάσσης Ἦχος πλ. β΄
Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, ὑπὸ γῆν ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες, ἀλλ' ἡμεῖς ὡς αἱ νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γὰρ δεδόξασται.
Μὴ ἐκθαμβῇ νῦν ὦ Μῆτερ (Πρὸς τὸ Μὴ ἐποδύρου μου Μῆτερ) Ἦχος πλ. β΄
Μὴ ἐκθαμβῇ νῦν ὦ Μῆτερ, καθορῶσα ὡς βρέφος, ὂν ἐκ γαστρὸς πρὸ Ἑωσφόρου, τέτοκε Πατήρ· ἀναστῆσαι γὰρ καὶ συνδοξάσαι βροτῶν, πεπτωκυῖαν τὴν φύσιν, ἐλήλυθα σαφῶς, τὴν ἐν πίστει καὶ πόθῳ, σὲ μεγαλύνουσαν.
Μὴ ἐποδύρεσθε μάτην (Πρὸς τὸ Μὴ ἐποδύρου μου Μῆτερ) Ἦχος πλ. β΄
Μὴ ἐποδύρεσθε μάτην, ἀπογνώσεως βρόχοις, ἀποπνιγόμενοι βροτοί, ὑπεύθυνοι κακῶν, ἀλλ' ἐν κατανύξει ψυχῆς προσέλθωμεν, τῷ καθαίροντι πάντας, ὡς μόνῳ καθαρῶ, καὶ διδόντι συγγνώμην διὰ Βαπτίσματος.
Μὴ ἐποδύρου μου Μῆτερ Ἦχος πλ. β΄
Μὴ ἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὂν ἐν γαστρὶ ἄνευ σπορᾶς, συνέλαβες Υἱόν· ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθῳ, σὲ μεγαλύνοντας.
Μνήσθητι ἡμῶν Ἦχος πλ. β΄
Μνήσθητί μου, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου, καὶ σῶσόν με, ὡς μόνος φιλάνθρωπος.
Νόμων πατρῴων Ἦχος πλ. β΄
Νόμων πατρῴων οἱ μακαριστοί, ἐν Βαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι, ᾧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν ὕμνον. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ξενίας δεσποτικῆς Ἦχος πλ. β΄
Ξενίας δεσποτικῆς, καὶ ἀθανάτου τραπέζης, ἐν ὑπερῴῳ τόπῳ, ταῖς ὑψηλαῖς φρεσί, πιστοὶ δεῦτε ἀπολαύσωμεν, ἐπαναβεβηκότι λόγον, ἐκ σοῦ μαθόντες, ὂν μεγαλύνομεν.
Ὁ αἰσθητὸς Φαραὼ Ἦχος πλ. β΄
Ὁ αἰσθητὸς Φαραώ, κατεποντίσθη πανστρατί, Ἰσραὴλ δὲ διελθών, ἐν μέσῳ τῆς θαλάσσης, ἀνεβόα· Κυρίῳ τῷ Θεῷ ἡμῶν ᾄσωμεν, ὅτι δεδόξασται.
Ὁ τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ Ἦχος πλ. β΄
Ὁ τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ, Χριστέ, φώτισον τὴν καρδίαν μου, ἐκ νυκτός σοι κραυγάζοντος, καὶ σῶσόν με.
Ὁ τῶν ὁσίων σου Παίδων Ἦχος πλ. β΄
Ὁ τῶν ὁσίων σοῦ Παίδων, τὸν ὕμνον ἐπακούσας, καὶ τὴν κάμινον καιομένην δροσίσας, εὐλογητὸς εἶ Κύριε.
Οἱ ὅσιοί σου Παῖδες ἐν τῇ καμίνῳ Ἦχος πλ. β΄
Οἱ ὅσιοί σου Παῖδες ἐν τῇ καμίνῳ, τὰ Χερουβεὶμ ἐμιμήσαντο, τὸν τρισάγιον ὕμνον ἀναβοῶντες· Εὐλογεῖτε ὑμνεῖτε, καὶ ὑπερυψοῦτε τὸν Κύριον.
Οἱ Παῖδες ἐν Βαβυλῶνι Ἦχος πλ. β΄
Οἱ Παῖδες ἐν Βαβυλῶνι, καμίνου φλόγα οὐκ ἔπτηξαν, ἀλλ’ ἐν μέσῳ φλογὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Ὃν Στρατιαὶ Οὐρανῶν δοξάζουσι Ἦχος πλ. β΄
Ὃν Στρατιαὶ Οὐρανῶν δοξάζουσι καὶ φρίττει τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Οὔκ ἐστιν Ἅγιος Ἦχος πλ. β΄
Οὔκ ἐστιν ἅγιος ὡς σὺ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.
Προκατιδὼν ὁ Προφήτης Ἦχος πλ. β΄
Προκατιδὼν ὁ Προφήτης, τοῦ μυστηρίου σου τὸ ἀπόρρητον, Χριστὲ προανεφώνει σοι· Ἔθου κραταιάν, ἀγάπησιν ἰσχύος, Πάτερ οἰκτίρμον· τὸν Μονογενῆ Υἱὸν γὰρ ἀγαθέ, ἱλασμὸν εἰς τὸν κόσμον ἀπέστειλας.
Πρὸς σὲ ὀρθρίζω Ἦχος πλ. β΄
Πρὸς σὲ ὀρθρίζω, τὸν δι' εὐσπλαγχνίαν, σεαυτὸν τῷ πεσόντι, κενώσαντα ἀτρέπτως, καὶ μέχρι παθῶν, ἀπαθῶς ὑποκύψαντα, Λόγε Θεοῦ. Τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε.
Πρόσεχε, οὐρανὲ καὶ λαλήσω Ἦχος πλ. β΄
Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν ἐκ Παρθένου σαρκί, ἐπιδημήσαντα.
Σὲ τὸν ἐπὶ ὑδάτων Ἦχος πλ. β΄
Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, ἐν τῷ Κρανίῳ κρεμάμενον, θάμβει πολλῷ συνείχετο. Οὔκ ἐστιν ἅγιος, πλὴν σοῦ Κύριε, κραυγάζουσα.
Στερέωσον, Κύριε Ἦχος πλ. β΄
Στερέωσον, Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος Ἅγιος ὑπάρχεις καὶ Κύριος.
Στήλην κακίας ἀντιθέου Ἦχος πλ. β΄
Στήλην κακίας ἀντιθέου, Παῖδες θεῖοι παρεδειγμάτισαν, κατὰ Χριστοῦ δὲ φρυαττόμενον ἄνομον συνέδριον, βουλεύεται κενά, κτεῖναι μελετᾷ, τὸν ζωῆς κρατοῦντα παλάμῃ· ὃν πᾶσα κτίσις εὐλογεῖ δοξάζουσα εἰς τοὺς αἰῶνας.
Συνεσχέθη, ἀλλ’ οὐ κατεσχέθη Ἦχος πλ. β΄
Συνεσχέθη, ἀλλ’ οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς· σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ παθόντος, καὶ ταφῇ δοθέντος, ὡς ἐκ θαλάμου τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τῇ κουστωδίᾳ. Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατελίπετε.
Τὴν ἐκ Παρθένου (πρὸς τὸ Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν) Ἦχος πλ. β΄
Τὴν ἐκ Παρθένου παρουσίαν σου, προορῶν Ἀββακούμ, ἐξεστηκὼς ἐβόα· Σὺ ἐκ Θαιμὰν σαρκούμενος, ἥκεις Λυτρωτά, τὸν Ἀδὰμ ἀπωσμένον, ἀνακαλέσασθαι.
Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν Ἦχος πλ. β΄
Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Ἀββακούμ, ἐξεστηκὼς ἐβόα· Σὺ δυναστῶν διέκοψας, κράτος Ἀγαθέ, ὁμιλῶν τοῖς ἐν ᾍδῃ, ὡς Παντοδύναμος.
Τὴν πρὸς τὸ Βάπτισμα (πρὸς τὸ Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν) Ἦχος πλ. β΄
Τὴν πρὸς τὸ Βάπτισμά σου ἔλευσιν, προορῶν Ἀββακούμ, ἐξεστηκὼς ἐβόα· Εἰς θάλασσαν τοὺς ἵππους σου, ὕδατα πολλά, ἐπεβίβασας Σῶτερ διαταράσσοντας.
Τὴν τιμιωτέραν τῶν Χερουβὶμ Ἦχος πλ. β΄
Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Τμηθείσῃ τμᾷται Ἦχος πλ. β΄
Τμηθείσῃ τμᾷται, πόντος Ἐρυθρός, κυματοτρόφος δὲ ξηραίνεται βυθός, ὁ αὐτὸς ὁμοῦ, ἀόπλοις γεγονὼς βατός, καὶ πανοπλίταις τάφος, ᾠδὴ δὲ θεοτερπὴς ἀνεμέλπετο, ἐνδόξως δεδόξασται, Χριστὸς ὁ Θεὸς ἡμῶν.
Τοῦ βίου τὴν θάλασσαν Ἦχος πλ. β΄
Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, ἐν εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.
Τῷ θείῳ φέγγει σου Ἦχος πλ. β΄
Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τάς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγαυσον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.
Τῷ κήτει καταποθεὶς Ἦχος πλ. β΄
Τῷ κήτει καταποθείς, τῷ τῆς ἁμαρτίας, κραυγάζω σοι Χριστέ· Ὡς τὸν προφήτην, ἐκ φθορᾶς με ἐλευθέρωσον.
Τῷ συνδέσμῳ τῆς ἀγάπης Ἦχος πλ. β΄
Τῷ συνδέσμῳ τῆς ἀγάπης, συνδεόμενοι οἱ Ἀπόστολοι, τῷ δεσπόζοντι τῶν ὅλων, ἑαυτοὺς Χριστῷ, ἀναθέμενοι, ὡραίους πόδας ἐξαπενίζοντο, εὐαγγελιζόμενοι πᾶσιν εἰρήνην.
Τῶν Παίδων τὴν ᾠδὴν Ἦχος πλ. β΄
Τῶν Παίδων τὴν ᾠδήν, ἐκμιμούμενος βοῶ, συμψάλλων τοῖς Παισίν· Εὐλογεῖτε, τὰ ἔργα Κυρίου τὸν Κύριον.
Χριστός μου δύναμις Ἦχος πλ. β΄
Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἐορτάζουσα.
Ὡς ἐν ἠπείρῳ πεζεύσας Ἦχος πλ. β΄
Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα, ᾄσωμεν.
Ἦχος πλ. γ' ἢ βαρὺς
Ἀκήκοα τὴν ἀκοήν σου Κύριε Ἦχος βαρὺς
Ἀκήκοα τὴν ἀκοήν σου Κύριε, ὅτι ὤφθης ἐπὶ γῆς, διὰ τὸ σῶσαι ἡμᾶς. Διὸ βοῶ σοι· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἀσπόρου τόκου σύλληψιν Ἦχος βαρὺς
Ἀσπόρου τόκου σύλληψιν, τίς ἑρμηνεύσει βροτῶν; ἀφθόρου τόκου γέννησιν, τίς μὴ θαυμάσει γηγενῶν; διό σε αἱ φυλαὶ τῆς γῆς, Θεοτόκε μεγαλύνομεν.
ᾌσωμεν τῷ Κυρίῳ Ἦχος βαρὺς
ᾌσωμεν τῷ Κυρίῳ τῷ βυθίσαντι πᾶσαν τὴν δύναμιν, Φαραὼ ἐν θαλάσσῃ, ἐπινίκιον ᾠδήν, ὅτι δεδόξασται.
Ἄφλεκτος πυρὶ ἐν Σινᾷ Ἦχος βαρὺς
Ἄφλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε. Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Βυθῷ ἁμαρτημάτων Ἦχος βαρὺς
Βυθῷ ἁμαρτημάτων, περιπεσὼν Ἀγαθέ, ὡς Ἰωνᾶς ἐκ τοῦ κήτους βοῶ σοι. Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, καὶ σῶσόν με φιλάνθρωπε.
Διασκεδάσας τὴν νύκτα τῶν παθῶν Ἦχος βαρὺς
Διασκεδάσας τὴν νύκτα τῶν παθῶν, λάμψον μοι φῶς νοερόν, ὁ τὸ ἀρχέγονον σκότος, τῆς ἀβύσσου διώξας, καὶ τὸ πρωτόκτιστον φῶς, καταλάμψας τῷ κόσμῳ, Δημιουργὲ τοῦ παντός.
Εἰσακήκοα τὴν ἀκοήν Ἦχος βαρὺς
Εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην Κύριε.
Ἐκάλυψεν οὐρανοὺς Χριστὲ ὁ Θεὸς Ἦχος βαρὺς
Ἐκάλυψεν οὐρανοὺς Χριστὲ ὁ Θεός, ἐν τῇ σῇ οἰκονομίᾳ, ἡ ἀρετὴ τῆς ἀφράστου, σοφίας σου Φιλάνθρωπε.
Εστερεώθη η καρδία μου Ἦχος βαρὺς
Εστερεώθη η καρδία μου έν Κυρίω, υψώθη κέρας μου εν Θεώ μου, καί επλατύνθη επ' εχθρούς μου τό στόμα μου.
Ἐστερεώθη τῇ πίστει Ἦχος βαρὺς
Ἐστερεώθη τῇ πίστει, Χριστοῦ ἡ Ἐκκλησία· καὶ γὰρ ἀπαύστως ἐν ὕμνοις, βοᾷ μελῳδοῦσα· Ἅγιος εἶ Κύριε, καὶ σὲ ὑμνεῖ τὸ πνεῦμά μου.
Θεοτόκε Παρθένε ἀμίαντε Ἦχος βαρὺς
Θεοτόκε Παρθένε ἀμίαντε, τὸν Υἱόν σου, δυσώπει, σὺν ταῖς ἄνω Δυνάμεσι, συγχώρησιν πταισμάτων ἡμῖν, πρὸ τοῦ τέλους δωρήσασθαι, τοῖς πιστῶς σε δοξάζουσι.
Κάμινον καιομένην Ἦχος βαρὺς
Κάμινον καιομένην, ἐδρόσισας Σωτήρ, Παῖδας δὲ διέσωσας, ὑμνοῦντας καὶ λέγοντας· Εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Κάμινον Παῖδες Ἦχος βαρὺς
Κάμινον Παῖδες, πυρίφλεκτον πάλαι, δροσοβολοῦσαν ὑπέδειξαν, ἕνα Θεὸν ἀνυμνοῦντες καὶ λέγοντες· ὁ ὑπερυψούμενος, τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.
Κατανοῶν ὁ Προφήτης Ἦχος βαρὺς
Κατανοῶν ὁ Προφήτης, τὴν ἐπ' ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα· τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χριστούς σου ἐλήλυθας.
Κύριε ὁ Θεός μου Ἦχος βαρὺς
Κύριε ὁ Θεός μου, ἐκ νυκτὸς ὀρθρίσας σε ἱκετεύω, παράσχου μοι ἄφεσιν, τῶν παραπτωμάτων μου, καὶ πρὸς φῶς τῶν σῶν προσταγμάτων, τάς ὁδούς μου εὔθυνον δέομαι.
Μὴ τῆς φθορᾶς διαπείρᾳ Ἦχος βαρὺς
Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν.
Μήτηρ Θεοῦ καὶ Παρθένος Ἦχος βαρὺς
Μήτηρ Θεοῦ καὶ Παρθένος τεκοῦσα, καὶ παρθενεύουσα πάλιν, οὐχὶ φύσεως ἔργον, ἀλλὰ Θεοῦ συγκαταβάσεως· ὅθεν ὡς μόνην τῶν θείων θαυμάτων, καταξιωθεῖσαν, σὲ ἀεὶ μεγαλύνομεν.
Ναυτιῶν τῷ σάλῳ Ἦχος βαρὺς
Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε.
Νεύσει σοῦ πρὸς γεώδη Ἦχος βαρὺς
Νεύσει σοῦ πρὸς γεώδη, ἀντιτυπίαν μετήχθη, ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις Κύριε· ὅθεν ἁβρόχως πεζεύσας, ᾄδει Ἰσραήλ σοι, ᾠδὴν ἐπινίκιον.
Νὺξ ἀφεγγὴς τοῖς ἀπίστοις Χριστὲ Ἦχος βαρὺς
Νὺξ ἀφεγγὴς τοῖς ἀπίστοις Χριστέ, τοῖς δὲ πιστοῖς φωτισμός, ἐν τῇ τρυφῇ τῶν θείων λόγων σου· διὰ τοῦτο πρὸς σὲ ὀρθρίζω, καὶ ἀνυμνῶ σου τὴν Θεότητα.
Ο δι' εμέ ανασχόμενος Ἦχος βαρὺς
Ὁ δι΄ἐμὲ ἀνασχόμενος τῆς ἐν Σταυρῷ προσηλώσεως δέξαι μου τὴν ἄγρυπνον αἴτησιν Χριστὲ ὁ Θεὸς καὶ σῶσόν με.
Ὁ Ἰωνᾶς ἐκ κοιλίας ᾅδου ἐβόα Ἦχος βαρὺς
Ὁ Ἰωνᾶς ἐκ κοιλίας ᾅδου ἐβόα· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, ἡμεῖς δέ σοι βοῶμεν· Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.
Ὁ καρπὸς τῆς κοιλίας σου Ἦχος βαρὺς
Ὁ καρπὸς τῆς κοιλίας σου Ἄχραντε, τῶν προφητῶν ὑπάρχει, καὶ τοῦ νόμου τὸ πλήρωμα∙ διό σε Θεοτόκον, ἐν ἐπιγνώσει δοξάζοντες, εὐσεβῶς μεγαλύνομεν.
Ὁ κατ' ἀρχὰς τοὺς οὐρανοὺς Ἦχος βαρὺς
Ὁ κατ' ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου Λόγῳ, στερεώσας, Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον.
Ὁ οὐρανοὺς τῷ λόγῳ στερεώσας Ἦχος βαρὺς
Ὁ οὐρανοὺς τῷ λόγῳ στερεώσας, καὶ τὸ τῆς γῆς θεμέλιον ἑδράσας, ἐπὶ ὑδάτων πολλῶν, στερέωσόν μου τὸν νοῦν, εἰς τὸ θέλημά σου, μόνε Φιλάνθρωπε.
Ὁ Πατρικοὺς κόλπους μὴ λιπὼν Ἦχος βαρὺς
Ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ καταβὰς ἐπὶ τῆς γῆς, Χριστὲ ὁ Θεός, τὸ μυστήριον ἀκήκοα τῆς οἰκονομίας σου, καὶ ἐδόξασά σε μόνε Φιλάνθρωπε.
Ὁ στερεώσας τῷ λόγῳ Ἦχος βαρὺς
Ὁ στερεώσας τῷ λόγῳ σου τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται, στερέωσον καὶ ἡμῶν τὴν διάνοιαν, εἰς τὸν φόβον σου Κύριε.
Ὁ τῶν Πατέρων καὶ ἡμῶν Θεὸς Ἦχος βαρὺς
Ὁ τῶν Πατέρων καὶ ἡμῶν Θεός, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας.
Οἱ ἐν καμίνῳ τοῦ πυρὸς Ἦχος βαρὺς
Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας, οὕτω βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Οἱ ὀρθρίζοντες Λόγε Ἦχος βαρὺς
Οἱ ὀρθρίζοντες Λόγε, εἰς δόξαν σὴν καὶ αἶνον, ἀνυμνοῦμεν ἀπαύστως, τὸν τύπον τοῦ Σταυροῦ σου, ὂν ἔδωκας ἡμῖν, ὅπλον εἰς βοήθειαν.
Ὀρθρίζει τὸ πνεῦμά μου Ἦχος βαρὺς
Ὀρθρίζει τὸ πνεῦμά μου, πρὸς σὲ ὁ Θεός, διότι φῶς εἶ, καὶ τὰ σὰ προστάγματα, ἐγένοντο ἰάματα, τοῖς δούλοις σου φιλάνθρωπε.
Οὐκ ἔτι κωλυόμεθα Ἦχος βαρὺς
Οὐκ ἔτι κωλυόμεθα ξύλου ζωῆς, τὴν ἐλπίδα ἔχοντες τοῦ Σταυροῦ σου, Κύριε δόξα σοι.
Πανύμνητε, τῶν οὐρανῶν ὑψηλοτέρα Ἦχος βαρὺς
Πανύμνητε, τῶν οὐρανῶν ὑψηλοτέρα, ἡ τὸν ἄναρχον Λόγον ἀσπόρως συλλαβοῦσα, καὶ σεσαρκωμενον Θεόν, τεκοῦσα τοῖς ἀνθρώποις, ᾠδαῖς πάντες σε πιστοὶ μεγαλύνομεν.
Πόντῳ ἐκάλυψε Φαραὼ Ἦχος βαρὺς
Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἄρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται.
Πρὸς σὲ ὀρθρίζω Ἦχος βαρὺς
Πρὸς σὲ ὀρθρίζω, τὸν τοῦ παντὸς Δημιουργόν, τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνην, διότι φῶς τὰ προστάγματά σου, ἐν οἷς με καθοδήγησον.
[Πρὸς σὲ ὀρθρίζω καὶ σοὶ κραυγάζω εὔσπλαγχνε Κύριε τὴν ἐσκοτισμένην ἁμαρτίαις μου ψυχὴν τῷ φωτὶ καταυγάσας τῶν ἐντολῶν σου καθοδήγησον.]
Πυρὸς φωτεινότερον Ἦχος βαρὺς
Πυρὸς φωτεινότερον φλογὸς ἐναργέστερον τὸ ξύλον ἀνέδειξας Χριστὲ του Σταυροῦ σου καταφλέγον ἁμαρτίας τῶν ἀνθρώπων καὶ φωτίζον τὰς καρδίας τῶν ὑμνούντων τὴν ἑκούσιόν σου Σταύρωσιν Χριστὲ ὁ Θεὸς δόξα σοι.
Σὲ τὴν ἄχραντον Ἦχος βαρὺς
Σὲ τὴν ἄχραντον, Μητέρα καὶ Παρθένον, τὴν τὸν ἀχώρητον Λόγον, ἐν γαστρὶ χωρήσασαν, καὶ τεκοῦσαν σαρκί, ὕμνοις μεγαλύνομεν.
Στερέωμά μου γενοῦ Ἦχος βαρὺς
Στερέωμά μου γενοῦ ὁ λόγῳ στερεώσας τοὺς οὐρανοὺς καὶ ἑδράσας, τὴν γῆν ἐπὶ τῶν ὑδάτων, καὶ ῥῦσαι ὁ Θεός, πάσης περιστάσεως.
Τὴν ἔνσαρκον παρουσίαν σου Χριστὲ Ἦχος βαρὺς
Τὴν ἔνσαρκον παρουσίαν σου Χριστέ, πιστούμενος ὁ Προφήτης, Ἀββακοὺμ ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου.
Τὴν ἐξ ὕψους δύναμιν Ἦχος βαρὺς
Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς, Χριστέ, ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ, ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρὸς ἀποστελῶ, ἐν ᾧ στερεωθήσεσθε.
Τὴν ὑπὲρ φύσιν Μητέρα Ἦχος βαρὺς
Τὴν ὑπὲρ φύσιν Μητέρα, καὶ κατὰ φύσιν Παρθένον, τὴν μόνην ἐν γυναιξὶν εὐλογημένην, ᾄσμασι μυστικοῖς, οἱ πιστοὶ μεγαλύνομεν.
Τὸ διὰ τὸν φόβον σου Ἦχος βαρὺς
Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται· φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα.
Τὸν μόνον ἄναρχον Ἦχος βαρὺς
Τὸν μόνον ἄναρχον, Βασιλέα τῆς δόξης, ὂν εὐλογοῦσιν οὐρανῶν αἱ Δυνάμεις, καὶ φρίττουσι τῶν Ἀγγέλων αἱ τάξεις, ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὸν φοβερὸν τοῖς Χερουβείμ Ἦχος βαρὺς
Τὸν φοβερὸν τοῖς Χερουβείμ, καὶ θαυμαστὸν τοῖς Σεραφείμ, καὶ τοῦ Κόσμου ποιητήν, ἱερεῖς καὶ δοῦλοι, καὶ πνεύματα Δικαίων, ὑμνεῖτε τὸν Κύριον.
Τὸν ὑπ' Ἀγγέλων ἀσιγήτως Ἦχος βαρὺς
Τὸν ὑπ' Ἀγγέλων ἀσιγήτως, ἐν ὑψίστοις δοξαζόμενον Θεόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, γῆ καὶ ὄροι καὶ βουνοὶ καὶ βυθός, καὶ πᾶν γένος ἀνθρώπων, ὕμνοις αὐτὸν ὡς Κτίστην, καὶ Λυτρωτὴν εὐλογεῖτε.
Τοὺς ἐν καμίνῳ Παῖδας μιμούμενοι Ἦχος βαρὺς
Τοὺς ἐν καμίνῳ Παῖδας μιμούμενοι, οἱ τοῦ Πνεύματος τὴν δρόσον δεξάμενοι, ἐν πίστει κραυγάζομεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Τοὺς ἐν καμίνῳ Παῖδας οὐκ ἔφλεξεν Ἦχος βαρὺς
Τοὺς ἐν καμίνῳ Παῖδας οὐκ ἔφλεξεν, οὐδὲ παρηνώχλησε τὸ πῦρ∙ τότε οἱ Τρεῖς, ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν, καὶ εὐλόγουν λέγοντες∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τῷ ἐκτινάξαντι Θεῷ Ἦχος βαρὺς
Τῷ ἐκτινάξαντι Θεῷ, τὸν Φαραὼ ἐν θαλάσσῃ Ἐρυθρᾷ, ἐπινίκιον ᾠδὴν ᾄσωμεν, ὅτι δεδόξασται.
Τῷ συνεργήσαντι Θεῷ Ἦχος βαρὺς
Τῷ συνεργήσαντι Θεῷ, Μωϋσῇ ἐν Αἰγύπτω, ἐξαγαγεῖν τὸν Ἰσραήλ, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.
Τῷ συντρίψαντι πολέμους Ἦχος βαρὺς
Τῷ συντρίψαντι πολέμους, ἐν βραχίονι αὐτοῦ, καὶ ἀναβάτας τριστάτας βυθίσαντι, ᾄσωμεν αὐτῷ, ὡς λυτρωτῇ ἡμῶν Θεῷ, ὅτι δεδόξασται.
Φλόγα πυρὸς τοὺς Ἀγγέλους (Πρὸς τὸ ξύλον ζωῆς) Ἦχος βαρὺς
Φλόγα πυρὸς τοὺς Ἀγγέλους, Χριστὲ ἀπειργάσω, τούτων ἡμῖν τὸ θερμὸν ὑπεμφαίνων, καὶ πνεῦμα πάλιν τὸ ταχὺ διαγράφων. Παντοδύναμε Κύριε, δόξα σοι.
Ὑπερέβης τὰς Δυνάμεις Ἦχος βαρὺς
Ὑπερέβης τὰς Δυνάμεις τῶν οὐρανῶν, ὅτι ναὸς ἐδείχθης θεϊκός, εὐλογημένη Θεοτόκε, ὡς τεκοῦσα Χριστόν, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Ὡραῖος ἦν καὶ καλὸς Ἦχος βαρὺς
Ὡραῖος ἦν καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θανατώσας καρπός, Χριστὀς ἐστι τὸ ξύλον τῆς ζωῆς, ἐξ οὗ φαγὼν οὐ θνῄσκω, ἀλλὰ βοῶ σὺν τῷ Λῃστῇ. Μνήσθητί μου Κύριε, ἐν τῇ Βασιλείᾳ σου.
Ἦχος πλ. δ΄
Ἄβυσσος ἁμαρτιῶν Ἦχος πλ. δ΄
Ἄβυσσος ἁμαρτιῶν, καὶ πταισμάτων καταιγίς με ταράττει, καὶ πρὸς βυθὸν βιαίως συνωθεῖ ἀπογνώσεως, ἀλλ’ αὐτὸς τὴν κραταιὰν χεῖρά μοι ἔκτεινον, ὡς τῷ Πέτρῳ, καὶ ἐκ βυθοῦ φθορᾶς ἀνάγαγε.
Ἄγγελοι καὶ οὐρανοὶ Ἦχος πλ. δ΄
Ἄγγελοι καὶ οὐρανοί, τὸν ἐπὶ θρόνου δόξης ἐποχούμενον, καὶ ὡς Θεὸν ἀπαύστως δοξαζόμενον, εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἀκήκοα Κύριε τὴν ἀκοὴν Ἦχος πλ. δ΄
Ἀκήκοα Κύριε τὴν ἀκοήν σου καὶ ἐφοβήθην, ὅτι ἀρρήτῳ βουλῇ, Θεὸς ὢν ἀΐδιος, ἐκ τῆς Παρθένου προῆλθες σαρκωθείς. Δόξα τῇ δόξῃ σου Χριστέ, δόξα τῇ δυνάμει σου.
Ἀλλότριον τῶν μητέρων Ἦχος πλ. δ΄
Ἀλλότριον τῶν μητέρων ἡ παρθενία, καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα, ἐπὶ σοὶ Θεοτόκε ἀμφότερα ᾠκονομήθη. Διό σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ἀπαύστως μακαρίζομεν.
Ἁρματηλάτην Φαραὼ Ἦχος πλ. δ΄
Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ἆσμα τῷ Θεῷ ἀναμέλποντα.
Ἀσεβείας ὄργανα ἄλιον μέλος Ἦχος πλ. δ΄
Ἀσεβείας ὄργανα ἅλιον μέλος, εὐσεβείας δὲ αἱ θεοφθόγγοι, ἐκελάδουν φόρμιγγες. Εὐλογεῖτε πάντα τὰ ἔργα, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἆσμα ἀναπέμψωμεν Ἦχος πλ. δ΄
Ἆσμα ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θεῷ ἡμῶν, τῷ ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἐκ δουλείας, ᾠδὴν ἐπινίκιον, ᾄδοντες καὶ βοῶντες· ᾌσωμέν σοι τῷ μόνῳ Δεσπότῃ.
ᾌσωμεν τῷ Κυρίῳ Ἦχος πλ. δ΄
ᾌσωμεν τῷ Κυρίῳ πάντες λαοί, τῷ ἐν θαλάσσῃ Ἐρυθρᾷ, τὸν Φαραὼ βυθίσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.
ᾌσωμεν τῷ Κυρίῳ Ἦχος πλ. δ΄
ᾌσωμεν τῷ Κυρίῳ, τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ, ἐν Ἐρυθρᾷ θαλάσσῃ, ὅτι μόνος ἐνδόξως δεδόξασται.
ᾌσωμεν ᾠδὴν τῷ Θεῷ Ἦχος πλ. δ΄
ᾌσωμεν ᾠδὴν τῷ Θεῷ, τῷ ἐκ πικρὰς δουλείας, τοῦ Φαραὼ ῥυσαμένῳ Ἰσραήλ, καὶ ἐν πυρίνῳ στύλῳ, καὶ φωτὸς νεφέλῃ καθοδηγήσαντι, ὅτι δεδόξασται.
Εἰσακήκοα Κύριε Ἦχος πλ. δ΄
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.
Ἐκ σαρκός σου βολίδες Ἦχος πλ. δ΄
Ἐκ σαρκός σου βολίδες Θεότητος, ἐξεπορεύοντο, Προφητῶν καὶ Ἀποστόλων· ὅθεν οἱ πρόκριτοι, μέλποντες ἀνεβόων· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἔκνοον πρόσταγμα τυράννου Ἦχος πλ. δ΄
Ἔκνοον πρόσταγμα τυράννου, δυσσεβοῦς λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον, ἀλλ' ἀντηχούντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἐχρημάτισε Χριστέ Ἦχος πλ. δ΄
Ἐχρημάτισε Χριστέ, σφραγὶς καὶ στέφανος τῶν Ἀποστόλων σου, ὁ ἐπ' ἐσχάτων κληθεὶς τῶν χρόνων, σπουδῇ πάντας ὑπερβάλλων δέ, μεθ' οὗ ὁ λαὸς τῆς Ἐκκλησίας ψάλλει σοι, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς Εὐλογητὸς εἶ.
Ἐν πεδίῳ Δεειρᾷ Ἦχος πλ. δ΄
Ἐν πεδίῳ Δεειρᾷ ποτε ὁ τύραννος κάμινον ἔστησε, πρὸς τιμωρίαν τῶν θεοφόρων ἐν ᾗ οἱ τρεῖς παῖδες ὁμολογοῦντες ἕνα Θεὸν τρισσῶς ἀνύμνουν λέγοντες, ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Ἐξ ὄρους κατασκίου Ἦχος πλ. δ΄
Ἐξ ὄρους κατασκίου, Λόγε ὁ προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος σαρκοῦσθαι, θεοπτικῶς κατενόησε καὶ ἐν φόβῳ ἐδοξολόγει σου τὴν δύναμιν
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς Ἦχος πλ. δ΄
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι.
Ἐπέβης ἐφ' ἵππους Ἦχος πλ. δ΄
Ἐπέβης ἐφ' ἵππους, τοὺς ἀποστόλους σου Κύριε, καὶ ἐδέξω χερσί σου, ἡνίας αὐτῶν, καὶ σωτηρία γέγονεν, ἡ ἱππασία σου, τοῖς πιστῶς μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε.
Ἑπταπλασίως κάμινον Ἦχος πλ. δ΄
Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ Τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ Λυτρωτὴν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ Ἦχος πλ. δ΄
Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη τὸ κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη ἐπ' ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθη ἐν σωτηρίῳ σου.
Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος Ἦχος πλ. δ΄
Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.
Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἦχος πλ. δ΄
Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἐγείρας κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης.
Ἔφριξε πᾶσα Ἦχος πλ. δ΄
Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθεν μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τὴν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.
Ἡ κεκομμένη τὴν ἄτομον ἔτεμε Ἦχος πλ. δ΄
Ἡ κεκομμένη τὴν ἄτομον ἔτεμε, καὶ εἶδεν ἥλιος γῆν, ἢν οὐκ ἐθεάσατο, ἀλάστορα ἐχθρὸν τὸ ὕδωρ κατεπόντισε, καὶ ἄβατον διῆλθεν Ἰσραήλ, ᾠδὴ δὲ ἀνεμέλπετο· τῷ Κυρίῳ ᾄσωμεν, ἐνδόξως γὰρ δεδόξασται.
Θάλασσαν ἔπηξας Ἦχος πλ. δ΄
Θάλασσαν ἔπηξας, βυθίσας σὺν ἅρμασι τὸν ἀλαζόνα Φαραὼ καὶ λαὸν διέσωσας ἁβρόχως Κύριε, καὶ εἰσήγαγες αὐτοὺς εἰς ὄρος ἁγιάσματος, βοῶντας· ᾌσωμέν σοι τῷ Θεῷ ἡμῶν, ᾠδὴν ἐπινίκιον, τῷ ἐν πολέμοις κραταιῷ.
Θεοῦ συγκατάβασιν Ἦχος πλ. δ΄
Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾑδέσθη ἐν Βαβυλῶνί ποτε· διὰ τοῦτο οἱ παῖδες ἐν τῇ καμίνῳ, ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ἴδετε, ἴδετε Ἦχος πλ. δ΄
Ἴδετε, ἴδετε, ὅτι ἐγώ ειμι Θεός, ὁ πρὶν γενέσθαι τὸ πᾶν, καὶ πρὸ τοῦ στῆναι τὴν γῆν καὶ τὸν οὐρανόν, γινώσκων τὰ πάντα, ὡς ὅλος ὢν ἐν Πατρί, καὶ ὅλον φέρων ἐν ἐμοί.
Ἴδετε, ἴδετε Ἦχος πλ. δ΄
Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ἡμῶν, ὁ καθιέρωσας ἀπαρχὴν ὑμῖν δεκτήν, τὴν ἐξ ἡμερῶν ὅλου τοῦ ἔτους ἀποδεκάτωσιν, καὶ ταύτην δοὺς τῷ λαῷ μου, εἰς ἐκλύτρωσιν παθῶν, εἰς σωτηρίας ἀρχήν.
Ἴδετε, ἴδετε Ἦχος πλ. δ΄
Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν, ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς ἐκ τοῦ Πατρός, καὶ ἐκ τῆς Παρθένου ἐπ' ἐσχάτων, δίχα ἀνδρὸς κυηθείς, καὶ λύσας τὴν ἁμαρτίαν, τοῦ προπάτορος Ἀδὰμ ὡς φιλάνθρωπος.
Ἴδετε, ἴδετε Ἦχος πλ. δ΄
Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεός, ὁ πάλαι τὸν Ἰσραήλ, ἐν Ἐρυθρᾷ θαλάσσῃ διαγαγών, καὶ σώσας καὶ θρέψας, καὶ ἐκ δουλείας πικρᾶς, ἐλευθερώσας Φαραώ.
Ἱλάσθητί μοι Σωτὴρ Ἦχος πλ. δ΄
Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
Ἵνα τί με ἀπώσω Ἦχος πλ. δ΄
Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τάς ὁδούς μου κατεύθυνον δέομαι.
Κύριε ὁ Θεὸς ἡμῶν Ἦχος πλ. δ΄
Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, Κύριε ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς, Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.
Κυρίως Θεοτόκον Ἦχος πλ. δ΄
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες.
Μεγαλύνομέν σε Ἦχος πλ. δ΄
Μεγαλύνομέν σε, τὴν Μητέρα τοῦ φωτός, καὶ δοξάζομέν σε, Θεοτόκε Παρθένε, ὡς τεκοῦσαν Χριστόν, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Μεγαλύνομέν σε Ἦχος πλ. δ
Μεγαλύνομέν σε, τὴν πανάμωμον Μητέρα, Χριστοῦ τοῦ Θεοῦ, ἐν ᾗ ἐπεσκίασε τὸ Πνεῦμα τὸ πανάγιον.
Μεγαλύνομέν σε Ἦχος πλ. δ΄
Μεγαλύνομέν σε τὴν Μητέρα τοῦ Θεοῦ, καὶ δοξάζομέν σε Θεοτόκε Παρθένε, ὡς Σωτῆρα τεκοῦσαν τῶν ψυχῶν ἡμῶν.
Μνήσθητι ἡμῶν Ἦχος πλ. δ΄
Μνήσθητι ἡμῶν, Χριστὲ Σωτὴρ τοῦ κόσμου ὥσπερ τοῦ Λῃστοῦ ἐμνήσθης ἐπὶ ξύλου, καὶ καταξίωσον πάντας, μόνε οἰκτίρμον, τῆς οὐρανίου βασιλείας σου.
Μουσικῶν ὀργάνων Ἦχος πλ. δ΄
Μουσικῶν ὀργάνων συμφωνούντων, καὶ λαῶν ἀπείρων προσκυνούντων, εἰκόνι τῇ ἐν Δεηρᾷ, τρεῖς Παῖδες μὴ πεισθέντες, τὸν Κύριον ἀνύμνουν, καὶ ἐδοξολόγουν, εἰς πάντας τοὺς αἰῶνας.
Μυστικῶς εἶ Θεοτόκε Παράδεισος Ἦχος πλ. δ΄
Μυστικῶς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτὸν, σὲ μεγαλύνομεν.
Μυστικῶς ὁ Προφήτης προορῶν Ἦχος πλ. δ΄
Μυστικῶς ὁ προφήτης προορῶν ἐκ Παρθένου σε Λόγε σαρκούμενον μελῳδικῶς ἀνεβόα· δόξα τῇ δυνάμει σου Κύριε.
Νικηταὶ τυράννου Ἦχος πλ. δ΄
Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ τῶν ἐντολῶν σου σφόδρα ἀντεχόμενοι Παῖδες ἐβόων· εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Νοτίου θηρὸς ἐν σπλάγχνοις Ἦχος πλ. δ΄
Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας, Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς. Ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.
Ὁ δι' Ἀγγέλου Παῖδας Ἦχος πλ. δ΄
Ὁ δι' Ἀγγέλου Παῖδας, ἐκ πυρὸς διασώσας, καὶ τὴν βροντῶσαν κάμινον, μεταβαλὼν εἰς δρόσον, εὐλογητὸς εἶ Κύριε ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
[Ὁ δι' Ἀγγέλου Παῖδας, δροσίσας ἐν καμίνῳ, καὶ τὴν βροντῶσαν κάμινον, μεταβαλὼν εἰς δρόσον, εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.]
Ὁ διὰ βρώσεως τοῦ ξύλου Ἦχος πλ. δ΄
Ὁ διὰ βρώσεως τοῦ ξύλου, τῷ γένει προσγενόμενος θάνατος, διὰ Σταυροῦ κατήργηται σήμερον· τῆς γὰρ Προμήτορος ἡ παγγενὴς κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος, ἢν πᾶσαι αἱ Δυνάμεις, τῶν οὐρανῶν μεγαλύνουσι.
Ὁ ἐκ νυκτὸς ἀγνοίας Ἦχος πλ. δ΄
Ὁ ἐκ νυκτὸς ἀγνοίας, θεογνωσίᾳ φαιδρύνας τὰ πέρατα, φώτισόν με τῷ ὄρθρῳ, τῆς φιλανθρωπίας σου Κύριε.
Ὁ ἐν ἀρχῇ τὴν γῆν Ἦχος πλ. δ΄
Ὁ ἐν αρχῇ τὴν γῆν θεμελιώσας καὶ οὐρανοὺς τῷ λόγῳ στερεώσας, εὐλογητὸς εἶ εἰς τοὺς αιῶνας Κύριε ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν
Ὁ Προφήτης Ἀββακοὺμ Ἦχος πλ. δ΄
Ὁ Προφήτης Ἀββακούμ, τοῖς νοεροῖς ὀφθαλμοῖς προεώρα Κύριε, τὴν παρουσίαν σου· διὸ καὶ ἀνέκραζεν· Ἀπὸ Θαιμὰν ἥξει ὁ Θεός· Δόξα τῇ δόξῃ σου Χριστέ, δόξα τῇ συγκαταβάσει σου.
Ὁ στεγάζων ἐν ὕδασι Ἦχος πλ. δ΄
Ὁ στεγάζων ἐν ὕδασι, τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς θαλάσσῃ ὅριον ψάμμον, καὶ συνέχων τὸ πᾶν, σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ προσφέρει ὕμνον πᾶσα κτίσις, τῷ Δημιουργῷ καὶ Κτίστῃ.
Ὁ στερεώσας ἐν τῇ χειρί σου Ἦχος πλ. δ΄
Ὁ στερεώσας ἐν τῇ χειρί σου, Λόγε Θεοῦ τοὺς ουρανοὺς ἐν τῷ φωτισμῷ, τῆς σῆς ἀληθοῦς ἐπιγνώσεως, στερέωσον καὶ ἡμῶν, τῶν ἐπὶ σοὶ πεποιθότων τὰς καρδίας.
Ὁ στερεώσας κατ' ἀρχὰς Ἦχος πλ. δ΄
Ὁ στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὔκ ἐστι πλὴν σοῦ, ἅγιος μόνε φιλάνθρωπε.
Ὁ στερεώσας λόγῳ Ἦχος πλ. δ΄
Ὁ στερεώσας Λόγῳ τοὺς οὐρανούς, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας πολλῶν, στερέωσόν με πρὸς ὕμνον, τῆς δοξολογίας σου Κύριε.
Ὁ τοὺς Παῖδας δροσίσας Ἦχος πλ. δ΄
Ὁ τοὺς Παῖδας δροσίσας ἐν καμίνῳ, καὶ παρθένον φυλάξας μετὰ τόκον, τὴν σὲ τεκοῦσαν, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Οἱ ἐκ τῆς Ἰουδαίας Ἦχος πλ. δ΄
Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες, ἐν Βαβυλῶνί ποτε, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Οἱ θεορρήμονες Παῖδες Ἦχος πλ. δ΄
Οἱ θεορρήμονες Παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν πλάνην, καταπατοῦντες ὑπέψαλλον· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Οἱ τῆς Χαλδαίας καμίνου Ἦχος πλ. δ΄
Οἱ τῆς Χαλδαίας καμίνου, τὴν πανώλεθρον δύναμιν σβέσαντες, μορφῇ Ἀγγέλου συγκαταβάντος, τῷ Δημιουργῷ Νεανίαι ἐκραύγαζον· Εὐλογητὸς εἶ καὶ αἰνετός, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ὀρθρίζει τὸ πνεῦμά μου Ἦχος πλ. δ΄
Ὀρθρίζει τὸ πνεῦμά μου, πρὸς σὲ ὁ Θεός, διότι φῶς τὰ προστάγματα, τῆς παρουσίας σου· ἐν αὐτοῖς οὖν καταύγασον, τὸν νοῦν ἡμῶν Δέσποτα, καὶ ὁδήγησον, ἐν τρίβῳ ζωῆς.
Ὀρθρίζοντες βοῶμέν σοι Ἦχος πλ. δ΄
Ὀρθρίζοντες βοῶμέν σοι· Κύριε σῶσον ἡμᾶς· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σοῦ ἄλλον οὐκ οἴδαμεν.
Ὅρους παρῆλθες Ἦχος πλ. δ΄
Ὅρους παρῆλθες τῆς φύσεως,τὸν Δημιουργὸν συλλαβοῦσα καὶ Κύριον, καὶ πύλη σωτηρίας τῷ κόσμῳ γέγονας· διό σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν.
Οὔκ ἐστιν ἅγιος Ἦχος πλ. δ΄
Οὔκ ἐστιν ἅγιος ὡς ὁ Κύριος, καὶ οὔκ ἐστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, ὂν ὑμνεῖ πᾶσα κτίσις, οὔκ ἐστιν ἅγιος πλὴν σοῦ Κύριε.
Οὐρανίας ἁψῖδος Ἦχος πλ. δ΄
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας Δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
Παῖδες Ἑβραίων Ἦχος πλ. δ΄
Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰώνας.
Παῖδες θεοσεβεῖς Ἦχος πλ. δ΄
Παῖδες θεοσεβεῖς ἐν Βαβυλῶνι, εἰκόνι χρυσῇ οὐ προσεκύνησαν, ἀλλ' ἐν μέσῳ καμίνου, πυρὸς δροσιζόμενοι, τὴν ᾠδὴν ἀνέμελπον λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Πρὸς τὸν δυνάμενον σῴζειν Ἦχος πλ. δ΄
Πρὸς τὸν δυνάμενον σῴζειν με Κύριον, ἐκ βυθοῦ ἁμαρτιῶν ἐβόησα, καὶ ἐκ φθορᾶς ἀνήγαγε, τὴν ζωήν μου ὡς φιλάνθρωπος.
Πρόσεχε, οὐρανέ καὶ λαλήσω Ἦχος πλ. δ΄
Πρόσεχε, οὐρανέ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν ἐκ Παρθένου, σαρκὶ ἐπιδημήσαντα.
Ῥάβδος εἰς τύπον Ἦχος πλ. δ΄
Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα, τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.
Σὲ τὴν ἀπειρόγαμον Ἦχος πλ. δ΄
Σὲ τὴν ἀπειρόγαμον, Θεοῦ Μητέρα τοῦ Ὑψίστου, σὲ τὴν ὑπὲρ νοῦν κυήσασαν, διὰ λόγου τὸν ὄντως Θεόν, τὴν ὑψηλοτέραν τῶν ἀχράντων Δυνάμεων, ἀσιγήτοις δοξολογίαις μεγαλύνομεν.
Σὲ τὴν οὐρανοῦ Ἦχος πλ. δ΄
Σὲ τὴν οὐρανοῦ καὶ γῆς μεσῖτιν, πᾶσαι γενεαὶ μεγαλύνομεν· σωματικῶς γὰρ ἐσκήνωσεν ἐν σοί, τὸ πλήρωμα Παρθένε τῆς Θεότητος.
Σταυρὸν χαράξας Μωσῆς Ἦχος πλ. δ΄
Σταυρὸν χαράξας Μωσῆς, ἐπ' εὐθείας ῥάβδω, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἤνωσεν, ἐπ' εὕρους διαγράψας τὸ ἀήττητον ὅπλον. Διὸ Χριστῷ ᾄσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Στερέωμά μου Σωτὴρ Ἦχος πλ. δ΄
Στερέωμά μου Σωτὴρ ὑπάρχεις, καταφυγή μου καὶ δύναμις, σαλευθεῖσαν τὴν καρδίαν μου, στερέωσον εἰς τὸν φόβον σου, ὅτι οὐκ ἔστιν ἅγιος, ὡς σὺ ὁ Θεὸς ἡμῶν.
Στερέωσον ἡμῶν τὸν νοῦν Ἦχος πλ. δ΄
Στερέωσον ἡμῶν τὸν νοῦν καὶ τὴν καρδίαν, ὁ τοὺς οὐρανοὺς τῷ λόγῳ στερεώσας, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σε τὸν Σωτῆρα, καὶ λυτρωτὴν καὶ πανοικτίρμονα.
Σὺ εἶ τὸ στερέωμα Ἦχος πλ. δ΄
Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.
Σύ μου ἰσχύς, Κύριε Ἦχος πλ. δ΄
Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σὺν τῷ Προφήτῃ Ἀββακούμ σοι κραυγάζω· τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Συνεχόμενον δέξαι με Ἦχος πλ. δ΄
Συνεχόμενον δέξαι με φιλάνθρωπε, ἐκ πταισμάτων πολλῶν, προσπίπτοντα τοῖς οἰκτιρμοῖς σου, ὡς τὸν Προφήτην Κύριε, καὶ σῶσόν με.
Τὴν ἁγνὴν ἐνδόξως τιμήσωμεν Ἦχος πλ. δ΄
Τὴν ἁγνὴν ἐνδόξως τιμήσωμεν, λαοὶ Θεοτόκον τὴν τὸ θεῖον πῦρ ἐν γαστρὶ ἀφλέκτως συλλαβοῦσαν ὕμνοις ἀσιγήτοις μεγαλύνωμεν.
Τὴν δέησιν ἐκχεῶ Ἦχος πλ. δ΄
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε.
Τῆς τῶν παθῶν με ἀχλύος Ἦχος πλ. δ΄
Τῆς τῶν παθῶν με ἀχλύος, ὡς ἐκ νυκτὸς βαθυτάτης λυτρούμενος, ὀρθρίζειν ἀξίωσον, τὸ πνεῦμά μου δέομαι, ἐν φωτὶ ἡμέρας, τῶν σῶν προσταγμάτων Χριστέ.
Τὸν ἄναρχον Βασιλέα τῆς δόξης Ἦχος πλ. δ΄
Τὸν ἄναρχον Βασιλέα τῆς δόξης, ὂν φρίττουσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὸν ἀόρατον μορφῇ Ἦχος πλ. δ΄
Τὸν ἀόρατον μορφῇ, θεϊκῇ δεξαμένη, ἀπειρόγαμε Παρθένε καὶ Μήτηρ, ὕμνοις τὸν τόκον σου μεγαλύνομενι
Τὸν Βασιλέα τῶν οὐρανῶν Ἦχος πλ. δ΄
Τὸν Βασιλέα τῶν οὐρανῶν ὂν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τὸν δι' ἡμᾶς σταυρωθέντα Ἦχος πλ. δ΄
Τὸν δι' ἡμᾶς σταυρωθέντα, δεῦτε πάντες ὑμνήσωμεν· αὐτὸν γὰρ κατεῖδε Μαρια ἐπὶ τοῦ ξύλου καὶ ἔλεγεν· Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου.
Τὸν ἐκ νυκτὸς ἀγνωσίας Ἦχος πλ. δ΄
Τὸν ἐκ νυκτὸς ἀγνωσίας, ἐπὶ τὴν ψυχάλωτον ὀδὸν ἀεὶ πλανώμενον, φωτὶ τῆς γνώσεώς σου Κύριε, ποδηγῶν με ἐν τῇ τρίβῳ τῶν ἐντολών σου καθοδήγησον.
Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα Ἦχος πλ. δ΄
Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ πυρὶ τὸ τῆς Ἀειπαρθένου, τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας
Τόν εκ Πατρός πρό αιώνων Ἦχος πλ. δ΄
Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων γεννηθέντα, καὶ ἐκ Μητρὸς ἐπ' ἐσχάτων σαρκωθέντα, Ἱερείς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὸν ζόφον τῆς ψυχῆς μου Ἦχος πλ. δ΄
Τὸν ζόφον τῆς ψυχῆς μου διασκέδασον, φωτοδότα Χριστὲ ὁ Θεός, τὸ ἀρχέγονον σκότος διώξας τῆς ἀβύσσου, καὶ δώρησαί μοι τὸ φῶς τῶν προσταγμάτων σου Λόγε, ἵνα ὀρθρίζων δοξάζω σε.
Τὸν Ἰσραὴλ ἐκ δουλείας Ἦχος πλ. δ΄
Τὸν Ἰσραὴλ ἐκ δουλείας ἐλυτρώσω Κύριε τῇ δεξιᾷ σου τῇ κραταιᾷ ὡς εκεῖνον ἔσωσας καὶ ἡμᾶς διάσωσον.
Τὸν Ἰωνᾶν ἐν τῷ κήτει Κύριε Ἦχος πλ. δ΄
Τὸν Ἰωνᾶν ἐν τῷ κήτει Κύριε, μονώτατον κατῴκισας, ἐμὲ δὲ τὸν πεπεδημένον, ἐν ἄρκυσι τοῦ ἐχθροῦ, ὡς ἐκ φθορᾶς ἐκείνον διάσωσον.
Τὸν προδηλωθέντα Ἦχος πλ. δ΄
Τὸν προδηλωθέντα ἐν ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνωμεν.
Τὸν φόβον σου Ἦχος πλ. δ΄
Τὸν φόβον σου Κύριε, ἐμφύτευσον ταῖς καρδίαις τῶν δούλων σου, καὶ γενοῦ ἡμῖν στερέωμα, τοῖς σὲ ἐν ἀληθείᾳ, ἐπικαλουμένοις.
Τοῦ Πνεύματος τῇ ἀρχιτεκτονίᾳ Ἦχος πλ. δ΄(Πρὸς τὸ Τὸν ἄναρχον Βασιλέα τῆς δόξης 8089)
Τοῦ Πνεύματος τῇ ἀρχιτεκτονίᾳ, δειμάμενοι πᾶσαν τὴν Ἐκκλησίαν, Ἀπόστολοι Χριστοῦ, ἐν ταύτῃ εὐλογεῖτε Χριστὸν εἰς τοὺς αιῶνας.
Τῷ ἐκτινάξαντι Ἦχος πλ. δ΄
Τῷ ἐκτινάξαντι ἐν θαλάσσῃ τὴν τυραννίδα Φαραὼ καὶ τὸν Ἰσραὴλ διὰ ξηρᾶς ὁδηγήσαντι, ᾄσωμεν τῷ Χριστῷ ὅτι δεδόξασται εἰς τοὺς αιῶνας.
Τῷ συντρίψαντι πολέμους Ἦχος πλ. δ΄
Τῷ συντρίψαντι πολέμους, ἐν βραχίονι αὐτοῦ, καὶ διαβιβάσαντι, τὸν Ἰσραὴλ ἐν Ἐρυθρᾷ θαλάσσῃ, ᾄσωμεν αὐτῷ, ὡς λυτρωτῇ ἡμῶν Θεῷ, ὅτι δεδόξασται.
Τῶν Χαλδαίων ἡ κάμινος Ἦχος πλ. δ΄
Τῶν Χαλδαίων ἡ κάμινος, πυρὶ φλογιζομένη, ἐδροσίζετο Πνεύματος, Θεοῦ ἐπιστασίᾳ, οἱ Παῖδες ὑπέψαλλον· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων.
Ὑγρὰν διοδεύσας Ἦχος πλ. δ΄
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα, τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Φώτισον ἡμᾶς Ἦχος πλ. δ΄
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν φιλάνθρωπε.
Χιτῶνά μοι παράσχου Ἦχος πλ. δ΄
Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος, φῶς ὡς ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν.
Ὦ τρισμακάριστον ξύλον! Ἦχος πλ. δ΄
Ὦ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος, δι' οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Ὡς τὸν Προφήτην ἐρρύσω Ἦχος πλ. δ΄
Ὡς τὸν Προφήτην ἐρρύσω, ἐκ βυθοῦ κατωτάτου, Χριστὲ ὁ Θεός, κἀμὲ τῶν πταισμάτων μου, ῥῦσαι ὡς φιλάνθρωπος, καὶ κυβέρνησον τὴν ζωήν μου δέομαι.
Ὡς ὕδατα θαλάσσης φιλάνθρωπε Ἦχος πλ. δ΄
Ὡς ὕδατα θαλάσσης φιλάνθρωπε, τὰ κύματα τοῦ βίου χειμάζει με, ἀλλ' ὥσπερ τὸν Ἰωνᾶν ἐκ τοῦ κήτους, ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, εὔσπλαγχνε Κύριε.
Ὡς ὕδατα θαλάσσης φιλάνθρωπε Ἦχος πλ. δ΄
Ὡς ὕδατα θαλάσσης φιλάνθρωπε, τὰ κύματα τοῦ βίου χειμάζει με, διό, ὡς Ἰωνᾶς σοι κραυγάζω Λόγε, ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, εὔσπλαγχνε Κύριε.
ΤΕΛΟΣ ΚΑΙ ΤΩ ΘΕΩ ΔΟΞΑ