ΑΚΟΛΟΥΘΙΕΣ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ

Αποτέλεσμα εικόνας για υψωσις του τιμιου σταυρου

 

13 ΣΕΠΤΕΜΒΡΙΟΥ 

 Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ 

ερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: μήν.

ναγνστης:

·        Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

·        Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

·        Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς ργ’ (103)

·        Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

·        Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

·        Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.

·        Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

·        Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

·        Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

·        Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

·        Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

·        Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά.

·        Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

·        Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      

·        Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

·        Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

·        Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

·        Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

·        Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

·        Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

·        Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

·        Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

·        Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

·        Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

·        Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

·        Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

·        Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

·        Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

·        Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

·        Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

·        Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

·        Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

·        Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

·        Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

·        Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

·        Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

·        Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

·        ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

·        Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

·        Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

·        Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

·        Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

 

Δξα Πατρί... Κα νν ...

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').

ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

                    


  ὁ διάκονος:

·        ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

·        ὁ α’ χορός: Κύριε ἐλέησον....

·        Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

·        Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

·        Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

·        Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.

·        Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (το δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

·        Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

·        Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

·        Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

·        Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

·        Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

·        Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

·        α χορς: Σοὶ Κύριε.

τι πρπει σοι, πσα δξα, τιμ κα προσκνησις, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός

Ἦχος πλ.β’.  Ψαλμς ρμ’ (140)

μήν. Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

ὁ β’ χορός

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.


ὁ α’ χορός

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Σταυρὸς ἀνυψούμενος, τοῦ ἐν αὐτῷ ὑψωθέντος, τὸ πάθος τὸ ἄχραντον, ἀνυμνεῖν προτρέπεται κτίσιν ἅπασαν· ἐν αὐτῷ κτεὶνας γάρ, τὸν ἡμᾶς κτείναντα, νεκρωθέντας ἀνεζώωσε, καὶ κατεκάλλυνε, καὶ εἰς οὐρανοὺς πολιτεύεσθαι, ἠξίωσεν ὡς εὔσπλαγχνος, δι᾿ ὑπερβολὴν ἀγαθότητος· ὅθεν γεγηθότες, ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ, καὶ τὴν αὐτοῦ μεγαλύνωμεν, ἄκραν συγκατάβασιν.

ὁ β’ χορός

Στίχ.   νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Σταυρὸς ἀνυψούμενος…

ὁ α’ χορός

Στίχ.  πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Μωσῆς προετύπου σε, χεῖρας ἐκτείνας εἰς ὕψος, καὶ κατατροπούμενος, Ἀμαλὴκ τὸν τύραννον, Σταυρὲ τίμιε, τῶν πιστῶν καύχημα, Ἀθλητῶν στήριγμα, Ἀποστόλων ἐγκαλλώπισμα, Δικαίων πρόμαχε, πάντων τῶν Ὁσίων διάσωσμα· διὸ σε ἀνυψούμενον, βλέπουσα ἡ κτίσις εὐφραίνεται, καὶ πανηγυρίζει, δοξάζουσα Χριστὸν τὸν διὰ σοῦ, τὰ διεστῶτα συνάψαντα, ἄκρᾳ ἀγαθότητι.

ὁ β’ χορός

Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις' καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Μωσῆς προετύπου σε…

ὁ α’ χορός

Στχ. ε'. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.

Σταυρὲ πανσεβάσμιε, ὃν περιέπουσι τάξεις, Ἀγγέλων γηθόμεναι, σήμερον ὑψούμενος, θείῳ νεύματι, ἀνυψοῖς ἅπαντας, τοὺς κλοπῇ βρώσεως, ἀπωσθέντας καὶ εἰς θάνατον, κατολισθήσαντας· ὅθεν σε καρδίᾳ καὶ χείλεσι, πιστῶς περιπτυσσόμενοι, τὸν ἁγιασμὸν ἀρυόμεθα· Ὑψοῦτε βοῶντες, Χριστὸν τὸν ὑπεράγαθον Θεόν, καὶ τὸ αὐτοῦ προσκυνήσατε, θεῖον ὑποπόδιον.

     ὁ β’ χορός

Στχ. ς'. τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Σταυρὲ πανσεβάσμιε…


ὁ α’ χορός

Δξα Πατρί... χος β’

βχορός

Κα νν...

ὁ α’ χορός

Δεῦτε ἅπαντα τὰ ἔθνη, τὸ εὐλογημένον ξύλον προσκυνήσωμεν, δι᾿ οὗ γέγονεν ἡ αἰώνιος δικαιοσύνη· τὸν γὰρ Προπάτορα Ἀδάμ, ὁ ἀπατήσας ἐν ξύλῳ, τῷ Σταυρῷ δελεάζεται· καὶ πίστει κατενεχθεὶς πτῶμα ἐξαίσιον, ὁ τυραννίδι κρατήσας τοῦ βασιλείου πλάσματος, Αἵματι Θεοῦ, ὁ ἰὸς τοῦ ὄφεως ἀποπλύνεται· καὶ κατάρα λέλυται, καταδίκης δικαίας, ἀδίκῳ δίκῃ τοῦ δικαίου κατακριθέντος· ξύλῳ γὰρ ἔδει τὸ ξύλον ἰάσασθαι, καὶ πάθει τοῦ ἀπαθοῦς, τὰ ἐν ξύλῳ λῦσαι πάθη τοῦ κατακρίτου. Ἀλλὰ δόξα Χριστὲ Βασιλεῦ, τῇ περὶ ἡμᾶς σου φρικτῇ oικονομίᾳ δι᾿ ἧς ἔσωσας πάντας, ὡς ἀγαθὸς κα φιλνθρωπος.

Εσοδος.

Σοφα ρθοί !

χος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς΄ Δι κσμος σ δοξζει.

σπρας Προκεμενον

Τ Τετρτῃ σπρας

Ἦχος β’ 

ὁ α’ χορός

Θεός, ἐν τῷ ὀνόματι σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.

ὁ β’ χορός

Θεός, ἐν τῷ ὀνόματι σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.

ὁ α’ χορός

Στχ. Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου.

Θεός, ἐν τῷ ὀνόματι σου σῶσόν με, κα ν τ δυνμει σου κρινες με.

καὶ τὰ Ἀναγνώσματα

Τς ξδου τ νγνωσμα

(Κεφ. 15, 22-27 & 16, 1)

ξῆρε Μωϋσῆς τοὺς υἱούς, Ἰσραὴλ ἀπὸ θαλάσσης Ἐρυθρᾶς, καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον Σούρ· καὶ ἐπορεύοντο τρεῖς ἡμέρας ἐν τῇ ἐρήμῳ, καὶ οὐχ εὕρισκον ὕδωρ ὥστε πιεῖν. Ἦλθον δὲ εἰς Μερράν, καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἐκ Μερρᾶς· πικρὸν γὰρ ἦν· διὰ τοῦτο ἐπωνομάσθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Πικρία. Καὶ διεγόγγυζεν ὁ λαὸς κατὰ Μωϋσῆ λέγοντες· Τὶ πιώμεθα; Ἐβόησε δὲ Μωϋσῆς πρὸς Κύριον, καὶ ἔδειξεν αὐτῷ Κύριος ξύλον καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάνθη τὸ ὕδωρ· ἐκεῖ ἔθετο αὐτῷ δικαιώματα καὶ κρίσεις, καὶ ἐκεῖ αὐτὸν ἐπείραζε καὶ εἶπεν· Ἐὰν ἀκοῇ ἀκούσῃ Κυρίου τοῦ Θεοῦ σου, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιήσῃς, καὶ ἐνωτίσῃ τὰς ἐντολὰς αὐτοῦ καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ, πᾶσαν νόσον, ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γὰρ εἰμι Κύριος ὁ ἰώμενός σε. Καὶ ἦλθον εἰς Αἰλείμ, καὶ ἦσαν ἐκεῖ δώδεκα πηγαὶ ὑδάτων, καὶ ἑβδομήκοντα στελέχη φοινίκων, παρενέβαλον δὲ ἐκεῖ παρὰ τὰ ὕδατα. Ἀπῆραν δὲ ἐξ Αἰλείμ, καὶ ἦλθε πᾶσα ἡ συναγωγὴ υἱῶν Ἰσραὴλ εἰς τὴν ἔρημον Σίν, ὃ ἐστιν, ἀναμέσον Αἰλείμ, καὶ ἀναμέσον Σινᾶ.

Παροιμιν τ νγνωσμα

(Κεφ. 3, 11-18)

Υἱέ, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ᾿ αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱόν, ὃν παραδέχεται. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστὸς ἐστι πᾶσι τοῖς ἀγαπῶσιν αὐτήν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστι. Μῆκος γὰρ βίου, καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα ἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Αἱ ὁδοὶ αὐτῆς ὁδοὶ καλαί, καὶ πᾶσαι αἱ τρίβοι αὐτῆς μετ᾿ εἰρήνης· Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ' αὐτήν, ὡς ἐπὶ Κύριον ἀσφαλής.

Προφητεας σαου τ Aναγνωσμα

(Κεφ. 60, 11-16)

Τάδε λέγει Κύριος· Ἀνοιχθήσονται αἱ πύλαι σου Ἱερουσαλὴμ ἡμέρας καὶ νυκτὸς οὐ διὰ παντός, κλεισθήσονται, τοῦ εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν, καὶ βασιλεῖς αὐτῶν ἀγομένους. Τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵτινές σοι οὐ δουλεύσουσιν ἀπολοῦνται, καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσονται. Καὶ ἡ δόξα του Λιβάνου πρὸς σὲ ἥξει, ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ, ἅμα δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου, καὶ τὸν τόπον τῶν ποδῶν μου δοξάσω. Καὶ πορεύσονται πρὸς σὲ δεδοικότες οἱ υἱοὶ τῶν ταπεινωσάντων σε, καὶ παροξυνάντων σε, καὶ προσκυνήσουσιν ἐπὶ τὰ ἴχνη τῶν ποδῶν σου πάντες οἱ παροξύναντές σε, καὶ κληθήσῃ Πόλις Κυρίου Σιὼν τοῦ Ἁγίου Ἰσραήλ, διὰ τὸ γεγενῆσθαί σε καταλελειμμένην καὶ μεμισημένην, Καὶ οὐκ ἦν ὁ βοηθῶν σοι· καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεαῖς γενεῶν. Καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος ὁ σῴζων σε, καὶ ὁ ἐξαιρούμενός σε Θες σραλ.

 


·        Ὁ διάκονος:       

·        Εἴπωμεν πάντες ἐξ ὅλης της ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.

·        Κύριε ἐλέησον (ἅπαξ).

·        Κύριε παντοκράτορ ὁ Θεός τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

·        Κύριε ἐλέησον (ἅπαξ).

·        Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

·        Κύριε ἐλέησον (ἐκ τρίτου).

·        Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).

·        Κύριε ἐλέησον (ἐκ τρίτου).

·        Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν , καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

·        Κύριε ἐλέησον (ἐκ τρίτου).

·        Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων του Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.

·        Κύριε ἐλέησον (ἐκ τρίτου)

·        Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.

·        Κύριε ἐλέησον (ἐκ τρίτου)

·        Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.

·        Κύριε ἐλέησον (ἅπαξ)

τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Προεστὼς ἢ ὁ ναγνστης:

μήν. Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μν.

 

·        Ὁ διάκονος:        

·        Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

·        Κύριε ἐλέησον.

·        ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.                                                                                                                                                                                                                                           

·        Κύριε ἐλέησον.

·        Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.

·        Παράσχου Κύριε.

·        γγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα των ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.

·        Παράσχου Κύριε.       

·        Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.

·        Παράσχου Κύριε.

·        Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.

·        Παράσχου Κύριε.

·        Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.

·        Παράσχου Κύριε.

·        Χριστιανὰ τὰ τέλη της ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.

·        Παράσχου Κύριε.

·        Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

·        Σοὶ Κύριε.

τι γαθς κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τοὺς αἰῶνας των αἰώνων.

Χορς: μήν.

 


Εἰρήνη πᾶσι.

Καὶ τῷ πνεύματί σου.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Σοί, Κύριε.

 

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου. Σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ, οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας; οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος, καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν, οὓς διαφύλαξον ἐν παντὶ καιρῷ, καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα, ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργίας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν.

 

Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


πστιχα

Στιχηρ Προσόμοια

χος πλ.α’

ὁ α’ χορός

Χαροις σκητικν

μήν. Χαίροις ὁ ζωηφόρος Σταυρός, τῆς εὐσεβείας τὸ ἀήττητον τρόπαιον, ἡ θύρα τοῦ Παραδείσου, ὁ τῶν πιστῶν στηριγμός, τὸ τῆς Ἐκκλησίας περιτείχισμα· δι᾿ οὗ ἐξηφάνισται, ἡ φθορὰ καὶ κατήργηται, καὶ κατεπόθη, τοῦ θανάτου ἡ δύναμις, καὶ ὑψώθημεν, ἀπὸ γῆς πρὸς οὐράνια. Ὅπλον ἀκαταμάχητον, δαιμόνων ἀντίπαλε, δόξα Μαρτύρων Ὁσίων, ὡς ἀληθῶς ἐγκαλλώπισμα, λιμὴν σωτηρίας, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Στχ. ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

Χαίροις ὁ τοῦ Κυρίου Σταυρός, δι᾿ οὗ ἐλύθη τῆς ἀρᾶς τὸ ἀνθρώπινον, τῆς ὄντως χαρᾶς σημεῖον, ὁ καταράσσων ἐχθρούς, ἐν τῇ σῇ ὑψώσει πανσεβάσμιε· ἡμῶν ἡ βοήθεια, Bασιλέων κραταίωμα, σθένος δικαίων, ἱερέων εὐπρέπεια, ὁ τυπούμενος, καὶ δεινῶν ἐκλυτρούμενος, ῥάβδος ἡ τῆς δυνάμεως, ὑφ᾿ ἧς ποιμαινόμεθα, ὅπλον εἰρήνης ἐν φόβῳ, ὃ περιέπουσιν Ἄγγελοι, Χριστοῦ θεία δόξα, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.


ὁ α’ χορός

Στχ. δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

Χαίροις ὁ τῶν τυφλῶν ὁδηγός, τῶν ἀσθενούντων ἰατρός, ἡ ἀνάστασις, ἁπάντων τῶν τεθνεώτων, ὁ ἀνυψώσας ἡμᾶς, εἰς φθορὰν πεσόντας, Σταυρὲ τίμιε· δι᾿ οὗ διαλέλυται, ἡ φθορὰ καὶ ἐξήνθησεν, ἡ ἀφθαρσία, καὶ βροτοὶ ἐθεώθημεν, καὶ διάβολος, παντελῶς καταβέβληται. Σήμερον ἀνυψούμενον, χερσὶ καθορῶντές σε, Ἀρχιερέων ὑψοῦμεν, τὸν ὑψωθέντα ἐν μέσῳ σου, καὶ σὲ προσκυνοῦμεν, ἀρυόμενοι πλουσίως τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Δξα Πατρί...χος πλ. δ’

ὁ α’ χορός

Κα νν...

ὁ β’ χορός

ωννου Μοναχο

νπερ πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ, τὸν Ἀμαλὴκ καταβαλὼν ἐτροπώσατο· καὶ Δαυΐδ ὁ μελῳδός, ὑποπόδιόν σοι βοῶν, προσκυνεῖσθαι διετάξατο, τίμιον Σταυρόν σου, Χριστὲ ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦντες χείλεσιν ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι ἐν αὐτῷ, ἀνυμνοῦντες βοῶμέν σοι· Κύριε σὺν τῷ Ληστῇ τῆς βασιλείας σου ξωσον μς.

 

προεστὼς: Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων των λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

 


ναγνστης: γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ').

Δξα Πατρὶ... Κα νν...

·        Παναγία Τριάς, ἐλέησον ἡμᾶς.

·        Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,

·        Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.

·        γιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δξα Πατρί... Κα νν...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ὁ ἱερεύς:

τι σοῦ στν βασιλεα κα δναμις κα δξα τοῦ Πατρς κα τοῦ Υο κα τοῦ γου Πνεματος, νν κα ε κα ες τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός

πολυτκιον  χος α’

μήν. Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

ὁ β’ χορὸς

Σῶσον Κύριε τὸν λαόν σου...

ὁ α’ χορὸς

Σῶσον Κύριε τὸν λαόν σου...

 

πόλυσις

«...῾Ο ἀναστὰς ἐκ νεκρῶν, Χριστός ὁ ἀληθινός...».

Δι’εὐχῶν...

μήν.

 

Τῌ ΙΔ ΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

παγκσμιος ψωσις το τιμου κα ζωοποιο Σταυρο.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον...

Συναπτὴ μεγάλη

κα

κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα...

χος α’

ὁ α’ χορὸς

μήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ. α'. ξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 

ὁ α’ χορὸς

Στχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...

ὁ β’ χορὸς

Στχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 

ὁ α’ χορός

Ἀπολυτίκιον  Ἦχος α'

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

ὁ β’ χορὸς

Σῶσον Κύριε τὸν λαόν σου...

ὁ α’ χορὸς

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων δι το Σταυρο σου πολτευμα.


 

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος...

Μετ τν α' Στιχολογαν

Κθισμα
χος α'

ὁ α’ χορὸς

Το λθου σφραγισθντος

Τοῦ Σταυροῦ σου τὸ ξύλον προσκυνοῦμεν Φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης ἡ Ζωὴ τῶν ἁπάντων. Παράδεισον ἠνέῳξας Σωτήρ, τῷ πίστει προσελθόντι σοι λῃστῇ΄ καὶ τρυφῆς κατηξιώθη, ὁμολογῶν σοι, Μνήσθητί μου Κύριε. Δέξαι ὥσπερ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας΄ Ἡμάρτομεν, πάντες τῇ εὐσπλαγχνίᾳ σου, μὴ ὑπερίδῃς ἡμᾶς.

ὁ β’ χορὸς

Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον

Τοῦ Σταυροῦ σου τὸ ξύλον…

Μετ τν β' Στιχολογαν

Κθισμα

ὁ α’ χορὸς

χος πλ. β'

Μόνον ἐπάγη τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθη τοῦ θανάτου Κύριε΄ ὃν γὰρ κατέπιε πόθῳ ὁ ᾍδης, ἀπήμεσε τρόμῳ΄ ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε, καὶ δοξολογοῦμέν σε, Υἱὲ Θεοῦ, ἐλέησον ἡμᾶς.

 ὁ β’ χορὸς

Δξα Πατρὶ... Κα νν... Τ ατ

Μόνον ἐπάγη τὸ ξύλον...

Μετ τν Πολυλεον

Κθισμα

ὁ α’ χορὸς

χος πλ. δ' - Τ προσταχθν

Προδιετύπου μυστικῶς πάλαι τῷ χρόνῳ, ὁ Ἰησοῦς ὁ τοῦ Ναυῆ, Σταυροῦ τὸν τύπον, ὡς τὰς χεῖρας ἐξέτεινε σταυροφανῶς Σωτήρ μου΄ καὶ ἔστη ὁ ἥλιος ἕως ἐχθρούς, ἀνεῖλεν, ἀνθισταμένους σοὶ τῷ Θεῷ, νῦν δὲ οὗτος ἐσκότισται, ἐπὶ Σταυροῦ σε ὁρῶν, θανάτου κράτος λύοντα, καὶ τὸν ᾍδην σκυλεύοντα.

 ὁ β’ χορὸς

Δξα Πατρὶ... Κα νν... Τ ατ

Προδιετύπου μυστικῶς...


 

Τὸ α' Ἀντίφωνον τοῦ δ’  Ἤχου.    

ὁ α’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρί...

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν...

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον  Ἦχος δ

ὁ α’ χορὸς

Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.

 ὁ β’ χορὸς

Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.

ὁ α’ χορὸς

Στχ. σατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον το Θεο μν.


Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου

ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον

ὁ Ἱερεὺς: τι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ...

ὁ α’ χορὸς

Ἦχος β’

μήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α’ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

 

ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς...

ὁ α’ χορὸς

Κύριε, ἐλέησον (γ’)

ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι. 

ὁ β’ Χορὸς

Καὶ τῷ Πνεύματί σου.

ὁ Ἱερεὺς: κ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα΄

ὁ Διάκονος: Πρόσχωμεν.

ὁ α’ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.

Τῆς ῾Εορτῆς· (᾽Ιωαν. ιβ´ 28-36).

Εἶπεν ὁ Κύριος΄ Πάτερ, δόξασόν σου τὸ ὄνομα. Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω.  Ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· Ἄγγελος αὐτῷ λελάληκεν.  Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν· Οὐ δι’ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν, ἀλλὰ δι’ ὑμᾶς.  Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.  Τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν.  Ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς σὺ λέγεις, δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; Τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου;  Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ’ ὑμῶν ἐστι· περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει.  Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς ἵνα υο φωτς γνησθε.

ὁ α χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.


Προεστὼς Ἀναγνώστης

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.


Ν’ ψαλμὸς (χῦμα)


ὁ α’ χορὸς

Δξα Πατρί... Ἦχος β’

Σύ μου σκέπη κραταιὰ ὑπάρχεις, ὁ τριμερὴς Σταυρὸς τοῦ Χριστοῦ, ἁγίασόν με τῇ δυνάμει σου, ἵνα πίστει καὶ πόθῳ, προσκυνῶ καὶ δοξάζω σε.

ὁ β χορὸς

Κα νν...

Σύ μου σκέπη κραταιὰ ὑπάρχεις, ὁ τριμερὴς Σταυρὸς τοῦ Χριστοῦ, ἁγίασόν με τῇ δυνάμει σου, ἵνα πίστει καὶ πόθῳ, προσκυνῶ καὶ δοξάζω σε.

ὁ α’ χορὸς

Πεντηκοστάριον. Ἦχος πλ.β’

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Σταυρὲ τοῦ Χριστοῦ, Χριστιανῶν ἡ ἐλπίς, πεπλανημένων ὁδηγέ, χειμαζομένων λιμήν, ἐν πολέμοις νῖκος, οἰκουμένης ἀσφάλεια, ἀσθενούντων ἰατρέ, νεκρῶν ἡ ἀνάστασις, ἐλέησον μς.


Σῶσον Θεὸς τὸν λαὸν σου... Ἐλέει καὶ οἰκτιρμοῖς...


Κανν, ὃς τήνδε τὴν ἀκροστιχίδα φέρει.

Σταυρ πεποιθς, μνον ξερεγομαι.

Ποίημα τοῦ Κυρίου Κοσμᾶ.

δ α'

  αχορὸς

 χος πλ. δ’  Ερμς

Σταυρὸν χαράξας Μωσῆς, ἐπ' εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι΄ τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν΄ ἐπ' εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον΄ διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν΄ ὅτι δεδόξασται.

βχορός

Σταυρὸν χαράξας Μωσῆς...

αχορὸς

Τὸν τύπον πάλαι Μωσῆς, τοῦ ἀχράντου πάθους, ἐν ἑαυτῷ προέφηνε, τῶν ἱερῶν μεσούμενος. Σταυρῷ δὲ σχηματισθείς, τεταμέναις τρόπαιον, παλάμαις ἤγειρε, τὸ κράτος διολέσας, Ἀμαλὴκ τοῦ πανώλους, διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

βχορός

Τὸν τύπον πάλαι Μωσῆς...

 

αχορὸς

Δξα Πατρί...

νέθηκε Μωϋσῆς, ἐπὶ στήλης ἄκος, φθοροποιοῦ λυτήριον, καὶ ἰοβόλου δήγματος, καὶ ξύλῳ τύπῳ Σταυροῦ, τὸν πρὸς γῆν συρόμενον, ὄφιν προσέδησεν, ἐγκάρσιον ἐν τούτῳ, θριαμβεύσας τὸ πῆμα΄ διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

βχορός

Κα νν...

πέδειξεν οὐρανός, τοῦ Σταυροῦ τὸ τρόπαιον, τῷ εὐσεβείας κράτορι, καὶ Βασιλεῖ θεόφρονι, ἐχθρῶν ἐν ᾧ δυσμενῶν, κατεβλήθη φρύαγμα΄ ἀπάτη ἀνετράπη δέ, καὶ πίστις ἐφηπλώθη, γῆς τοῖς πέρασι θεία΄ διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

δ γ'

 ὁ α’ χορὸς

  Ερμς

άβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται΄ τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα΄ τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησία νῦν, ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.

βχορός

άβδος εἰς τύπον τοῦ μυστηρίου...

αχορὸς

ς ἐπαφῆκε ῥαπιζομένη ὕδωρ ἀκρότομος, ἀπειθοῦντι λαῷ, καὶ σκληροκαρδίῳ, τῆς θεοκλήτου ἐδήλου, Ἐκκλησίας τὸ μυστήριον, ἧς ὁ Σταυρός, τὸ κράτος καὶ στερέωμα.

βχορός

ς ἐπαφῆκε ῥαπιζομένη...

αχορὸς

Δξα Πατρὶ...

Πλευρᾶς ἀχράντου λόγχῃ τρωθείσης, ὕδωρ σὺν αἵματι ἐξεβλήθη, ἐγκαινίζον διαθήκην, καὶ ῥυπτικὸν ἁμαρτίας, τῶν πιστῶν γὰρ Σταυρὸς καύχημα, καὶ Βασιλέων κράτος καὶ στερέωμα.

βχορός

Κα νν...

Πλευρᾶς ἀχράντου λόγχῃ τρωθείσης...


 

Συναπτ μικρ κα  κφνησις

 Ὅτι σ ε Θες μν...

Κθισμα

  βχορός

  χος πλ. δ' - Τ προσταχθν

ν Παραδείσῳ με τὸ πρίν, ξύλον ἐγύμνωσεν, οὗπερ τῇ γεύσει, ὁ ἐχθρὸς εἰσφέρει νέκρωσιν΄ τοῦ Σταυροῦ δὲ τὸ ξύλον, τῆς ζωῆς τὸ ἔνδυμα, ἀνθρώποις φέρον, ἐπάγη ἐπὶ τῆς γῆς, καὶ κόσμος ὅλος ἐπλήσθη πάσης χαρᾶς΄ ὃν ὁρῶντες ὑψούμενον, Θεῷ ἐν πίστει λαοί, συμφώνως ἀνακράξωμεν΄...

αχορὸς

...Πλήρης δόξης ὁ οἶκός σου.

δ δ'

 ὁ β’ χορός

Ερμς

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα. 

αχορὸς

Εἰσακήκοα Κύριε,...

ὁ β’ χορός

Πικρογόνους μετέβαλε, ξύλῳ Μωϋσῆς πηγὰς ἐν ἐρήμῳ πάλαι, τῷ Σταυρῷ πρὸς τὴν εὐσέβειαν, τῶν ἐθνῶν προφαίνων τὴν μετάθεσιν.

αχορὸς

βυθῷ κολπωσάμενος, τέμνουσαν ἀνέδωκεν Ἰορδάνης ξύλῳ, τῷ Σταυρῷ καὶ τῷ Βαπτίσματι, τὴν τομὴν τῆς πλάνης τεκμαιρόμενος.

βχορός

Δξα Πατρὶ...

ερῶς προστοιβάζεται, ὁ τετραμερὴς λαὸς προηγούμενος, τῆς ἐν τύπῳ μαρτυρίου σκηνῆς, σταυροτύποις τάξεσι κλεϊζόμενος.

 ὁ α’ χορὸς

Κα νν...

Θαυμαστῶς ἐφαπλούμενος, τὰς ἡλιακὰς βολὰς ἐξηκόντισεν, ὁ Σταυρός, καὶ διηγήσαντο...

βχορός

...οὐρανοὶ τὴν δόξαν τοῦ Θεοῦ ἡμῶν.

 

δ ε'

 ὁ α’ χορὸς

  Ερμς

τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος΄ δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί΄ τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

βχορός

τρισμακάριστον ξύλον!...

αχορὸς

Σὲ τὸ ἀοίδιμον ξύλον, ἐν ᾧ ἐτάθη Χριστός, τὴν Ἐδὲμ φυλάττουσα, στρεφομένη ῥομφαία, Σταυρὲ ᾐδέσθη, τὸ φρικτὸν δὲ Χερουβίμ, εἶξε τῷ σοὶ παγέντι Χριστῷ, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

βχορός

 

Σὲ τὸ ἀοίδιμον ξύλον...

αχορὸς

Δξα Πατρὶ...

ποχθονίων δυνάμεις, ἀντίπαλοι τοῦ Σταυροῦ, φρίττουσι χαραττόμενον, τὸ σημεῖον ἐν ἀέρι ᾧ πολοῦσιν΄ οὐρανίων γηγενῶν, γένος δὲ γόνυ κάμπτει Χριστῷ, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

 ὁ β’ χορός

Κα νν...  

Μαρμαρυγαῖς ἀκηράτοις, φανεὶς ὁ θεῖος Σταυρός, ἐσκοτισμένοις ἔθνεσι, τοῖς ἐν πλάνῃ ἀπάτης τὸ θεῖον φέγγος, ἀπαστράψας οἰκειοῖ, τῷ ἐν αὐτῷ παγέντι Χριστῷ, τῷ παρέχοντι...

αχορὸς

...τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

δ ς

βχορός

  Ερμς

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς΄ ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος. 

αχορὸς

Νοτίου θηρὸς ἐν σπλάγχνοις...

 

βχορός

γήρᾳ καμφθείς, καὶ νόσῳ τρυχωθείς, ἀνωρθοῦτο, Ἰακὼβ χεῖρας ἀμείψας, τὴν ἐνέργειαν φαίνων τοῦ ζωηφόρου Σταυροῦ, τὴν παλαιότητα καὶ γάρ, τοῦ νομικοῦ σκιώδους, γράμματος ἐκαινογράφησεν, ὁ ἐν τούτῳ σαρκὶ προσπαγεὶς Θεός, καὶ τὴν ψυχόλεθρον νόσον, τῆς πλάνης ἀπήλασε.

ὁ α’ χορὸς

γήρᾳ καμφθείς...

βχορός

Δξα Πατρί...

Νεαζούσαις θεὶς παλάμας, ὁ θεῖος Ἰσραήλ, σταυροειδῶς κάραις ἐδήλου, ὡς πρεσβύτερον κλέος ὁ νομολάτρης λαός΄ ὑποπτευθεὶς ὅθεν οὕτως ἐξηπατῆσθαι, οὐκ ἠλλοίωσε τὸν ζωηφόρον τύπον΄ ὑπερέξει λαὸς γὰρ Χριστοῦ τοῦ Θεοῦ, νεοπαγὴς ἀνεβόα, Σταυρῷ τειχιζόμενος.

ὁ α’ χορὸς

Κα νν...

Νεαζούσαις θεὶς παλάμας...


Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες...

Κοντκιον 
Ατμελον  χος δ'

ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός. Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, πλον ερνης, ἀήττητον τρπαιον.

Οκος

μετὰ τρίτον οὐρανὸν ἀρθεὶς ἐν Παραδείσῳ, καὶ ῥήματα τὰ ἄῤῥητα καὶ θεῖα, ἃ οὐκ ἐξὸν γλώσσαις λαλεῖν, τί τοῖς Γαλάταις γράφει, ὡς ἐρασταὶ τῶν Γραφῶν, ἀνέγνωτε καὶ ἔγνωτε΄ Ἐμοί, φησί, καυχᾶσθαι μὴ γένοιτο, πλὴν εἰ μὴ ἐν μόνῳ τῷ Σταυρῷ τῷ τοῦ Κυρίου, ἐν ᾧ παθών, ἔκτεινε τὰ πάθη. Αὐτὸν οὖν καὶ ἡμεῖς βεβαίως κρατῶμεν τοῦ Κυρίου τὸν Σταυρὸν καύχημα πάντες΄ ἔστι γὰρ σωτήριον ἡμῖν τοῦτο τὸ ξύλον, πλον ερνης ἀήττητον τρπαιον.

Συναξριον

Τ ΙΔ' το ατο μηνς, ἡ παγκόσμιος Ὕψωσις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ.

Στίχοι

·        Τὰς ἐν λάρυγγι Σῶτερ ὑψώσεις φέρει,

·        ψούμενον βλέπουσα τὸν Σταυρὸν κτίσις.

·        ψώθη δεκάτῃ, Σταυροῦ ξύλον, ἡ δὲ τετάρτῃ.

 

     Τῇ αὐτῇ ἡμέρᾳ, ἡ κοίμησις τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου΄ ἐν ταύτῃ γὰρ ἀνεπαύσατο, ἀλλὰ διὰ τήν Ἑορτὴν τοῦ Τιμίου Σταυροῦ μετετέθη ἡ τούτου Ἑορτὴ εἰς τὸν Νοέμβριον μῆνα.

 

     Καὶ μνήμη τῆς εὐσεβεστάτης Βασιλίσσης Πλακίλλης, συζύγου γενομένης τοῦ μεγάλου βασιλέως Θεοδοσίου.

Στίχοι

·        Φθαρτὸν λιποῦσα στέμμα γῆς ἡ Πλακίλλα,

·        Ἐν οὐρανοῖς ἄφθαρτον εὕρηκε στέφος.

 

     Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, τῶν συνελθόντων ἐν τῇ Ἁγίᾳ καὶ Οἰκουμενικῇ Ἕκτῃ Συνόδῳ, ἐπὶ τῆς Βασιλείας Κωνσταντίνου τοῦ Πωγωνάτου, υἱοῦ Ἰουστινιανοῦ τοῦ δευτέρου, τοῦ καλουμένου Ῥινοτμήτου, Σεργίου τὴν Ἐκκλησίαν Κωνσταντινουπόλεως ἰθύνοντος, καὶ Ἀγάθωνος τῶν Ῥωμαίων. Ἠθροίσθη δὲ ἐν τῷ Τρούλλῳ τοῦ Παλατίου, τῷ λεγομένῳ, Ὠάτῳ, ἀναθέματι καθυποβαλοῦσα Σέργιον, καὶ Πύῤῥον, καὶ Πέτρον, καὶ Παῦλον, Ἐπισκόπους γενομένους Κωνσταντινουπόλεως, Mακρόβιόν τε τὸν Ἀντιοχείας, καὶ Κῦρον τὸν Ἀλεξανδρείας, καὶ Ὀνώριον τὸν Ῥώμης, Στέφανόν τε καὶ Πολυχρόνιον, καὶ τοὺς σὺν αὐτοῖς. Ἥτις Ἁγία Σύνοδος ἐπὶ μὲν τοῦ δηλωθέντος Κωνσταντίνου τοῦ Πωγωνάτου συνηθροίσθη, ἡ δὲ τῶν Κανόνων ἔκδοσις ἐπὶ Ἰουστινιανοῦ τοῦ υἱοῦ αὐτοῦ γέγονε.

 

     Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πάπα.

Στχοι

·        ᾘδεῖτο Πάπας πρὸς τὰ στίγματα στένειν,

·        Βοηθὸν ἐγγὺς τὸν Θεὸν κεκτημένος.

 

     Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεοκλῆς ξίφει τελειοῦται.

Στχοι

·        Πρὸς κλῆσιν ἥκει καὶ Θεοκλῆς τὴν ἄνω,

·        Ἔχων ὄχημα τὴν τομὴν τὴν ἐκ ξίφους.

 

     Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Βαλεριανός, τὸ νήπιον, ξίφει τελειοῦται.

Στχοι

·        Βαλεριανῷ τῷ μικρῷ Θεὸς μέγας,

·        Ἐν οὐρανῷ δέδωκε πάμμεγα στέφος.

 

     ἅγιος νέος ὁσιομάρτυς Μακάριος, ὁ ἐν Θεσσαλονίκῃ μαρτυρήσας κατὰ τὸ 1527, ὁ καὶ μαθητὴς χρηματίσας τοῦ Πατριάρχου Κωνσταντινουπόλεως Νήφωνος, ξίφει τελειοῦται.

 

     Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. μήν.


ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδ α'  χος πλ. δ'

Σταυρὸν χαράξας Μωσῆς, ἐπ' εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι΄ τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ' εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον΄ διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται. 

ὁ β’ χορὸς

 ᾠδ γ' 

άβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται΄ τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα. Τῇ στειρευούσῃ δὲ πρῴην Ἐκκλησία νῦν ἐξήνθησε, ξύλον Σταυροῦ,...

ὁ α’ χορός

...εἰς κράτος καὶ στερέωμα.

ὁ β’ χορὸς

ᾠδ δ'

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα. 

ὁ α’ χορός

ᾠδ ε'

τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος΄ δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί΄ τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

ὁ β’ χορὸς

ᾠδ Ϛ

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς΄ ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.

ὁ α’ χορός

ᾠδ ζ’

κνοον πρόσταγμα τυράννου, δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς΄ ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε,  θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον΄ ἀλλ' ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον΄ Ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. 

ὁ β’ χορὸς

ᾠδ η'

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν΄ ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα΄ καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον ες τος αἰῶνας.


Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός...

Τιμιωτρα ο στιχολογεται

 δ θ

ὁ α’ χορὸς

Ερμς

Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν.  

ὁ β’ χορός

Μυστικὸς εἶ Θεοτόκε Παράδεισος...

ὁ α’ χορὸς

γαλλέσθω τὰ δρυμοῦ ξύλα σύμπαντα, ἁγιασθείσης τῆς φύσεως αὐτῶν, ὑφ' οὗ περ ἐξ ἀρχῆς, ἐφυτεύθη Χριστοῦ, τανυθέντος ἐν ξύλῳ΄ δι' οὗ νῦν ὑψουμένου, προσκυνοῦμεν αὐτὸν καὶ μεγαλύνομεν.

ὁ β’ χορός

ερὸν ἠγέρθη κέρας θεόφρoσι, τῆς κεφαλῆς τῶν ἁπάντων ὁ Σταυρός, ἐν ᾧ ἁμαρτωλῶν νοουμένων, συνθλῶνται τὰ κέρατα πάντα΄ δι' οὗ νῦν ὑψουμένoυ, προσκυνοῦμεν αὐτὸν καὶ μεγαλύνομεν.

ὁ α’ χορὸς

  Ερμς δεύτερος

διὰ βρώσεως τοῦ ξύλου, τῷ γένει προσγενόμενoς θάνατος, διὰ Σταυροῦ κατήργηται σήμερον, τῆς γὰρ Προμήτορος ἡ παγγενὴς κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος, ἣν πᾶσαι αἱ Δυνάμεις, τῶν οὐρανῶν μεγαλύνουσι.

ὁ β’ χορός

Μὴ τὴν πικρίαν τὴν τοῦ ξύλου, ἐάσας ἀναιρέσιμον Κύριε, διὰ Σταυροῦ τελείως ἐξήλειψας, ὅθεν καὶ ξύλον ἔλυσε ποτέ, πικρίαν ὑδάτων Μεῤῥᾶς, προτυποῦν τοῦ Σταυροῦ τὴν ἐνέργειαν΄ ἣν πᾶσαι αἱ Δυνάμεις, τῶν οὐρανῶν μεγαλύνουσιν.

 

αχορὸς

Δξα Πατρί...

διαλείπτως βαπτομένους, τῷ ζόφῳ τοῦ προπάτορος Κύριε, διὰ Σταυροῦ ἀνύψωσας σήμερον, ὡς γὰρ τῇ πλάνῃ ἄγαν ἀκρατῶς, ἡ φύσις προκατηνέχθη, παγκλήρως ἡμᾶς πάλιν ἀνώρθωσε, τὸ φῶς τὸ τοῦ Σταυροῦ σου, ὃν οἱ πιστοὶ μεγαλύνομεν.

ὁ β’ χορός

Κα νν...

να τὸν τύπον ὑποδείξῃς, τῷ κόσμῳ προσκυνούμενον Κύριε, τόν τοῦ Σταυροῦ ἐν πᾶσιν ὡς ἔνδοξον, ἐν οὐρανῷ ἐμόρφωσας, φωτὶ ἀπλέτῳ ἠγλαϊσμένον, Βασιλεῖ πανοπλίαν ἀήττητον΄ ἣν πᾶσαι αἱ Δυνάμεις, τῶν οὐρανῶν μεγαλύνουσιν.

ὁ α’ χορὸς

Καταβασίαι

Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν.  

ὁ β’ χορός

διὰ βρώσεως τοῦ ξύλου, τῷ γένει προσγενόμενoς θάνατος, διὰ Σταυροῦ κατήργηται σήμερον, τῆς γὰρ Προμήτορος ἡ παγγενὴς κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος, ἣν πᾶσαι αἱ Δυνάμεις, τν ορανν μεγαλύνουσι.


Συναπτ μικρκα  κφνησις

τι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...

ξαποστειλριον

ὁ α’ χορὸς

χος β' - Τν μαθητν ρντων σε

Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης΄ Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας΄ Σταυρός, βασιλέων τὸ κραταίωμα΄ Σταυρός, πιστῶν τὸ στήριγμα΄ Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.

ὁ β’ χορὸς

Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης...

ὁ α’ χορὸς

Γυνακες κουτσθητε

Σταυρὸς ὑψοῦται σήμερον, καὶ κόσμος ἁγιάζεται, ὁ γὰρ Πατρὶ συνεδρεύων, καὶ Πνεύματι τῷ Ἁγίῳ, ἐν τούτῳ χεῖρας ἁπλώσας, τὸν κόσμον ὅλον εἵλκυσας, πρὸς σήν Χριστὲ ἐπίγνωσιν, τοὺς οὖν εἰς σὲ πεποιθότας…

 ὁ β’ χορὸς

θείας ξωσον δξης.


ΑΙΝΟΙ

Ἦχος πλ. δ’

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

το παραδξου θαματος

τοῦ παραδόξου θαύματος! τὸ ζωηφόρον φυτόν, ὁ Σταυρὸς ὁ πανάγιος, εἰς ὕψος αἰρόμενος, ἐμφανίζεται σήμερον, δοξολογοῦσι πάντα τὰ πέρατα, ἐκδειματοῦνται δαίμονες ἅπαντες, ὢ οἷον δώρημα, τοῖς βροτοῖς κεχάρισται! δι' οὗ Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

τοῦ παραδόξου θαύματος! τὸ ζωηφόρον φυτόν...

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

τοῦ παραδόξου θαύματος! ὡς βότρυν πλήρη ζωῆς, ὁ βαστάσας τὸν ὕψιστον, ἀπὸ γῆς ὑψούμενος, Σταυρὸς ὁρᾶται σήμερον, δι' οὗ πρὸς Θεὸν πάντες εἱλκύσθημεν, καὶ κατεπόθη εἰς τέλος θάνατος. Ὢ ξύλον ἄχραντον! ὑφ' οὗ ἀπολαύομεν τῆς ἐν Ἐδέμ, ἀθανάτου βρώσεως, Χριστὸν δοξάζοντες.

  β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

τοῦ παραδόξου θαύματος! εὖρος καὶ μῆκος Σταυροῦ, οὐρανοῦ ἰσοστάσιον, ὅτι θείᾳ χάριτι, ἁγιάζει τὰ σύμπαντα, ἐν τούτῳ ἔθνη βάρβαρα ἥττηνται, ἐν τούτῳ σκῆπτρα ἀνάκτων ἥδρασται. Ὢ θείας κλίμακος! δι' ἧς ἀνατρέχομεν εἰς οὐρανούς, ὑψοῦντες ἐν ᾄσμασι, Χριστὸν τὸν Κύριον.

 

ὁ α’ χορός

χος πλ.β’

Δξα Πατρί καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

ὁ β’ χορός

Κα νν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ α’ χορός

Σήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου, καὶ πιστοὶ εἰσδέχονται αὐτὸν ἐκ πόθου, καὶ λαμβάνουσιν ἰάματα ψυχῆς τε καὶ σώματος, καὶ πάσης μαλακίας. Αὐτὸν ἀσπασώμεθα τῇ χαρᾷ καὶ τῷ φόβῳ΄ φόβῳ διὰ τὴν ἁμαρτίαν, ὡς ἀνάξιοι ὄντες΄ χαρᾷ δὲ διὰ τὴν σωτηρίαν, ἣν παρέχει τῷ κόσμῳ, ὁ ἐν αὐτῷ προσπαγεὶς Χριστὸς ὁ Κύριος...

ὁ β’ χορός

... χων τ μγα λεος.


Δοξολογία Μεγάλη

εἰς ἦχον δ’ ( ΑΓΙΑ, Ἀργή )

ὁ α’ χορός

Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
 

 

ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

γιος ὁ Θεός,
ὁ β’ χορός

γιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

 

Εἰς τό· «Δόξα Πατρί» τοῦ· «῞Αγιος ὁ Θεός» τῆς Δοξολογίας ὁ ῾Ιερεύς λαμβάνει τό θυμιατὸν καί θυμιᾷ ἐννεάκις τὸν ἐπὶ τῆς ῾Αγίας Τραπέζης εὑρισκόμενον ηὐτρεπισμένον διὰ βασιλικοῦ Τίμιον Σταυρὸν καί ποιεῖ τρεῖς μετανοίας. Μετὰ τό· «Καί νῦν» τοῦ· «῞Αγιος ὁ Θεός» τῆς Δοξολογίας οἱ Χοροὶ συγκεντρούμενοι πρὸ τῆς Βορείου Πύλης τοῦ ῾Ιεροῦ Βήματος ψάλλουσιν τὸ ᾀσματικόν· «῞Αγιος ὁ Θεός» καὶ ἄρχεται ἡ περιφορὰ τοῦ Τιμίου Σταυροῦ, προπορευομένων τῶν Λαμπαδούχων μετὰ ἑξαπτερύγων-πλὴν τοῦ Σταυροῦ- καὶ τῶν ῾Ιεροψαλτῶν. ῾Ο ῾Ιερεὺς αἴρει ἐπὶ τῆς κεφαλῆς αὐτοῦ τὸν δίσκον μετὰ τοῦ Τιμίου Σταυροῦ.῾Η πομπή, ὅταν φθάσῃ εἰς τὸ μέσον τοῦ Σολέα, περιφέρεται τρὶς πέριξ τοῦ τρισκελίου. ᾽Ακολούθως ὁ ῾Ιερεὺς κρατῶν εἰς τὰς χεῖρας τὸν δίσκον ἐκφωνεῖ τό· «Σοφία· ᾽Ορθοί» καί ἐν συνεχείᾳ τίθησι τόν δίσκον ἐπί τοῦ τρισκελίου καί λαβών τό θυμιατὸν καί θυμιῶν κυκλοτερῶς τοῦ τρισκελίου τόν Τίμιον Σταυρόν ψάλλει τό· «Σῶσον, Κύριε, τόν λαόν σου...», ὅπερ ἐπαναλαμβάνουσιν οἱ δύο Χοροί.

Λαβὼν ἐν συνεχείᾳ ἀπὸ τὸν δίσκον τὸν Τίμιον Σταυρὸν μετὰ κλάδων βασιλικοῦ, κρατεῖ αὐτὸν ὑψηλὰ καί ἐκφωνεῖ· «᾽Ελέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου...». Οἱ Χοροί ψάλλουσι μ´ φορὰς τό «Κύριε, ἐλέησον». ῾Ο Διάκονος ἤ ἄλλος τις, ῥαντίζει μὲ κανίον τὸν ὑπὸ τοῦ ῾Ιερέως κρατούμενον τίμιον Σταυρὸν καὶ βασιλικὸν καί κλίνει μέχρι τοῦ ἐδάφους καὶ κατ' ὀλίγον ἀνίσταται. ᾽Ελθὼν πρὸς τὰ δεξιὰ τοῦ τρισκελίου, βλέπων πρὸς βοῤῥᾶν ἐκφωνεῖ· «῎Ετι δεόμεθα ὑπέρ τῶν εὐσεβῶν καὶ ᾽Ορθοδόξων Χριστιανῶν» καὶ ποιεῖ τὴν β´ ῞Υψωσιν. ᾽Ελθὼν εἰς τὴν ἀνατολικὴν πλευρὰν καὶ βλέπων πρός δυσμάς ἐκφωνεῖ· «῎Ετι δεόμεθα ὑπέρ τοῦ ᾽Αρχιεπισκόπου ἡμῶν...» καὶ ποιεῖ τὴν γ´ ῞Υψωσιν. ᾽Ελθὼν πρὸς βοῤῥᾶν (ἀριστερά) ἐκφωνεῖ· «῎Ετι δεόμεθα ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας... τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν τοῦ ἱεροῦ Ναοῦ τούτου» καὶ ποιεῖ τὴν δ´ ῞Υψωσιν. ᾽Ελθὼν δὲ πάλιν πρὸ τοῦ τρισκελίου καὶ βλέπων πρὸς ἀνατολὰς ἐκφωνεῖ· «῎Ετι δεόμεθα ὑπὲρ πάσης ψυχῆς Χριστιανῶν ᾽Ορθοδόξων, ὑγείας τε καί σωτηρίας καί ἀφέσεως τῶν ἁμαρτιῶν αὐτῶν» καὶ ποιεῖ τὴν ε´ ῞Υψωσιν. Μετὰ τό· «Κύριε, ἐλέησον...» τίθησι τὸν Τίμιον Σταυρὸν καὶ τὸν βασιλικὸν ἐπὶ τοῦ δίσκου. Εἶτα ὁ ῾Ιερεὺς ἤ ὁ ᾽Αρχιερεύς, (ὅστις ἄν ᾖ χοροστατῶν) κατέρχεται τοῦ θρόνου, λαμβάνει ἐκ τοῦ δίσκου τὸν Τίμιον Σταυρὸν μετὰ κλάδων βασιλικοῦ, ὑψώνει τοῦτον καὶ ψάλλει τὸ Κοντάκιον· «῾Ο ὑψωθείς ἐν τῷ Σταυρῷ...». Εἶτα ἀποθέτει αὐτὸν ἐπὶ τοῦ δίσκου, ποιεῖ τρεῖς μετανοίας μετὰ Σταυροῦ, ἀσπάζεται τὸν Τίμιον Σταυρὸν καὶ ψάλλει ἅπαξ· «Τὸν Σταυρὸν Σου προσκυνοῦμεν, Δέσποτα...», ὅπερ ἐπαναλαμβάνει ἀνὰ μίαν καὶ ἑκάτερος τῶν χορῶν καὶ γίνεται ὑπὸ τοῦ λαοῦ ἡ προσκύνησις τοῦ Τιμίου Σταυροῦ, τῶν Χορῶν ψαλλόντων τὰ ᾽Ιδιόμελα· «Δεῦτε, πιστοί...», κτλ. 

β’ χορός

χος β'

Δεῦτε πιστοί, τὸ ζωοποιὸν ξύλον προσκυνήσωμεν, ἐν ᾧ Χριστὸς ὁ Βασιλεὺς τῆς δόξης, ἑκουσίως χείρας ἐκτείνας, ὕψωσεν ἡμᾶς εἰς τὴν ἀρχαίαν μακαριότητα, οὕς πρὶν ὁ ἐχθρός, δι' ἡδονῆς συλήσας, ἐξορίστους Θεοῦ πεποίηκε. Δεῦτε πιστοί, ξύλον προσκυνήσωμεν, δι' οὗ ἠξιώθημεν, τῶν ἀοράτων ἐχθρῶν συντρίβειν τὰς κάρας. Δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, τὸν Σταυρὸν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν. Χαίροις Σταυρὲ τοῦ πεσόντος Ἀδὰμ ἡ τελεία λύτρωσις. Ἐν σοὶ οἱ πιστότατοι βασιλεῖς ἡμῶν καυχῶνται, ὡς τῇ σῇ δυνάμει, Ἰσμαηλίτην λαὸν κραταιῶς ὑποτάττοντες. Σὲ νῦν μετὰ φόβου Χριστιανοὶ ἀσπαζόμενοι, τὸν ἐν σοὶ προσπαγέντα Θεὸν δοξάζομεν λέγοντες΄ Κύριε, ὁ ἐν αὐτῷ σταυρωθείς, ἐλέησον ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

α’ χορός

χος πλ. α'

Δεῦτε λαοί, τὸ παράδοξον θαῦμα καθορῶντες, τοῦ Σταυροῦ τὴν δύναμιν προσκυνήσωμεν΄ ὅτι ξύλον ἐν Παραδείσῳ θάνατον ἐβλάστησε, τὸ δέ, τὴν ζωὴν ἐξήνθησεν, ἀναμάρτητον ἔχον προσηλωμένον τὸν Κύριον, ἐξ οὗ πάντα τὰ ἔθνη, ἀφθαρσίαν τρυγῶντες κραυγάζομεν, ὁ διὰ Σταυροῦ θάνατον καταργήσας, καὶ ἡμᾶς ἐλευθερώσας, δόξα σοι.

β’ χορός

ατς

φωνὴ τῶν Προφητῶν σου, Ἡσαΐου καὶ Δαυΐδ, ἐπληρώθη ὁ Θεός, ἡ λέγουσα΄ Ἥξουσι πάντα τὰ ἔθνη Κύριε, καὶ προσκυνήσουσιν ἐνώπιόν σου΄ ἰδοὺ γὰρ ὁ λαός, ὅς τῆς σῆς ἀγαθὲ χάριτος πεπλήρωται, ἐν ταῖς αὐλαῖς σου Ἱερουσαλήμ, ὁ Σταυρὸν ὑπομείνας ὑπὲρ ἡμῶν, καὶ τῇ ἀναστάσει σου ζωοποιῶν, φύλαξον καὶ σῶσον ἡμᾶς.

α’ χορός

χος πλ. β'

Σήμερον τὸ φυτὸν τῆς ζωῆς, ἐκ τῶν τῆς γῆς ἀδύτων ἀνιστάμενον, τοῦ ἐν αὐτῷ παγέντος Χριστοῦ, πιστοῦται τὴν ἀνάστασιν΄ καὶ ἀνυψούμενον χερσὶν ἱεραῖς, τήν αὐτοῦ πρὸς οὐρανοὺς καταγγέλλει ἀνύψωσιν, δι' ἧς τὸ ἡμέτερον φύραμα, ἐκ τῆς εἰς γῆν καταπτώσεως, εἰς οὐρανοὺς πολιτεύεται, διὸ εὐχαρίστως βοήσωμεν΄ Κύριε, ὁ ὑψωθεὶς ἐν αὐτῷ, καὶ δι' αὐτοῦ συνυψώσας ἡμᾶς, τῆς οὐρανίου χαρᾶς, ἀξίωσον τοὺς ὑμνοῦντάς σε.

 

βχορός

ατς

τετραπέρατος κόσμος σήμερον ἁγιάζεται, τοῦ τετραμεροῦς ὑψουμένου σου Σταυροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ τὸ κέρας τῶν πιστῶν, συνυψοῦται Βασιλέων ἡμῶν, ἐν αὐτῷ τῶν δυσμενῶν συντριβόντων τὰ κέρατα. Μέγας εἶ Κύριε καὶ θαυμαστὸς ἐν τοῖς ἔργοις σου! Δόξα σοι.

α’ χορός

ατς

Τῶν Προφητῶν αἱ φωναί, τὸ Ξύλον τὸ ἅγιον προκατήγγειλαν, δι' οὗ τῆς ἀρχαίας ἠλευθερώθη κατάρας, τῆς τοῦ θανάτου ὁ Ἀδάμ΄ ἡ κτίσις σήμερον, ὑψουμένου τούτου, συνυψοῖ τὴν φωνήν, τὸ ἐκ Θεοῦ αἰτουμένη πλούσιον ἔλεος. Ἀλλ' ὁ μόνος ἐν ἐλέει ἀμέτρητος Δέσποτα, ἱλασμὸς γενοῦ ἡμῖν, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

βχορός

Δξα Πατρί... Κα νν... χος πλ.δ’

φωνὴ τοῦ Προφήτου σου, Μωϋσέως ὁ Θεός, πεπλήρωται ἡ λέγουσα΄ Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ κόσμος ἐκ πλάνης ἠλευθέρωται. Σήμερον τοῦ Χριστοῦ ἡ Ἀνάστασις ἐγκαινίζεται, καὶ τὰ πέρατα τῆς γῆς ἀγάλλονται, ἐν κυμβάλοις δαυϊτικοῖς, ὕμνον σοι προσφέροντα, καὶ λέγοντα΄ Εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς ὁ Θεός, Σταυρὸν καὶ τὴν Ἀνάστασιν, δι' ὧν ἡμᾶς ἔσωσας, ἀγαθὲ καὶ φιλάνθρωπε....

α’ χορός

...Παντοδύναμε Κύριε δόξα σοι.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος α’

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, δι το Σταυρο σου πολτευμα.


 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

 ντφωνον Α'

ὁ α’ χορὸς

Στχ. α'. Θεός, ὁ Θεός μου πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με;

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στχ. β'. Mακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

ὁ α’ χορὸς

Στχ. γ'. Θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...  

ὁ β’ χορός

Στχ. δ'. Σὺ δὲ ἐν Ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

αχορός

Δόξα Πατρὶ...

βχορός

 Καὶ νῦν...

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

ντφωνον Β’

βχορός

Στχ. α'. να τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος;

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ σταυρωθείς, ψάλλοντάς σοι. Ἀλληλούϊα. 

ὁ α’ χορὸς

Στχ. β'. Mνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...  

ὁ β’ χορός

Στχ. γ'. ρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...  

ὁ α’ χορὸς

Στχ. δ'. δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...

 

βχορός

Δόξα Πατρὶ...

αχορός

Καὶ νῦν...

βχορός

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 

ντφωνον Γ'

ὁ α’ χορὸς

Στχ. α'. Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί.

Ἦχος α’

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα. 

ὁ β’ χορός

Στχ. β'. Κύριος ἐν Σιὼν μέγας καὶ ὑψηλὸς ἐστιν ἐπὶ πάντας τοὺς λαούς.

Σῶσον, Κύριε, τὸν λαόν σου...

ὁ α’ χορὸς

Στχ. γ'. ξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιόν ἐστιν.

Σῶσον, Κύριε, τὸν λαόν σου...

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

ὁ α’ χορός 

 Ἦχος β’

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελῆται συλλείτουργον)

ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιος ἐστι. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ σταυρωθείς...

ὁ β’ χορὸς

...ψάλλοντάς σοι, Ἀλληλούϊα.

 

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελῆται συλλείτουργον)

Ἦχος α'

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.(τρίς) 

ὁ β’ χορὸς

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελῆται συλλείτουργον)

Κοντκιον  Ατμελον

Ἦχος δ'

ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός. Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, πλον ερνης, ἀήττητον τρπαιον.


ντ το Τρισαγου

χος β

Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξζομεν.


Ἀπόστολος (Α´ Κορ. α´ 18-24).

Προκείμενον ἦχος βαρὺς

ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν.

            Στίχ.Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί. 

Πρς Κορινθους Α’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

δελφοί, ὁ λόγος ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστιν. Γέγραπται γάρ΄ «᾽Απολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω». Ποῦ σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. Ἐπειδὴ καὶ ᾽Ιουδαῖοι σημεῖον αἰτοῦσιν καὶ Ἕλληνες σοφίαν ζητοῦσιν, ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, ᾽Ιουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς, ᾽Ιουδαίοις τε καὶ Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν.

λληλούϊα (γ’)


 

Εὐαγγέλιον

  Ἐκ τοῦ κατ ωννην(᾽Ιω. ιθ´ 6-11, 13-20, 25-28, 30).

Τῷ καιρῷ ἐκείνῳ συμβούλιον ἐποίησαν οἱ ᾽Αρχιερεῖς  καὶ οἱ Πρεσβύτεροι κατὰ τοῦ Ἰησοῦ, ὅπως αὐτὸν ἀπολέσωσι. Καὶ παρεγένοντο πρὸς Πιλάτον, λέγοντες΄ Σταύρωσον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλάτος͵ Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε΄ ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι΄ Ἡμεῖς νόμον ἔχομεν͵ καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν͵ ὅτι ἑαυτὸν Υἱὸν Θεοῦ ἐποίησεν. Ὅτε οὖν ἤκουσεν ὁ Πιλάτος τοῦτον τὸν λόγον͵ μᾶλλον ἐφοβήθη΄ καὶ εἰσῆλθεν εἰς τὸ Πραιτώριον πάλιν, καὶ λέγει τῷ Ἰησοῦ΄ Πόθεν εἶ σύ; Ὁ δὲ Ἰησοῦς, ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. Λέγει οὖν αὐτῷ ὁ Πιλάτος΄ Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ  ἐξουσίαν ἔχω ἀπολῦσαί σε; Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς΄ Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ΄ ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν. Ὁ οὖν Πιλᾶτος ἀκούσας τοῦτον τῶν λόγον, ἤγαγεν ἔξω τὸν Ἰησοῦν͵ καὶ ἐκάθισεν ἐπὶ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον͵ Ἑβραϊστὶ δὲ Γαββαθᾶ. Ἦν δὲ Παρασκευὴ τοῦ Πάσχα͵ ὥρα δὲ ὡσεὶ ἕκτη΄ καὶ λέγει τοῖς Ἰουδαίοις΄ Ἴδε ὁ Βασιλεὺς ὑμῶν. Οἱ δὲ ἐκραύγασαν΄ Ἆρον ἆρον͵ σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλάτος΄ Τὸν Βασιλέα ὑμῶν σταυρώσω; Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς΄ Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς, ἵνα σταυρωθῇ. Παρέλαβον δὲ τὸν Ἰησοῦν καὶ ἀπήγαγον. Καὶ βαστάζων τὸν Σταυρὸν αὑτοῦ, ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου τόπον͵ ὃς λέγεται Ἑβραϊστὶ Γολγοθᾶ΄ ὅπου αὐτὸν ἐσταύρωσαν͵ καὶ μετ΄ αὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν͵ μέσον δὲ τὸν Ἰησοῦν. Ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλάτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον΄ Ἰησοῦς ὁ Ναζωραῖος ὁ Βασιλεὺς τῶν Ἰουδαίων. Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων΄ ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως, ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί͵ Ἑλληνιστί, Ῥωμαϊστί. Εἱστήκεισαν δὲ παρὰ τῷ Σταυρῷ τοῦ Ἰησοῦ ἡ Μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς Μητρὸς αὐτοῦ͵ Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. Ἰησοῦς οὖν ἰδὼν τὴν Μητέρα καὶ τὸν Μαθητὴν παρεστῶτα ὃν ἠγάπα͵ λέγει τῇ Μητρί αὑτοῦ΄ Γύναι͵ ἰδοὺ ὁ Υἱός σου. Εἶτα λέγει τῷ Μαθητῇ΄ Ἰδοὺ ἡ Μήτηρ σου. Καὶ ἀπ΄ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ Μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς, ὅτι πάντα ἤδη τετέλεσται͵  κλίνας τὴν κεφαλὴν, παρέδωκε τὸ πνεῦμα.

 ὁ α’ χορς

Δόξα σοι, Κύριε, δόξα σοι.


Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου


 

Ες τ, ξαιρτως

αχορός

χος πλ.δ’

Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου προσκυνοῦντες αὐτόν, σ μεγαλνομεν.   


Κοινωνικν

ὁ β’ χορός

χος δ (ΑΓΙΑ)

σημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου Κύριε. Ἀλληλούϊα.

Ἀντὶ τοῦ «Εἴδομεν τό φῶς...»

αχορός

Ἦχος α

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. 

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)

 

πόλυσις  «...῾Ο ἀναστάς ἐκ νεκρῶν...»


 

Δι’εὐχῶν...

μήν.